Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας

Γρηγόριος ὁ Νύσσης

Λόγος Β΄: Ανακεφαλαίωση, η στρατιωτική αρετή και η ομολογία της πίστεως

Έναρξη του δεύτερου λόγου με υπενθύμιση της προηγούμενης σύναξης. Εξιστόρηση της στρατιωτικής ανδρείας, του φθόνου του διαβόλου και της σταθερής ομολογίας των μαρτύρων απέναντι στους διώκτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 6

ΛΟΓΟΣ Βʹ. Χθὲς οἱ μάρτυρες πρὸς ἑαυτοὺς τὸν λαὸν ἐκάλουν· νῦν τῷ καταγωγίῳ τῆς Ἐκκλησίας ἐπιξενοῦνται αὐτόκλητοι. Νόμος δέ τίς ἐστι συμποτικὸς, τὰς ἐγκυκλίους ταύτας ἑστιάσεις παρὰ τῶν δαιτυμόνων ἀλλήλοις ἐκ περιτροπῆς ἐπιδίδοσθαι. Οὐκοῦν ἀνάγκη καὶ ἡμᾶς τὸν αὐτὸν ἀντιπληρῶσαι τοῦ δείπνου τοῖς μάρτυσιν ἔρανον. Ἀλλ᾽ ἐπειδὴ πένεται ἡμῖν ἡ χορηγία τοῦ λόγου, καλῶς ἔχει τοῖς παρ᾽ αὐτῶν ἐκείνων λειψάνοις ἡμᾶς δεξιοῦσθαι, τοὺς χθὲς μὲν ἑστιάτορας, σήμερον δὲ δαιτυμόνας. Ἀρκεῖ γὰρ καὶ βραχύ τι μέρος ἐκ πλουσίας τραπέζης, μεγάλης εὐωχίας γενέσθαι παρασκευὴν, ὅταν τοιοῦτον λείψανον ᾖ. Τί οὖν τοῦτο τὸ λείψανον; Μέμνησθε πάντως ἐν τίνι ἦμεν τοῦ λόγου, ὅτε ὁ εὐκταῖος ἐκεῖνος καὶ ἡδὺς ἡμῖν ἐκ τοῦ πλήθους τῶν συνειλεγμένων θόρυβος συνέχεε τὴν τῶν λεγομένων ἀκρόασιν, ὅτε ἡ ἔμψυχος ἐκείνη τῆς ἐκκλησίας θάλασσα τῷ πλήθει τῶν ἐπεισρεόντων πλημμυροῦσα, πρὸς τὴν ῥοπὴν τῶν ἀεὶ βιαζομένων ἐκύμαινε, μιμουμένη καὶ τῷ ἤχῳ τὴν ὄντως θάλασσαν, οἷον αὐταῖς ταῖς ἀκοαῖς ἡμῶν προσρηγνῦσα τῶν κυμάτων τὸν ψόφον. Ἐν τίσι τοίνυν κατελίπομεν χειμασθέντα τῷ θορύβῳ τὸν λόγον, μέμνησθε πάντως οἷς μεμελέτηται διὰ μνήμης ἔχειν τοὺς μάρτυρας.

Ἦν δὲ, ὡς οἶμαι, ἡ ἀκολουθία τοῦ λόγου αὕτη, ὅτι οὐ τῶν τυχόντων ἦσάν τινες οἱ εἰς τὸν ἀγῶνα τοῦτον ἐξειλεγμένοι, οὐδέ τις σύμμικτος καὶ ἀνώνυμος ὄχλος, ἐκ ταπεινῶν ἐπιτηδευμάτων ὁρμηθέντες, πρὸς τὸ ἀξίωμα τοῦτο ἐπήρθησαν· ἀλλὰ πρῶτον μὲν δι᾽ εὐφυΐαν σώματος, κάλλει καὶ δυνάμει καὶ ῥώμης περιουσίᾳ τῶν λοιπῶν διενεγκόντος, τοῖς στρατιωτικοῖς καταλόγοις ἐνηριθμήθησαν· μετὰ ταῦτα δὲ τῷ κατ᾽ ἀρετὴν βίῳ καὶ πολιτείᾳ σώφρονι διαπρέψαντες, ὥσπερ τι γέρας καὶ ἀριστεῖον τὴν χάριν τῆς μαρτυρίας τελειωθέντες ἐδέξαντο. Καὶ εἰ δοκεῖ ὡς ἂν ἡδίους γενοίμεθα, πάντα τὰ τῶν μαρτύρων ἐφεξῆς ἀναλάβωμεν, οἷον ὑπ᾽ ὄψιν ἄγοντες τῷ παρόντι θεάτρῳ τὴν ἄθλησιν.

Ἦν τι τάγμα στρατιωτικὸν παλαιὸν κατὰ τὴν γείτονα πόλιν παντὸς τοῦ ἔθνους πρὸς τὰς τῶν βαρβάρων ὁρμὰς προκαθήμενον· ἐκείνοις ἔκ τινος προϋπαρχούσης θεόθεν ἐπιφανείας, πλεῖον ἡ πίστις τῶν τακτικῶν ἐσπουδάζετο. Καὶ ἴσως οὐκ ἄκαιρον ἕν τι κατόρθωμα τῆς πίστεως τῶν ἀνδρῶν ἐκείνων ἐν παραδρομῇ διηγήσασθαι. Συστάντος γὰρ αὐτοῖς ποτε τοῦ πρὸς τοὺς βαρβάρους πολέμου, καὶ τῶν ἐπικαίρων πάντων προκαταληφθέντων ὑπὸ τῆς τῶν ἐναντίων στρατιᾶς, καὶ τῶν ὑδάτων ἐν τῇ τῶν ἐχθρῶν ἐξουσίᾳ γεγενημένων, εἰς ἔσχατον ἐλθόντες κίνδυνον, εἴτε δι᾽ ἀπειρίαν τῶν τὰ ἡμέτερα στρατηγούντων, εἴτε διά τινα κρείττονα καὶ θειοτέραν οἰκονομίαν, ὡς ἂν μάλιστα καὶ διὰ τούτου φανείη τῶν Χριστιανῶν τὸ πρὸς τοὺς ἀλλοφύλους διάφορον· ἐπειδὴ οὐκ εἶχον ὅ τι χρήσονται τοῖς παροῦσι, καὶ πολλή τις ἦν ἡ ἀμηχανία, οὐδεμιᾶς αὐτοῖς πίδακος ἢ ἀποῤῥοίας ὑδάτων ἐμφαινομένης τῷ τόπῳ, καὶ κίνδυνος ἦν ὑποκύψαι τοῖς ἐναντίοις ἐκπολιορκηθέντας τῷ δίψει· τότε καταλιπόντες οἱ γενναῖοι τὴν ἐκ τῶν ὅπλων βοήθειαν, ἔγνωσαν τὴν ἄμαχον καὶ ἀκαταγώνιστον ἐν τοῖς φοβεροῖς ἐπικαλέσασθαι συμμαχίαν. Ἀφέντες γὰρ ἐπὶ τοῦ στρατοπέδου τοὺς μήπω παραδεδεγμένους τὴν πίστιν, καὶ ἐφ᾽ ἑαυτῶν ἰδιάσαντες, μιμοῦνται τὴν ἐπὶ Ἠλίου τοῦ προφήτου γενομένην θαυματουργίαν, κοινῇ τῇ φωνῇ καὶ συντεταγμένῃ λύσιν αὐτοῖς ἐξ ἀμηχάνων γενέσθαι τῆς συμφορᾶς αἰτησάμενοι.

Καὶ οἱ μὲν ηὔχοντο· ἡ δὲ εὐχὴ παραχρῆμα ἔργον ἐγίνετο. Ἔτι γὰρ αὐτῶν τῇ γονυκλισίᾳ προσκαρτερούντων, πνεύματι βιαίῳ νεφέλη ποθὲν ἀποληφθεῖσα, μετέωρος ὑπὲρ τὸ τῶν πολεμίων στρατόπεδον ἵστατο· εἶτα βροντὰς ἐξαισίους ἐπικτυπήσασα, καὶ ἀστραπὰς φλογώδεις κατὰ τῶν ὑποκειμένων ἐξάψασα, κατεῤῥήγνυεν ὕδωρ ποταμῶν ἀφθονώτερον· ὥστε τοῖς μὲν ὑπεναντίοις, καὶ τῶν σκηπτῶν τὴν συνέχειαν, καὶ τὸ πλῆθος τῆς ἐπομβρίας αἴτιον γενέσθαι παντελοῦς καταφθορᾶς· τούτοις δὲ τοῖς διὰ τῶν εὐχῶν παραταξαμένοις, ἱκανὸν πρὸς ἀμφότερα γενέσθαι, πρός τε τὴν νίκην τῶν ἀντιτεταγμένων, καὶ πρὸς τὴν παραμυθίαν τῆς δίψης, τῆς τῶν χειμάῤῥων ἀποῤῥοῆς ἀφθόνως αὐτοῖς τὸν πότον χορηγούσης. Τούτοις τοίνυν συνετάχθη ὁ ἡμέτερος τῆς στρατιᾶς χορὸς, ἀπ᾽ ἐκείνων τῶν διηγημάτων καὶ αὐτοὶ περὶ τὴν πίστιν κυρωθέντες, καὶ τοῖς ὁμοίοις ἐντραφέντες ἐπιτηδεύμασιν, εἰς τοσοῦτον μεγαλοφυΐας ἐπήρθησαν, ὥστε τῷ περιόντι τῆς ἀρετῆς καθ᾽ ἑαυτῶν ἀναστῆσαι τὸν φθόνον.

Καθάπερ γὰρ ἐπὶ τῶν νῦν ὑπαναγνωσθέντων ἡμῖν ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐμάθομεν, ὅτι ἀδίκημα ἑαυτοῦ ἐποίει ὁ ἀντίπαλος τῆς ἀνθρωπίνης ζωῆς τὴν τοῦ Ἰὼβ εὐδοκίμησιν, καὶ διὰ τοῦτο ἐξῃτεῖτο πρὸς αἰκισμὸν, ὅτι ἐλύπει αὐτὸν ὁ Ἰὼβ, ἀληθινὸς καὶ δίκαιος καὶ ἄμεμπτος ὤν· τὸν αὐτὸν τρόπον εἶδε πονηρῷ τῷ ὀφθαλμῷ ὁ τοῖς ἀγαθοῖς ἐπιφυόμενος τοὺς μεγάλους τούτους ἀγωνιστὰς, καὶ οὐκ ἤνεγκε πολιὰν ἠθῶν ἐν ἡλικίας νεότητι βλέπων. Εἶδε σωμάτων ἄνθος, ἐν σωφροσύνῃ κοσμούμενον· εἶδεν ἐνόπλιόν τινα χοροστασίαν, διὰ τῆς στρατιᾶς αὐτοὺς τῷ Θεῷ χορεύοντας, καλοὺς προσιδεῖν, βλοσυροὺς τὸ ὄμμα, γαύρους τὸ φρόνημα, τάχος ποδῶν, περιουσίαν δυνάμεως, συμμετρίαν μελῶν, ἐν πᾶσι τοῖς προσοῦσιν αὐτοῖς προτερήμασι τὴν τῆς ψυχῆς ἀρετὴν τῆς σωματικῆς εὐκληρίας ὑπεραστράπτουσαν.

Ἐμπεριπατεῖ καὶ δι᾽ ἐκείνων τῷ φθόνῳ, ὁ ἐμπεριπατῶν τὴν οἰκουμένην. Εἶδεν οὐχ ἕνα ἄνθρωπον ἀληθινὸν, ἀλλὰ σύστημα θεῖον τοσούτων ἀνθρώπων, πάντων ἀληθινῶν, δικαίων, θεοσεβῶν· ἐξαιτεῖται κἀκείνους εἰς τὸ ἴδιον βούλημα. Καὶ πρῶτον μὲν εἰδωλομανοῦντι τῷ τῆς στρατιᾶς ἄρχοντι σύμβουλος γίνεται, μὴ ἂν ἄλλως ὑπερσχεῖν τῆς κατὰ τῶν βαρβάρων νίκης, εἰ μὴ τοὺς τὸ ὄνομα τοῦ Χριστοῦ προσκυνοῦντας προθύσαιτο.

Ἀναδειχθέντων δὲ τούτων ὡς τάχιστα διὰ τῆς ἀγαθῆς ὁμολογίας, καὶ αὐτομολούντων πρὸς τὴν διὰ τοῦ πάθους τελείωσιν, τὸ μὲν εὐθὺς ἐπαγαγεῖν τὸν διὰ τοῦ ξίφους θάνατον (ὥς τι φιλάνθρωπον) ὁ Ἐχθρὸς παρῃτήσατο, δεσμοῖς δὲ τοῖς ἐκ σιδήρου καταπιέσας, ταύτην ἐποιεῖτο τὴν τῆς τιμωρίας ἀρχήν. Τοῖς δὲ ἦν ἄρα καὶ ὁ δεσμὸς ἐγκαλλώπισμα, καὶ θέαμα γλαφυρὸν καὶ ἡδὺ Χριστιανῶν ὀφθαλμοῖς, νεότης ἐξειλεγμένη ἀριθμῷ τοσούτῳ, κάλλει διαπρεπὴς, ἡλικίᾳ ὑπὲρ τοὺς ἄλλους, πάντες κατὰ ταὐτὸν μετ᾽ ἀλλήλων τῷ δεσμῷ συνηρμόζοντο, ὥσπερ τις στέφανος ἢ ὅρμος περιαυχένιος ἰσομεγέθεις μαργαρίτας ἐν κύκλῳ διειλημμένους ἔχων· τοιοῦτοι ἦσαν οἱ ἅγιοι, καὶ διὰ πίστεως ἡνωμένοι, καὶ διὰ τῶν δεσμῶν πρὸς ἀλλήλους σφιγγόμενοι. Ὄντες γὰρ καὶ καθ᾽ ἑαυτὸν ἕκαστος καλοί, προσθήκη τοῦ κάλλους ἀλλήλοις ἐγίνοντο.

Οἷον ἐπὶ τῶν οὐρανίων συμβαίνει θαυμάτων, ὅταν δι᾽ αἰθρίας καὶ καθαρᾶς ἡ τῶν ἀστέρων χάρις δι᾽ ἀλλήλων ποικίλληται, ἑκάστου τὴν οἰκείαν αἴγλην εἰς τὸν κοινὸν κόσμον τοῦ οὐρανοῦ συνεισφέροντος. Τοιοῦτον ἦν τῶν ἁγίων τὸ θέαμα, ὄντως, καθώς φησί που Ἰεζεκιὴλ ὁ προφήτης, ὅρασις λαμπάδων συστρεφομένων. Ἐμφιλοχωρεῖ ὁ λόγος τῷ κάλλει τῆς ὥρας. Οἶδεν γὰρ, καθὼς ἡ Σοφία φησὶν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων καὶ τὸ ἐν κρυπτῷ κάλλος ἀναλογίζεσθαι, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς καθαρότης διὰ τοῦ φαινομένου διέλαμπε, καὶ ὁ φαινόμενος ἄνθρωπος ἄξιον ἦν τοῦ ἀφανοῦς οἰκητήριον. Ὡς καλὸν τοίνυν ἦν τότε τοῖς ὁρῶσι τὸ θέαμα! καλὸν λέγω τοῖς τὰ καλὰ βλέπειν ἐθέλουσι, καλὸν ἀγγέλοις, καλὸν ταῖς ὑπερκοσμίαις δυνάμεσι· πικρὸν δὲ τοῖς δαίμοσι, καὶ ὅσοι τὰ τῶν δαιμόνων ἠσπάζοντο, ἄνθρωποι (εἴπερ ἄνθρωποι, οἱ τοσοῦτον ἀνεστηκότες τῷ μεγαλείῳ τῆς φύσεως) στρατιῶται τοῦ Χριστοῦ, τοῦ ἁγίου Πνεύματος ὁπλῖται, τῆς πίστεως πρόμαχοι, πύργοι τῆς θείας πόλεως· οἳ πᾶσαν αἰκισμῶν τιμωρίαν, πᾶσαν φόβων ἐπανάστασιν, πᾶσαν ἀπειλῆς προσβολὴν, ὥς τινα παιδίων ἄνοιαν κατεχλεύαζον· καθάπερ οὐχὶ τὰ σώματα ταῖς αἰκίαις ἐκδόντες, ἀλλὰ τὰς τῶν σωμάτων σκιάς· οἳ σαρκὶ τὴν σάρκα καταπαλαίσαντες, καὶ τῇ πρὸς τὸν θάνατον ὑπεροψίᾳ πάντων τῶν τυραννικῶν φόβων ὑπερφρονήσαντες, ὑψηλότεροι τῶν ἀνθρωπίνων μέτρων ἐδείχθησαν.

Ὢ καλῶς τοῖς σωματικοῖς τροπαίοις ἐμμελετήσαντες! Ὢ καλῶς μετενεγκόντες τὴν τοῦ πολεμεῖν ἐμπειρίαν εἰς τὴν κατὰ τοῦ διαβόλου παράταξιν· οὐ ξίφει τὰς χεῖρας ὁπλίσαντες, οὐδὲ τὸν ἐκ τοῦ ξύλου θυρεὸν προβαλλόμενοι, οὐδὲ χαλκῇ περικεφαλαίᾳ, καὶ κνήμεσι περιφραξάμενοι, ἀλλὰ τὴν τοῦ Θεοῦ πανοπλίαν ἀναλαβόντες, ἣν διαγράφει ὁ στρατηγὸς τῆς Ἐκκλησίας, ὁ θεῖος Ἀπόστολος, θυρεὸν, καὶ θώρακα, καὶ περικεφαλαίαν, καὶ μάχαιραν· οὕτως ἐχώρουν κατὰ τῆς ἐναντίας δυνάμεως. Ἐστρατήγει δὲ τούτων μὲν ἡ οὐρανία χάρις· τῆς δὲ τοῦ διαβόλου παρατάξεως, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος. Τόπος δὲ τῆς παρατάξεως αὐτοῖς, τὸ τῶν μιαιφόνων δικαστήριον ἦν· ἐν ἐκείνῳ συστάντες διηγωνίζοντο, οἱ μὲν ἀπειλαῖς ἀκροβολιζόμενοι, οἱ δὲ διὰ τῆς ὑπομονῆς ἀμυνόμενοι.

Πρότασις ἦν παρὰ τῶν ὑπεναντίων, ἐξόμνυσθαι τὴν εἰς τὸν Κύριον πίστιν, ἢ ζημιοῦσθαι θανάτῳ. Ἀπόκρισις παρὰ τῶν ἀριστέων, μέχρι θανάτου παραμένειν τῷ λόγῳ. Πῦρ ἐπὶ τούτοις ἠπείλητο, καὶ ξίφος, καὶ βάραθρον, καὶ ὅσα ἄλλα τῶν κολαστηρίων ὀνόματα. Μία φωνὴ πρὸς ταῦτα πάντα ἠκούετο, Χριστὸς ἐν τοῖς στόμασι τῶν ἁγίων ὁμολογούμενος. Αὕτη ἦν ἡ τῶν ἐναντίων πληγή. Ταύτην προέτεινον κατὰ τοῦ ἐχθροῦ τὴν αἰχμήν. Διὰ ταύτης τῆς φωνῆς μέσην ἐτρώθη τὴν καρδίαν ὁ Ἀντικείμενος. Οὗτος ὁ λίθος ἐστὶν ὁ ἐν τῇ χειρὶ τοῦ Δαβὶδ σφενδονούμενος, ὁ τυχὼν τῆς περικεφαλαίας τοῦ Ἀντικειμένου. Ἡ γὰρ τοῦ Χριστοῦ ὁμολογία, σφενδόνη γίνεται τοῦ καλοῦ στρατιώτου.

Πίπτει ὁ Ἐχθρὸς, καὶ ἀκέφαλος γίνεται. Ἀλλὰ παρηνέχθη ἀφηνιάσας ὁ λόγος, καὶ ὑπὲρ τοὺς ὅρους ἐξάλλεται, καὶ τῶν ἀῤῥήτων κατατολμᾶ, καὶ λέγειν προάγεται, ὡς παρείθεα τῆς τῶν ἀοράτων γενόμενος, ὅτι ἐπὶ τῇ τοιαύτῃ φωνῇ τῇ τὸν Χριστὸν ἐν παῤῥησίᾳ ὁμολογούσῃ, κρότος μὲν ἦν ἄνω καὶ ἔπαινος παρὰ τῶν ἁγίων ἀγγέλων, εὐφημία δὲ τῶν πολιτῶν τῆς οὐρανίας πόλεως ἐπικροτούντων τῷ κατορθώματι, χαρὰ δὲ πάσης τῆς ἐν οὐρανῷ πανηγύρεως. Οἷον γὰρ συνέστη τότε τοῖς ἀγγέλοις ἐν τῷ κόσμῳ τῶν ἀνθρώπων τὸ θέατρον! οἵαν εἶδον συμπλοκὴν τοῦ διαβόλου καὶ τῶν ἀνθρώπων, οἱ θεαταὶ τῆς ἡμετέρας ζωῆς!