Ἐν δὴ ταύτῃ, κατὰ τὸν συνήθη Ῥωμαίοις νόμον, καταλόγου στρατιωτῶν διάγοντος, εἷς τις τῶν ὁπλιτῶν ἐπὶ τὴν κώμην τὴν προλεχθεῖσαν ἀφίκετο, πρὸς φυλακὴν τοῦ χωρίου παρὰ τοῦ ταξιάρχου δοθείς· ἵνα τῶν συστρατιωτῶν ἑαυτοῦ τὰς ὁρμὰς καὶ τὰς ὕβρεις ἀνείργῃ, ἃς εἰώθασιν ἐπάγειν τοῖς ἀγροίκοις ὑπὸ θράσους οἱ ὁπλιτεύοντες. Ἐνόσει δὲ οὗτος τὸν ἕτερον τοῖν ποδοῖν, καὶ ἐχώλευε· καὶ τὸ πάθος αὐτῷ χρόνιον καὶ δυσίατον ἦν. Ἐπεὶ δὲ ἐντὸς ἐγένετο τοῦ μαρτυρίου καὶ τῆς ἀναπαύσεως τῶν ἁγίων, καὶ Θεῷ προσευξάμενος, τὴν τῶν ἁγίων πρεσβείαν ἐπεκαλέσατο· νύκτωρ αὐτῷ φαίνεταί τις ἀνὴρ ἀξιοπρεπὴς, καί τινα ἄλλα διαλεχθεὶς, «Χωλεύεις,» ἔφη, «ὦ στρατιῶτα, καὶ δεῖ σοι θεραπείας; ἀλλὰ δός μοι ψηλαφῆσαι τὸν πόδα.» Λαβόμενος δὲ ὄναρ αὐτοῦ, σφοδρῶς ἐφειλκύσατο. Τῆς δὲ νυκτερινῆς ὄψεως τοῦτο ποιούσης, ὕπαρ τηλικοῦτος ἐγένετο ψόφος, οἷος ἂν γένοιτο, ὀστέου τῆς φυσικῆς ἁρμονίας ἐξολισθήσαντος, εἶτα βιαίως ἐναρμοσθέντος· ὥστε ἀφυπνίσαι καὶ τοὺς συγκαθεύδοντας καὶ αὐτὸν τὸν στρατιώτην, διεγερθῆναι δὲ τὸν ἄνθρωπον εὐθὺς, καὶ βαδίζειν ὑγιῶς κατὰ φύσιν, ὡς * εἴωθεν. Ταύτην τὴν θαυματουργίαν εἶδον ἐγὼ, αὐτῷ τῷ ἀνθρώπῳ περιτυχὼν ἐξαγγέλλοντι πρὸς πάντας, καὶ κηρύττοντι τὴν μαρτύρων εὐεργεσίαν, καὶ τὴν τῶν στρατιωτῶν φιλανθρωπίαν ἀνυμνοῦντι.