Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολαί

Γρηγόριος ὁ Νύσσης

Απολογία της ορθοδόξου πίστεως προς τους δυσπιστούντας

Η τελική ανασκευή των κατηγοριών περί παρέκκλισης από την πίστη της Νικαίας, η κατάδειξη του μυστηρίου του βαπτίσματος και ο σαφής αναθεματισμός των αρειανικών και τριθεϊστικών πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 11 από 11

ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ 〈αὐτοῦ πίστει, παρὰ τῶν〉 κατὰ Σεβάστειαν αἰτηθεῖσα Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κατασκευαζομένης καθ᾽ ἡμῶν δυσφημίας παρὰ τῶν μισούντων τὴν εἰρήνην καὶ καταλαλούντων λάθρᾳ τῶν πλησίον αὐτῶν καὶ μὴ φοβουμένων τὸ φοβερὸν καὶ μέγα κριτήριον τοῦ ἐπαγγειλαμένου καὶ περὶ τῶν ἀργῶν ῥημάτων ἀπαιτήσειν τὸν λόγον ἐν τῇ προσδοκωμένῃ τῆς ζωῆς ἡμῶν ἐξετάσει, λέγοντες τὰ περιθρυλούμενα καθ᾽ ἡμῶν ἐγκλήματα εἶναι τοιαῦτα, ὅτι ἡμεῖς ὑπεναντία φρονοῦμεν τοῖς κατὰ Νίκαιαν ἐκθεμένοις τὴν ὀρθὴν καὶ ὑγιαίνουσαν πίστιν καὶ ὅτι τοὺς ἐν Ἀγκύρᾳ ἐπ᾽ ὀνόματι Μαρκέλλου ποτὲ τὴν σύναξιν ἔχοντας ἀκρίτως καὶ ἀνεξετάστως εἰς τὴν κοινωνίαν τῆς καθολικῆς ἐκκλησίας παρεδεξάμεθα. ἵνα οὖν μὴ κατακρατῇ τῆς ἀληθείας τὸ ψεῦδος, δι᾽ ἑτέρων γραμμάτων αὐτάρκη ἐποιησάμεθα τὴν ὑπὲρ τῶν ἐπενεχθέντων ἡμῖν ἐγκλημάτων ἀπολογίαν, καὶ ἐπὶ τοῦ κυρίου διεβεβαιωσάμεθα μήτε τῆς πίστεως τῶν ἁγίων πατέρων ἐκβεβηκέναι μήτε περὶ τῶν προσθεμένων ἐκ τῆς Μαρκέλλου συνάξεως εἰς τὴν ἐκκλησιαστικὴν κοινωνίαν ἀκρίτως καὶ ἀνεξετάστως τι πεποιηκέναι· ἀλλὰ τῶν κατὰ 〈τὴν〉 Ἀνατολὴν ὀρθοδόξων 〈ἀδελφῶν〉 καὶ συλλειτουργῶν ἐπιτρεψάντων βουλεύσασθαι τὰ περὶ τῶν ἀνθρώπων καὶ τοῖς γεγενημένοις συναινεσάντων, πάντα ἐπράξαμεν.

ἐπειδὴ δὲ τὴν ἀπολογίαν ἐκείνην ἔγγραφον ἡμῶν ποιησαμένων, πάλιν τινὲς τῶν ὁμοψύχων ἀδελφῶν ἰδίως ἐκ τῆς ἡμετέρας φωνῆς ἐπεζήτησαν γενέσθαι τὴν τῆς πίστεως ἔκθεσιν καθ᾽ ἣν πεπληροφορήμεθα, ταῖς θεοπνεύστοις φωναῖς καὶ τῇ παραδόσει τῶν πατέρων ἀκολουθοῦντες ἀναγκαῖον ἐλογισάμεθα καὶ περὶ τούτων βραχέα διαλεχθῆναι.

Ἡμεῖς τὴν τοῦ κυρίου διδασκαλίαν, ἣν πρὸς τοὺς μαθητὰς ἐποιήσατο παραδιδοὺς αὐτοῖς τὸ τῆς εὐσεβείας μυστήριον, θεμέλιον εἶναι καὶ ῥίζαν τῆς ὀρθῆς καὶ ὑγιαινούσης πίστεως ὁμολογοῦμεν, καὶ οὔτε ὑψηλότερον τῆς παραδόσεως ἐκείνης οὔτε ἀσφαλέστερον ἄλλο τι εἶναι πιστεύομεν. ἡ δὲ τοῦ κυρίου διδασκαλία ἐστὶν αὕτη· Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

ἐπειδὴ τοίνυν ἡ ζωοποιὸς δύναμις ἐπὶ τῶν ἐκ τοῦ θανάτου πρὸς τὴν αἰώνιον ζωὴν ἀναγεννωμένων διὰ τῆς ἁγίας τριάδος παραγίνεται τοῖς μετὰ πίστεως καταξιουμένοις τῆς χάριτος, καὶ ὁμοίως ἀτελὴς ἡ χάρις ἑνός τινος οἵου δήποτε τῶν ἐκ τῆς ἁγίας τριάδος ὀνομάτων παραλειφθέντος ἐν τῷ σωτηρίῳ βαπτίσματι—οὐ γὰρ χωρὶς πατρὸς ἐν μόνῳ υἱῷ καὶ πνεύματι τὸ μυστήριον τελεῖται τῆς ἀναγεννήσεως, οὔτε υἱοῦ σιωπηθέντος ἐν πατρὶ καὶ πνεύματι τὸ τέλειον τῆς ζωῆς παραγίνεται τῷ βαπτίσματι, οὔτε ἐν πατρὶ καὶ υἱῷ παρεθέντος τοῦ πνεύματος ἐκτελεῖται ἡ τῆς ἀναστάσεως χάρις—, διὰ τοῦτο πᾶσαν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν τῆς τῶν ψυχῶν ἡμῶν σωτηρίας ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἔχομεν διὰ τῶν ὀνομάτων τούτων γνωριζομένην· καὶ πιστεύομεν εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ εἰς τὸν μονογενῆ υἱὸν τοῦ πατρός, ὅς ἐστιν 〈ὁ〉 ἀρχηγὸς τῆς ζωῆς, καθώς φησιν ὁ ἀπόστολος, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, περὶ οὗ εἶπεν ὁ κύριος ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν.

καὶ ἐπειδὴ τοῖς λυτρωθεῖσιν ἡμῖν ἀπὸ τοῦ θανάτου ἡ χάρις τῆς ἀφθαρσίας διὰ τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστεως ἐν τῷ σωτηρίῳ βαπτίσματι, καθὼς εἰρήκαμεν, παραγίνεται, ἐκ τούτων ὁδηγούμενοι οὐδὲν δοῦλον οὐδὲ κτιστὸν οὐδὲ τῆς μεγαλειότητος τοῦ πατρὸς ἀνάξιον τῇ ἁγίᾳ τριάδι συναριθμεῖσθαι πιστεύομεν, ἐπειδὴ μία ἐστὶν ἡ ζωὴ ἡμῶν ἡ διὰ τῆς εἰς τὴν ἁγίαν τριάδα πίστεως εἰς ἡμᾶς παραγενομένη, ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων πηγάζουσα, διὰ δὲ τοῦ υἱοῦ προϊοῦσα, ἐν δὲ τῷ ἁγίῳ πνεύματι ἐνεργουμένη. ταύτην οὖν ἔχοντες τὴν πληροφορίαν βαπτιζόμεθα μὲν ὡς προσετάχθημεν, πιστεύομεν δὲ ὡς βαπτιζόμεθα, δοξάζομεν δὲ ὡς πιστεύομεν, ὥστε ὁμοφώνως τὸ βάπτισμα καὶ τὴν πίστιν καὶ τὴν δόξαν εἰς πατέρα εἶναι καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. εἰ δέ τις δύο ἢ τρεῖς θεοὺς ἢ τρεῖς θεότητας λέγει, ἀνάθεμα ἔστω· καὶ εἴ τις κατὰ τὴν Ἀρείου διαστροφὴν ἐκ μὴ ὄντων λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι, ἀνάθεμα ἔστω.

ὅσοι δὲ τῷ κανόνι τῆς ἀληθείας στοιχήσουσι καὶ τὰς τρεῖς ὁμολογοῦσιν ὑποστάσεις εὐσεβῶς ἐν τοῖς ἑαυτῶν ἰδιώμασι γνωριζομένας καὶ μίαν πιστεύουσιν εἶναι θεότητα μίαν ἀγαθότητα μίαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ οὕτως τὸ τῆς μοναρχίας οὐκ ἀθετοῦσι κράτος καὶ οὔτε εἰς πολυθεΐαν ἐκπίπτουσιν οὔτε τὰς ὑποστάσεις συγχέουσιν οὔτε ἐξ ἑτερογενῶν καὶ ἀνομοίων τὴν ἁγίαν τριάδα συντίθενται, ἀλλ᾽ ἐν ἁπλότητι δέχονται τὸ τῆς πίστεως δόγμα πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι καταπιστεύοντες, οὗτοι κατὰ τὴν ἡμετέραν κρίσιν τὰ αὐτὰ φρονοῦσι, μεθ᾽ ὧν καὶ ἡμεῖς ἔχειν ἐν κυρίῳ μέρος εὐχόμεθα.