Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς μακαρισμούς

Γρηγόριος ὁ Νύσσης

Λόγος Γ': Το πένθος της μετάνοιας και η θεία παράκληση

Η διάκριση του πνευματικού πένθους από την κοσμική λύπη, η επίγνωση της απώλειας του αληθινού αγαθού, η έκπτωση της ανθρώπινης φύσης και η αναγκαιότητα της αποστροφής από τις ηδονές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 8

ΛΟΓΟΣ Γʹ. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Οὔπω τῆς κορυφῆς τοῦ ὄρους ἐπιβεβήκαμεν, ἀλλ᾽ ἔτι κατὰ τὴν ὑπώρειαν τῶν νοημάτων ἐσμέν· εἰ καὶ δύο τινὰς ἤδη παρωδεύσαμεν λόφους, ἐπὶ τὴν μακαριστὴν πτωχείαν, καὶ τὴν ἀνωτέρω ταύτης πραότητα διὰ τῶν μακαρισμῶν ἀναχθέντες, μεθ᾽ οὓς προσάγει τοῖς ὑψηλοτέροις ἡμᾶς ὁ Λόγος, καὶ τρίτον ἡμῖν ἐφεξῆς ὕψωμα διὰ τῶν μακαρισμῶν ἀναδείκνυσι· πρὸς ὃ χρὴ πάντως ἀναδραμεῖν ὄκνον ἀποθεμένους πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, καθώς φησιν ὁ Ἀπόστολος, ὡς ἂν κοῦφοι καὶ εὐσταλεῖς ἐπὶ τῆς ἄκρας γενόμενοι, καθαρωτέρῳ τῷ τῆς ἀληθείας φωτὶ διὰ τῆς ψυχῆς προσπελάσαιμεν. Τί τοίνυν ἐστὶ τὸ λεγόμενον, Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται; Γελάσει πάντως ὁ πρὸς τὸν κόσμον βλέπων, καὶ λέξει ταῦτα καταχλευάζων τὸν Λόγον· Εἰ μακαρίζονται κατὰ τὸν βίον οἱ ἐν πάσῃ συμφορᾷ δαπανώμενοι, ἄθλιοι κατὰ τὸ ἀκόλουθόν εἰσι πάντως οἷς ἄλυπός τε καὶ ἀπήμων ἐστὶν ἡ ζωή.

Καὶ οὕτω τὰ εἴδη τῶν συμφορῶν ἐξαριθμούμενος, πλεονάσει τὸν γέλωτα, τὰ τῆς χηρείας κακὰ, καὶ τὴν τῆς ὀρφανίας ταλαιπωρίαν ὑπ᾽ ὄψιν ἄγων, τὰς ζημίας, τὰ ναυάγια, τὰς ἐκ πολέμων αἰχμαλωσίας, τὰς ἀδίκους ἐν δικαστηρίῳ κρίσεις, μεθορισμούς τε καὶ δημεύσεις καὶ ἀτιμίας, τάς τε συμφορὰς τὰς ἐκ τῶν νόσων, οἷον πηρώσεις τε καὶ ἀκρωτηριασμοὺς, καὶ τὴν παντοδαπὴν τοῦ σώματος λώβην, καὶ εἴ τι τοῖς ἀνθρώποις κατὰ τὸν βίον τοῦτον συνίσταται πάθος, ἢ σώματος, ἢ ψυχῆς ἁπτόμενον, πάντα τῷ λόγῳ διεξελεύσεται, δι᾽ ὧν, ὡς οἴεται, καταγέλαστον ἀποδείξει τὸν τοὺς πενθοῦντας μακαρίζοντα λόγον. Ἡμεῖς δὲ μικρὰ φροντίσαντες τῶν μικροψύχως τε καὶ ταπεινῶς ἀναθεωρούντων τὰ θεῖα νοήματα, ὡς ἔστι δυνατὸν κατιδεῖν τὸν ἐγκείμενον τῷ εἰρημένῳ διὰ βάθους πλοῦτον ἐπιχειρήσωμεν, ὅπως ἂν φανερὸν καὶ διὰ τοῦτο γένοιτο, πόσον ἐστὶ τὸ διάφορον τῆς σαρκίνης τε καὶ χοϊκῆς διανοίας, πρὸς τὴν ὑψηλήν τε καὶ ἐπουράνιον.

Ἔστι μὲν οὖν ἐκ τοῦ προχείρου μακαριστὸν ὑπολαβεῖν ἐκεῖνο τὸ πένθος, τὸ ἐπὶ πλημμελήμασι καὶ ἁμαρτίαις γινόμενον, κατὰ τὴν τοῦ Παύλου περὶ τῆς λύπης διδασκαλίαν, τοῦ φήσαντος, μὴ ἒν εἶναι λύπης εἶδος, ἀλλὰ τὸ μὲν κοσμικὸν, τὸ δὲ κατὰ Θεὸν ἐνεργούμενον.

Καὶ τῆς μὲν κοσμικῆς λύπης, θάνατον εἶναι τὸ ἔργον· τὴν δὲ ἑτέραν, σωτηρίαν ἐκ μετανοίας τοῖς λυπουμένοις ἐργάζεσθαι. Τῷ ὄντι γὰρ οὐκ ἔξω τοῦ μακαρίζεσθαι τὸ τοιοῦτον τῆς ψυχῆς πάθος ἐστὶν, ὅταν ἐν αἰσθήσει γενομένη τοῦ χείρονος, τὸν ἐν κακίᾳ βίον ἀπολοφύρηται. Καθάπερ γὰρ ἐπὶ τῶν σωματικῶν ἀῤῥωστημάτων, οἷς ἂν πάρετον ἐξ ἐπηρείας τινὸς γένηταί τι μέρος τοῦ σώματος, σημεῖον τοῦ νενεκρῶσθαι τὸ παρειμένον ἡ ἀναλγησία γίνεται· εἰ δὲ κατά τινα τέχνην ἰατρικὴν ἡ ζωτικὴ πάλιν αἴσθησις ἐπαναχθείη τῷ σώματι, χαίρουσιν ἤδη πονοῦντος τοῦ μέρους, αὐτός τε ὁ κάμνων καὶ οἱ τὴν θεραπείαν προσάγοντες, τεκμηρίῳ χρώμενοι τοῦ πρὸς ὑγίειαν τρέψαι τὸ πάθος, τὸ ἐν αἰσθήσει τῶν δριμυσσόντων ἤδη γενέσθαι τὸ μέλος· οὕτως ἐπειδὰν, καθώς φησιν ὁ Ἀπόστολος, ἀπηλγηκότες τινὲς παραδῶσι τῷ καθ᾽ ἁμαρτίαν βίῳ ἑαυτοὺς, νεκροί τινες ὄντως καὶ πάρετοι τοῦ κατ᾽ ἀρετὴν βίου γενόμενοι, οὐδεμίαν ἔχουσιν ὧν ποιοῦσιν τὴν αἴσθησιν.

Εἰ δὲ καθάψαιτό τις αὐτῶν ὁ ἰατρεύων λόγος, οἷον διά τινων θερμῶν τε καὶ διακαιόντων φαρμάκων (λέγω δὲ τῶν σκυθρωπῶν τῆς μελλούσης κρίσεως ἀπειλῶν), καὶ διὰ βάθους τὴν καρδίαν τῷ φόβῳ τῶν προσδοκωμένων δριμύξειεν, γεέννης φόβον, καὶ πῦρ μὴ σβεννύμενον, καὶ ἀτελεύτητον σκώληκα, καὶ βρυγμὸν ὀδόντων, καὶ κλαυθμὸν ἀδιάλειπτον, καὶ σκότος ἐξώτερον, καὶ ἅπαντα τὰ τοιαῦτα, οἷόν τινα θερμὰ καὶ δριμέα φάρμακα τῷ νεναρκηκότι διὰ τῶν καθ᾽ ἡδονὴν παθημάτων ἐντρίβων καὶ ἀναθάλπων, εἰς αἴσθησιν αὐτὸν ἀγάγοι τοῦ ἐν ᾧ ἦν βίου, μακαριστὸν αὐτὸν ἀπεργάσηται, τὴν ὀδυνηρὰν αἴσθησιν τῇ ψυχῇ ἐμποιήσας.

Καθάπερ καὶ ὁ Παῦλος τὸν τῇ κοίτῃ τοῦ πατρὸς ἐπιλυσσήσαντα, μέχρις ἐκείνου μαστίζει τῷ λόγῳ, ἕως ἂν ἀναισθήτως εἶχεν τῆς ἁμαρτίας· ἐπεὶ δὲ καθίκετο τοῦ ἀνδρὸς ἡ τῆς ἐπιπλήξεως ἰατρεία, ὡς ἤδη μακάριον διὰ τοῦ πένθους γενόμενον, παρακαλεῖν ἄρχεται, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ, φησὶ, καταποθῇ ὁ τοιοῦτος. Ἔστω δὲ καὶ τοῦτο ἡμῖν τὸ νόημα πρὸς τὴν προκειμένην τοῦ μακαρισμοῦ θεωρίαν εἰς τὸν κατ᾽ ἀρετὴν βίον οὐκ ἄχρηστον, διὰ τὸ πλεονάζειν πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὴν ἁμαρτίαν· ταύτης δὲ φάρμακον τὸ ἐκ μετανοίας πένθος ἀποδέδεικται. Ἀλλά μοι δοκεῖ βαθύτερόν τι τῶν εἰρημένων ὑποσημαίνειν ὁ Λόγος ἐν τῇ παρατατικῇ τοῦ πένθους ἐνεργείᾳ, ἄλλο τι παρὰ τοῦτο νοεῖν ὑφηγούμενος. Εἰ γὰρ μόνην τὴν ἐπὶ τῷ πλημμελήματι μεταμέλειαν ἐπεδείκνυεν, ἀκολουθότερον ἂν ἦν τοὺς πενθήσαντας μακαρίζεσθαι, οὐ τοὺς εἰσαεὶ πενθοῦντας· ὡς ἐπὶ ὑποδείγματος συγκρίσει τῆς ἐν τῇ νόσῳ διαγωγῆς τοὺς θεραπευθέντας μακαρίζομεν, οὐ τοὺς εἰσαεὶ θεραπευομένους. Ἡ γὰρ παράτασις τῆς θεραπείας, καὶ τὸ τῆς ἀῤῥωστίας διηνεκὲς συνενδείκνυται.

Καὶ ἄλλως δέ μοι δοκεῖ καλῶς ἔχειν μὴ τῷ τοιούτῳ μόνῳ νοήματι τίθεσθαι, ὡς τοῦ Λόγου τοῖς ἐφ᾽ ἁμαρτίαις πενθοῦσιν τὸν μακαρισμὸν νέμοντος. Πολλοὺς γὰρ εὑρήσομεν ἀκατηγόρητον ἐσχηκότας τὸν βίον, καὶ ὑπ᾽ αὐτῆς τῆς θείας φωνῆς μεμαρτυρημένον ἐπὶ παντὶ τῷ βελτίονι. Ποία γὰρ πλεονεξία τοῦ Ἰωάννου; ποία εἰδωλολατρεία τοῦ Ἠλίου;

Τί μικρὸν ἢ μεῖζον κατὰ τὸν βίον ἐκείνων οἶδεν ἡ ἱστορία πλημμέλημα; Τί οὖν; Ἆρα ἔξω τῆς μακαριότητος εἶναι ὁ λόγος αὐτοὺς ὑποθήσεται, τοὺς μήτε τὴν ἀρχὴν νενοσηκότας, μήτε τοῦ φαρμάκου τούτου, λέγω δὲ τοῦ ἐκ μετανοίας πένθους, εἰς χρείαν ἐλθόντας;

Ἢ ἄτοπον εἴη τοὺς τοιούτους τῆς θείας μακαριότητος ἀποβλήτους οἴεσθαι, ὅτι μήτε ἥμαρτον, μήτε πένθει τὴν ἁμαρτίαν ἰάσαντο; Ἢ οὕτω γ᾽ ἂν εἴη τὸ ἁμαρτάνειν τοῦ ἀναμαρτήτως ζῇν προτιμότερον, εἰ μόνοις τοῖς μετανοοῦσιν ἡ τοῦ Παρακλήτου χάρις ἀποκεκλήρωται; Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Οὐκοῦν ὡς ἔστι δυνατὸν ἑπόμενοι, καθώς φησιν ὁ Ἀμβακοὺμ, τῷ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβῶντι, πάλιν τὴν ἐγκειμένην διάνοιαν τοῖς εἰρημένοις ἀναζητήσωμεν, ὡς ἂν μάθοιμεν ποίῳ πένθει πρόκειται ἡ τοῦ Πνεύματος τοῦ ἁγίου παράκλησις.

Σκοπήσωμεν τοίνυν ἐν τῇ ἀνθρωπίνῃ ζωῇ, τί ποτε πρῶτον αὐτὸ τὸ πένθος ἐστὶ, καὶ ἐπὶ τίσιν συνίσταται. Οὐκοῦν πρόδηλον ἅπασιν τὸ τοιοῦτον, ὅτι πένθος ἐστὶ σκυθρωπὴ διάθεσις τῆς ψυχῆς, ἐπὶ στερήσει τινὸς τῶν καταθυμίων συνισταμένη· ὅπερ ἐπὶ τῶν ἐν εὐθυμίᾳ διαβιούντων συνίστασθαι χώραν οὐκ ἔχει· οἷον, εὐπραγεῖ τις κατὰ τὸν βίον, πάντα κατὰ ῥοῦν αὐτῷ διὰ τῶν ἡδέων τὰ πράγματα φέρεται, τῇ γαμετῇ ἐπευφραίνεται, τοῖς παισὶν ἐπαγάλλεται, διὰ τῆς τῶν ἀδελφῶν συμμαχίας ὠχύρωται, σεμνὸς κατὰ τὴν ἀγορὰν, τίμιος τοῖς δυναστεύουσιν, φοβερὸς τοῖς ἀντιτεταγμένοις, ἀκαταφρόνητος τοῖς ὑποχειρίοις, φίλοις εὐπρόσιτος, πλούτῳ κομῶν, ἀπολαυστικὸς, ἡδὺς, ἄλυπος, σθεναρὸς τῷ σώματι· πάντα ἔχων, ὅσα τίμια κατὰ τὸν κόσμον τοῦτον εἶναι δοκεῖ· ὁ τοιοῦτος πάντως ἐν εὐφροσύνῃ ἑκάστῳ τῶν παρόντων ἐπιγαννύμενος.

Εἰ δέ τις μεταβολὴ τῆς εὐημερίας ταύτης καθάψαιτο, ἢ διάζευξιν τῶν φιλτάτων, ἢ ζημίαν τῶν προσόντων, ἤ τινα πήρωσιν τῆς σωματικῆς εὐκληρίας, ἐκ πονηρᾶς τινος συντυχίας ἐπάγουσα, τότε τῇ ὑπεξαιρέσει τοῦ εὐφραίνοντος, ἡ ἐναντία διάθεσις γίνεται, ἣν πένθος προσαγορεύομεν. Οὐκοῦν ἀληθὴς ὁ ἀποδεδομένος περὶ αὐτοῦ λόγος, ὅτι πένθος ἐστὶν αἴσθησίς τις ἀλγεινὴ τῆς τῶν εὐφραινόντων στερήσεως.

Εἰ δὴ νενόηται ἡμῖν τὸ ἀνθρώπινον πένθος, γενέσθω τις ὁδηγία τῶν ἀγνοουμένων τὰ πρόδηλα, ὡς ἂν φανερὸν γένοιτο, τί τὸ μακαριζόμενόν ἐστι πένθος, ᾧ ἐπακολουθεῖ ἡ παράκλησις. Εἰ γὰρ ἡ τῶν προσόντων ἀγαθῶν στέρησις ἐνταῦθα τὸ πένθος ποιεῖ, οὐκ ἂν δέ τις τοῦ ἀγνοουμένου τὴν ζημίαν ἀπολοφύραιτο· γνῶναι προσήκει πρότερον αὐτὸ τὸ ἀγαθὸν, ὅ τί ποτέ ἐστι κατὰ ἀλήθειαν, εἶθ᾽ οὕτως τὴν ἀνθρωπίνην φύσιν κατανοῆσαι. Διὰ γὰρ τοῦτο συμβήσεται τὸ μακαριζόμενον πένθος κατορθωθῆναι.

Οἷον γάρ ἐστιν ἐπὶ τῶν ἐν σκότῳ βιοτευόντων, ὅταν ὁ μὲν ἐντεχθῇ τῷ ζόφῳ, ὁ δὲ τῇ ἀπολαύσει τοῦ ἔξω φωτὸς συνειθισμένος, ἐξ ἐπηρείας τινὸς κατάκλειστος γένηται, οὐχ ὁμοίως ἀμφοτέρων ἡ τῶν παρόντων καθάπτεται συμφορὰ (ὁ μὲν γὰρ εἰδὼς οὗ ἐστέρηται, βαρεῖαν ποιεῖται τοῦ φωτὸς τὴν ζημίαν· ὁ δὲ μηδὲ ὅλως ἐγνωκὼς τὴν τοιαύτην χάριν, ἀλύπως διαβιώσεται, διὰ τὴν τροφίαν τοῦ ζόφου μηδενὸς ἐκπεπτωκέναι τῶν ἀγαθῶν λογιζόμενος· ἐκ δὲ τούτου τὸν μὲν ἡ ἐπιθυμία τῆς τοῦ φωτὸς ἀπολαύσεως, εἰς πᾶσαν ἄξει μηχανὴν καὶ ἐπίνοιαν τοῦ πάλιν ἰδεῖν οὗ ἐξ ἐπηρείας ἀπεστερήθη· ὁ δὲ καταγηράσει τῷ ζόφῳ διαβιῶν, διὰ τὸ μὴ ἐγνωκέναι τὸ βέλτιον, ἀγαθὸν ἑαυτῷ τὸ παρὸν κρίνων)· οὕτω καὶ ἐπὶ τοῦ προκειμένου νοήματος, ὁ τὸ ἀληθῶς ἀγαθὸν κατιδεῖν ἰσχύσας, ἔπειτα τὴν πτωχείαν τῆς ἀνθρωπίνης φύσεως κατανοήσας, ἐν συμφορᾷ τὴν ψυχὴν πάντως ἕξει, τῷ μὴ εἶναι ἐν τῷ ἀγαθῷ ἐκείνῳ τὸν παρόντα βίον, πένθος ποιούμενος.

Οὐκοῦν οὐ τὴν λύπην μοι δοκεῖ μακαρίζειν ὁ Λόγος, ἀλλὰ τὴν εἴδησιν τοῦ ἀγαθοῦ, ᾗ τὸ τῆς λύπης πάθος ἐπισυμβαίνει, διὰ τὸ μὴ παρεῖναι τῷ βίῳ τὸ ζητούμενον. Ἀκόλουθον τοίνυν ἐξετάσαι τί ποτε ἄρα ἐστὶν ἐκεῖνο τὸ φῶς, ᾧ τὸ ζοφῶδες τοῦτο τῆς ἀνθρωπίνης φύσεως σπήλαιον ἐν τῷ παρόντι βίῳ οὐ καταυγάζεται.

Ἦ τάχα, οὐ πρὸς τὸ ἀνήνυτόν τε καὶ ἀκατάληπτον ἡ ἐπιθυμία βλέπει; Τίς γὰρ ἐν ἡμῖν λογισμὸς τοιοῦτος, ὡς ἀνιχνεῦσαι τοῦ ζητουμένου τὴν φύσιν; Τίς ἐξ ὀνομάτων τε καὶ ῥημάτων σημασία τοιαύτη, ὡς ἀξίαν ἡμῖν ἔννοιαν τοῦ ὑπερκειμένου φωτὸς ἐμποιῆσαι;

Πῶς ὀνομάσω τὸ ἀθέατον; Πῶς παραστήσω τὸ ἄϋλον; Πῶς δείξω τὸ ἀειδές; πῶς διαλάβω τὸ ἀμέγεθες, τὸ ἄποσον, τὸ ἄποιον, τὸ ἀσχημάτιστον; τὸ μήτε τόπῳ, μήτε χρόνῳ εὑρισκόμενον; τὸ ἐξώτερον παντὸς περασμοῦ, καὶ πάσης ὁριστικῆς φαντασίας; οὗ ἔργον ζωὴ, καὶ ἡ πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ὑπόστασις; περὶ ὃ πᾶν ὑψηλὸν νόημά τε καὶ ὄνομα θεωρεῖται; θεότης, βασιλεία, δύναμις, ἀϊδιότης, ἀφθαρσία, χαρά τε καὶ ἀγαλλίαμα, καὶ πᾶν ὅτι πέρ ἐστιν ἐν ὕψει νοούμενόν τε καὶ λεγόμενον;

Πῶς τοίνυν ἔστι καὶ διὰ ποίων λογισμῶν τὸ τοιοῦτον ἡμῶν ἀγαθὸν ὑπ᾽ ὄψιν ἐλθεῖν, τὸ θεώμενον καὶ μὴ βλεπόμενον; Τὸ πᾶσι τοῖς οὖσι τὸ εἶναι παρεχόμενον; αὐτὸ δὲ ἀεὶ ὂν, καὶ τοῦ γενέσθαι οὐ προσδεόμενον;

Ἀλλ᾽ ὡς ἂν μὴ μάτην ὁ λόγος κάμνοι τοῖς ἀχωρήτοις ἑαυτὸν ἐπεκτείνων, τῶν μὲν ὑπερκειμένων ἀγαθῶν τὴν φύσιν, ὡς ἀμήχανον ὂν τὸ τοιοῦτον ὑπὸ κατάληψιν ἐλθεῖν, πολυπραγμονοῦντες παυσώμεθα, τοσοῦτον μόνον ἐκ τῶν ζητηθέντων κερδάναντες, ὅσον δι᾽ αὐτοῦ τοῦ μὴ δυνηθῆναι κατιδεῖν τὸ ζητούμενον, ἔννοιάν τινα τοῦ μεγέθους τῶν ζητουμένων ἀνατυπώσασθαι.

Ὅσῳ δὲ τῆς γνώσεως ἡμῶν ὑψηλότερον εἶναι τὸ ἀγαθὸν τῇ φύσει πιστεύομεν, τοσούτῳ μᾶλλον τὸ πένθος ἐν αὐτοῖς ἐπιτείνωμεν, ὅτι τοιοῦτόν ἐστι καὶ τοσοῦτον τὸ ἀγαθὸν, οὗ διεζευγμένοι τυγχάνομεν, ὡς μηδὲ τὴν γνῶσιν αὐτοῦ χωρεῖν δύνασθαι.

Τούτου μέντοι τοῦ ὑπεραίροντος πᾶσαν δύναμιν καταληπτικὴν, ἐν μετουσίᾳ ποτὲ ἦμεν οἱ ἄνθρωποι· καὶ τοσοῦτον ἦν ἐν τῇ φύσει ἡμῶν ἐκεῖνο τὸ ἀγαθὸν τὸ ὑπὲρ πᾶν νόημα, ὡς ἄλλο ἐκεῖνο τὸ ἀνθρώπινον εἶναι δοκεῖν, τῇ ἀκριβεστάτῃ ὁμοιώσει κατὰ τὴν εἰκόνα τοῦ πρωτοτύπου μεμορφωμένον. Ἃ γὰρ νῦν περὶ ἐκείνου στοχαστικῶς θεωροῦμεν, ταῦτα πάντα καὶ περὶ τὸν ἄνθρωπον ἦν, ἀφθαρσίᾳ τε καὶ μακαριότητι· καὶ τὸ αὐτοκρατὲς καὶ τὸ ἀδέσποτον, τό τε ἄλυπον καὶ ἀπραγμάτευτον τῆς ζωῆς, καὶ ἡ ἐν θειοτέροις διαγωγή· καὶ τὸ γυμνῇ τε καὶ καθαρᾷ παντὸς προκαλύμματος τῇ διανοίᾳ πρὸς τὸ ἀγαθὸν βλέπειν. Ταῦτα γὰρ πάντα δι᾽ ὀλίγων ῥημάτων ὁ τῆς κοσμογενείας ἡμῖν ὑπαινίττεται λόγος, κατ᾽ εἰκόνα Θεοῦ λέγων πεπλάσθαι τὸν ἄνθρωπον, καὶ ἐν τῷ παραδείσῳ ζῇν, καὶ τῶν ἐκεῖ πεφυτευμένων κατατρυφᾷν. Τῶν δὲ φυτῶν ἐκείνων καρπὸς, ζωὴ καὶ γνῶσις καὶ τὰ τοιαῦτά ἐστιν.

Εἰ δὲ ταῦτα ἐν ἡμῖν ἦν, πῶς οὖν ἔστι διὰ συγκρίσεως ἀντιπαραθεωροῦντα τῇ τότε μακαριότητι τὴν παροῦσαν νῦν ἀθλιότητα, μὴ ἐπιστενάζειν τῇ συμφορᾷ· τὸ ὑψηλὸν τεταπείνωται· τὸ κατ᾽ εἰκόνα τοῦ ἐπουρανίου γενόμενον, ἀπεγεώθη· τὸ βασιλεύειν τεταγμένον, κατεδουλώθη· τὸ εἰς ἀθανασίαν κτισθὲν, κατεφθάρη θανάτῳ· τὸ ἐν τρυφῇ τοῦ παραδείσου διάγον, εἰς τὸ νοσῶδες καὶ ἐπίπονον τοῦτο μετῳκίσθη χωρίον· τὸ τῇ ἀπαθείᾳ σύντροφον, τὸν ἐμπαθῆ καὶ ἐπίκηρον ἀντηλλάξατο βίον· τὸ ἀδέσποτόν τε καὶ αὐτεξούσιον, νῦν ὑπὸ τοιούτων καὶ τοσούτων κακῶν κυριεύεται, ὡς μηδὲ ῥᾴδιον εἶναι τοὺς τυράννους ἡμῶν ἀπαριθμήσασθαι. Ἕκαστον γὰρ τῶν ἐν ἡμῖν παθῶν, ὅταν ἐπικρατήσῃ, δεσπότης τοῦ δουλωθέντος γίνεται· καὶ καθάπερ τις τύραννος καταλαβὼν τῆς ψυχῆς τὴν ἀκρόπολιν, δι᾽ αὐτῶν τῶν ὑποχειρίων κακοῖ τὸ ὑπήκοον, ὑπηρέταις τοῖς ἡμετέροις λογισμοῖς πρὸς τὸ δοκοῦν ἑαυτῷ καταχρώμενος· οὕτως ὁ θυμὸς, οὕτως ὁ φόβος, ἡ δειλία, τὸ θράσος, τὸ κατὰ λύπην τε καὶ τὸ καθ᾽ ἡδονὴν πάθος, μῖσος, ἔρις, ἀνέλεος, ἀπήνεια, φθόνος, κολακεία, μνησικακία τε καὶ ἀναλγησία, καὶ πάντα τὰ κατὰ τὸ ἐναντίον ἐν ἡμῖν νοούμενα πάθη, τυράννων ἐστί τινων καὶ δεσποτῶν ἀπαρίθμησις, τῶν πρὸς τὸ ἴδιον κράτος τὴν ψυχὴν οἷόν τινα δορυάλωτον καταδουλούντων.

Εἰ δέ τις καὶ τὰς περὶ τὸ σῶμα συμφορὰς ἀναλογίζοιτο, τὰς τῇ φύσει ἡμῶν συμπεπλεγμένας τε καὶ συστρεφομένας, τὰς ποικίλας λέγω καὶ πολυτρόπους τῶν νοσημάτων ἰδέας, ὧν πάντων τὸ κατ᾽ ἀρχὰς ἀπείρατον ἦν τὸ ἀνθρώπινον, πολὺ μᾶλλον πλεονάσει τὸ δάκρυον, ἐκ παραλλήλου θεωρῶν ἀντὶ τῶν ἀγαθῶν τὰ λυπηρὰ, καὶ ἀντιπαρατιθεὶς τὰ κακὰ τοῖς βελτίοσιν.

Τοῦτο οὖν ἔοικεν ἐν ἀποῤῥήτῳ διδάσκειν ὁ μακαρίζων τὸ πένθος, τὸ πρὸς τὸ ἀληθινὸν ἀγαθὸν τὴν ψυχὴν βλέπειν, μηδὲ τῇ παρούσῃ ἀπάτῃ τοῦ βίου καταβαπτίζεσθαι· οὐ γὰρ ἔστιν οὔτε ἀδακρυτὶ ζῇν τὸν ἐπεσκεμμένον δι᾽ ἀκριβείας τὰ πράγματα, οὔτε ἐν λυπηροῖς εἶναι νομίζειν τὸν ταῖς βιωτικαῖς ἡδοναῖς ἐμβαθύνοντα· καθάπερ ἐπὶ τῶν ἀλόγων τὸ τοιοῦτον ἔστιν ἰδεῖν· οἷς ἐλεεινὴ μὲν ἡ τῆς φύσεώς ἐστι κατασκευή· (τί γὰρ ἐλεεινότερον τῆς τοῦ λόγου στερήσεως;) αἴσθησις δὲ τῆς συμφορᾶς αὐτοῖς οὐδεμία, ἀλλὰ κατά τινα ἡδονὴν κἀκείνοις ἡ ζωὴ διεξάγεται· καὶ ὁ ἵππος γαυριᾷ, καὶ ὁ ταῦρος κονίζεται· καὶ ὁ σὺς φρίσσει τὴν λοφιάν· καὶ οἱ σκύλακες παίζουσι, καὶ διασκιρτῶσιν οἱ μόσχοι, καὶ ἕκαστον τῶν ζώων ἔστιν ἰδεῖν διά τινων τεκμηρίων τὴν ἡδονὴν ἐνδεικνύμενον, οἷς εἴ τις κατανόησις ἦν τῆς τοῦ λόγου χάριτος, οὐκ ἂν τὸν κωφὸν αὐτῶν καὶ ταλαίπωρον βίον ἐν ἡδονῇ διετίθεντο. Οὕτως καὶ ἐπὶ τῶν ἀνθρώπων, οἷς οὐδεμία τῶν ἀγαθῶν ἐστι γνῶσις, ὧν ἡ φύσις ἡμῶν ἀπεστέρηται, τούτοις καθ᾽ ἡδονὴν ἡ τῆς παρούσης ζωῆς διαγωγή.

Ἀκολουθεῖ δὲ τῷ τοῖς παροῦσιν ἥδεσθαι, τὸ μὴ ζητεῖν τὰ βελτίω. Ὁ δὲ μὴ ζητῶν, οὐκ ἂν εὕροι τὸ μόνοις ζητοῦσι παραγενόμενον. Οὐκοῦν διὰ τοῦτο ὁ Λόγος μακαρίζει τὸ πένθος, οὐ δι᾽ ἑαυτὸ κρίνων εἶναι μακάριον, ἀλλὰ διὰ τὸ ἐξ ἐκείνου παραγενόμενον. Δείκνυσι δὲ τοῦ λόγου ἡ συζυγία, ὅτι τῆς πρὸς τὴν παράκλησιν ἀναφορᾶς τὸ πενθεῖν αὐτοῖς ἐστι μακάριον. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες καὶ οὐκ ἔστησεν ἐν τούτῳ τὸν λόγον, ἀλλὰ προσέθηκεν, Ὅτι αὐτοὶ παρακληθήσονται. Ὅ μοι δοκεῖ προκατανενοηκὼς ὁ μέγας Μωϋσῆς (μᾶλλον δὲ, ὁ ἐν ἐκείνῳ ταῦτα διατάσσων Λόγος, ἐν ταῖς μυστικαῖς τοῦ Πάσχα παρατηρήσεσιν)· ἄζυμον μὲν αὐτοῖς ἄρτον ἐν ταῖς ἑορτασίμοις ἡμέραις νομοθετῆσαι· ὄψον δὲ τῇ βρώσει πικρίδας ποιήσασθαι, ὡς ἂν διὰ τῶν τοιούτων μάθοιμεν αἰνιγμάτων, ὅτι οὐκ ἔστι τῆς μυστικῆς ἐκείνης ἑορτῆς μετασχεῖν ἄλλως, εἰ μὴ αἱ πικρίδες τοῦ βίου τούτου τῇ ἁπλῇ καὶ ἀζύμῳ ζωῇ ἑκουσίως καταμιγνύοιντο.

Διὰ τοῦτο καὶ ὁ μέγας Δαβὶδ, καίτοι τὸ ἀκρότατον τῆς ἀνθρωπίνης εὐκληρίας μέτρον (λέγω δὴ τὴν βασιλείαν) περὶ ἑαυτὸν βλέπων· δαψιλῶς ἐπιβάλλει τῶν πικρίδων τῇ ἑαυτοῦ ζωῇ στενάζων ἐν οἰμωγῇ, καὶ θρηνῶν τὴν παράτασιν τῆς ἐν σαρκὶ παροικίας, καὶ ἐκλείπων, ὑπὸ τῆς τῶν μειζόνων ἐπιθυμίας, φησὶν, Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, Ἑτέρωθι δὲ πρὸς τὸ κάλλος τῶν θείων σκηνωμάτων ἀτενὲς ἀποβλέπων, ἐκλιπεῖν ὑπὸ τῆς ἐπιθυμίας φησὶ, τὸ ἐν ἐσχάτοις ἐκεῖ τετάχθαι, τοῦ πρωτεύειν ἐν τοῖς παροῦσι, προτιμότερον ἑαυτῷ κρίνων. Εἰ δέ τις ἀκριβέστερον κατανοῆσαι βούλοιτο τοῦ μακαριζομένου τούτου πένθους τὴν δύναμιν, ἐπισκεψάσθω ἑαυτῷ ἐν τῷ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διηγήματι, ἐν ᾧ γυμνότερον τὸ τοιοῦτον δόγμα ἡμῖν σαφηνίζεται.

Μνήσθητι γὰρ, φησὶν ὁ Ἀβραὰμ πρὸς τὸν πλούσιον, ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· ὁμοίως δὲ καὶ ὁ Λάζαρος τὰ κακά· διὰ τοῦτο οὗτος μὲν παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἔοικε γὰρ, ἐπειδὴ τῆς ἀγαθῆς τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον οἰκονομίας ἀπέστησεν ἡμᾶς ἡ ἀβουλία, μᾶλλον δὲ ἡ κακοβουλία τοῦ γὰρ Θεοῦ ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν ἐν τῇ ἀπολαύσει ἡμῶν νομοθετήσαντος, καὶ καταμιγνύναι τῷ καλῷ τὴν τοῦ κακοῦ πεῖραν ἀπαγορεύσαντος, ἐπειδὴ ἡμεῖς ὑπὸ λαιμαργίας ἑκουσίως τοῦ ἐναντίου ἐνεφορήθημεν (λέγω δὲ τῆς τοῦ θείου Λόγου παρακοῆς ἀπογευσάμενοι)· διὰ τοῦτο χρὴ πάντως ἐν ἀμφοτέροις γενέσθαι τὴν ἀνθρωπίνην φύσιν, καὶ μετασχεῖν ἐν μέρει τοῦ τε λυποῦντος καὶ τοῦ εὐφραίνοντος. Δύο δὲ ὄντων βίων, καὶ διπλῆς τῆς ζωῆς καθ᾽ ἑκάτερον τῶν βίων ἰδιαζόντως θεωρουμένης, ὡσαύτως δὲ καὶ εὐφροσύνης διπλῆς· τῆς μὲν ἐν τῷ βίῳ τούτῳ, τῆς δὲ ἐν τῷ κατ᾽ ἐλπίδας ἡμῖν προκειμένῳ· μακαριστὸν ἂν εἴη τὴν τῆς εὐφροσύνης μοῖραν τοῖς ἀληθινοῖς ἀγαθοῖς εἰς τὸν ἀΐδιον ἀποθέσθαι βίον· τῆς δὲ λύπης ἐκπληρῶσαι τὴν λειτουργίαν ἐν τῇ βραχείᾳ ταύτῃ καὶ προσκαίρῳ ζωῇ, ζημίαν ποιούμενον, οὐ τὸ στερηθῆναί τινος τῶν κατὰ τὸν βίον τοῦτον ἡδέων, ἀλλὰ τὸ διὰ τῆς ἀπολαύσεως τούτων ἐν ἀποπτώσει τῶν ἀμεινόνων γενέσθαι.

Οὐκοῦν εἰ μακαριστόν ἐστιν τὸ ἐν τοῖς ἀπείροις αἰῶσιν ἀτέλεστόν τε καὶ εἰσαεὶ παρατεινομένην τὴν εὐφροσύνην ἔχειν· δεῖ δὲ πάντως γεύσασθαι καὶ τῶν ἐναντίων τὴν ἀνθρωπίνην φύσιν· οὐκέτι χαλεπόν ἐστι συνιδεῖν τοῦ λόγου τὸ βούλημα, διὰ τί μακάριοι οἱ νῦν πενθοῦντες, αὐτοὶ γὰρ εἰς τοὺς ἀπείρους αἰῶνας παρακληθήσονται· ἡ δὲ παράκλησις, ἐκ τῆς τοῦ Παρακλήτου μετουσίας γίνεται. Ἰδία γὰρ τοῦ Πνεύματος ἐνέργεια ἡ τῆς παρακλήσεως χάρις ἐστίν· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.