Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολαί

Γρηγόριος ὁ Νύσσης

Περιγραφή του φυσικού κάλλους των Ουανώτων και επιστολές προς επισκόπους

Η εγκωμιαστική περιγραφή του τόπου και των κτημάτων των Ουανώτων στην επιστολή προς τον Αδέλφιο, ακολουθούμενη από σύντομες ποιμαντικές επιστολές και παρακλήσεις για προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 11

Πρὸς Ἀδέλφιον σχολαστικόν Ἐκ τῶν ἱερῶν Οὐανώτων, εἴ γε μὴ ἀδικῶ καλῶν ἐπιχωρίως τὸν τόπον, ταύτην σοι τὴν ἐπιστολὴν διεχάραξα· ἀδικεῖν δέ φημι τὸν χῶρον, ὅτι μηδὲν ἔχει γλαφυρὸν ἡ ἐπωνυμία, καὶ ἡ τοσαύτη τοῦ τόπου χάρις οὐ συνεμφαίνεται τῷ Γαλατικῷ τούτῳ προσρήματι, ἀλλ᾽ ὀφθαλμῶν ἐστι χρεία τῶν ἑρμηνευόντων τὴν χάριν. πολλὰ γὰρ ἐγὼ καὶ παρὰ πολλοῖς ἤδη τεθεαμένος, πολλὰ δὲ καὶ διὰ τῆς τῶν λόγων ὑπογραφῆς ἐν τοῖς διηγήμασι τῶν ἀρχαίων κατανοήσας, λῆρον ἡγοῦμαι τὰ πάντα ὅσα τε εἶδον καὶ ὅσα ἤκουσα συγκρίσει τῶν τῇδε καλῶν. οὐδὲν ἐκεῖνος ὁ Ἑλικών· μῦθος τῶν μακάρων αἱ νῆσοι· μικρόν τι χρῆμα τὸ πέδον τὸ Σικυώνιον· κόμπος τις ἄλλως ποιητικὸς τὰ κατὰ τὸν Πηνειὸν διηγήματα, ὅν φασι πλουσίῳ τῷ ῥείθρῳ τὰς ἐκ πλαγίων ὄχθας ὑπερχεόμενον τὰ πολυύμνητα πεδία τοῖς Θετταλοῖς ἀπεργάζεσθαι. τί γὰρ τοιοῦτόν ἐστιν παρ᾽ ἑκάστῳ τῶν εἰρημένων, οἷον ἡμῖν ἡ Οὐάνωτα τοῖς οἰκείοις ἐπεδείξατο κάλλεσιν; εἴτε γάρ τις τὴν φυσικὴν ἐπιζητοίη τοῦ τόπου χάριν, ἀπροσδεής ἐστι τῶν ἐκ τῆς τέχνης καλῶν, εἴτε τὰ ἐκ τῆς ἐπιτεχνήσεως προσγινόμενα βλέποι, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὡς καὶ φύσεως δύνασθαι δυσκληρίαν νικῆσαι.

ἃ μὲν γὰρ ἡ φύσις τῷ τόπῳ χαρίζεται τῇ ἀκατασκεύῳ χάριτι τὴν γῆν ὡραΐζουσα, τοιαῦτά ἐστι· κάτωθεν μὲν ποταμὸς Ἅλυς ταῖς ὄχθαις καλλωπίζων τὸν τόπον, οἷόν τις ταινία χρυσῆ διὰ βαθείας ἁλουργίδος ὑποστίλβει, διὰ τῆς ἰλύος ἐρυθραίνων τὸ ῥεῖθρον· ἐκ δὲ τοῦ ἄνωθεν μέρους ὄρος ἀμφιλαφές τε καὶ λάσιον μακρᾷ τῇ ῥαχίᾳ παρατείνεται δρυσὶν ἁπανταχόθεν κατάκομον, ἄξιον Ὁμήρου τινὸς ἐπιτυχεῖν ἐπαινέτου μᾶλλον ἢ τὸ Νήριτον ἐκεῖνο τὸ Ἰθακήσιον, ὅ φησιν ὁ ποιητὴς ἀριπρεπές τε εἶναι καὶ εἰνοσίφυλλον. ἐπικατιοῦσα δὲ πρὸς τὸ πρανὲς ἡ αὐτόματος ὕλη τοῖς ἀπὸ τῆς γεωργίας κατὰ τὴν ὑπώρειαν συνάπτεται· εὐθὺς γὰρ ἄμπελοι διηπλωμέναι κατὰ τὰ πλάγιά τε καὶ ὕπτια καὶ κοῖλα τῆς ὑπωρείας, οἷον ἱμάτιόν τι χλοερὸν τὴν βαφήν, πάντα τὸν ὑποκείμενον χῶρον ἀπολαμβάνουσι· προσετίθετο δὲ τῇ ὥρᾳ καὶ ὁ καιρὸς θεσπέσιόν τι χρῆμα τῶν βοτρύων ὑποδεικνύς, ὃ δὴ καὶ μᾶλλον εἰς ἔκπληξιν ἤγαγεν, ὅτι τῆς γείτονος χώρας ἐν ὄμφακι τὸν καρπὸν δεικνυούσης, ἐνταῦθα κατατρυφᾶν ἐξῆν τῶν βοτρύων καὶ κατ᾽ ἐξουσίαν ἐμφορεῖσθαι τῆς ὥρας.

εἶτα πόρρωθεν ἡμῖν οἷόν τις πυρσὸς ἐκ φρυκτωρίας μεγάλης ἡ τῶν οἰκοδομημάτων χάρις ἐπέλαμπεν, 〈ἐν〉 ἀριστερᾷ μὲν εἰσιόντων ὁ εὐκτήριος οἶκος τοῖς μάρτυσιν ἡτοιμασμένος, οὔπω μὲν τὸ τέλειον τῆς δομήσεως ἔχων ἀλλ᾽ ἔτι τῷ ὀρόφῳ λειπόμενος, λάμπων δὲ ὅμως· κατ᾽ εὐθὺ δὲ ἦν τῆς ὁδοῦ τὰ τῆς οἰκήσεως κάλλη, ἄλλο πρὸς ἄλλο τι τῶν κατὰ τρυφὴν ἐπινενοημένων μεμερισμένα, πύργων προβολαὶ καὶ συμποσίων παρασκευαὶ ἐν εὐρυχώροις τε καὶ ὑψορόφοις πλατάνων στίχοις πρὸ τῶν θυρῶν στεφανοῦντες τὴν εἴσοδον, εἶτα περὶ τοὺς οἴκους οἱ Φαιάκιοι κῆποι. μᾶλλον δὲ μὴ ὑβριζέσθω τῇ πρὸς ἐκεῖνα συγκρίσει τὰ Οὐανώτων κάλλη· οὐκ εἶδεν Ὅμηρος τὴν ἐνταῦθα μηλέαν τὴν ἀγλαόκαρπον πρὸς τὴν τοῦ ἰδίου ἄνθους χροιὰν τῷ ὑπερβάλλοντι τῆς εὐχροίας ἐπανιοῦσαν, οὐκ εἶδε τὴν ὄγχνην λευκοτέραν τοῦ νεοξέστου ἐλέφαντος. τί δ᾽ ἄν τις εἴποι τῆς Περσικῆς ὀπώρας τὸ ποικίλον τε καὶ πολυειδὲς καὶ ἐξ ἑτερογενῶν συμμεμιγμένον καὶ σύνθετον; ὥσπερ γὰρ οἱ τοὺς τραγελάφους καὶ ἱπποκενταύρους καὶ τὰ τοιαῦτα μιγνύντες ἐκ διαφόρων καὶ τὴν φύσιν παρασοφιζόμενοι γράφουσιν, οὕτω καὶ ἐπὶ τῆς ὀπώρας ταύτης τὸ μὲν πρὸς ἀμυγδαλῆν, τὸ δὲ πρὸς κάρυον, ἕτερον δὲ πρὸς τὸ δωράκινον κατά τε τὸ ὄνομα καὶ τὴν γεῦσιν μεμιγμένον τυραννηθεῖσα παρὰ τῆς τέχνης ἡ φύσις ἐποίησε· καὶ ἐπὶ πᾶσι τούτοις τὸ ἐφ᾽ ἑκάστῳ πλῆθος ὑπὲρ τὸ κάλλος ἐδείκνυτο.

ἀλλὰ καὶ τὴν ἐν τῇ φυτείᾳ διάθεσιν καὶ τὴν εὔρυθμον ζωγραφίαν ἐκείνην (ἀληθῶς γὰρ γραφέως μᾶλλον ἢ γεωπόνου τὸ θαῦμα, οὕτω τῇ ἐπιθυμίᾳ τῶν ταῦτα διατιθέντων ἡ φύσις εὐκόλως ἐπηκολούθησεν) οὐκ οἶμαι δυνατὸν εἶναι διὰ λόγων ἐνδείξασθαι. τὴν δὲ ὑπὸ τὰς ἀναδενδράδας ὁδὸν καὶ τὴν γλυκεῖαν ἐκείνην ἐκ τῶν βοτρύων σκιὰν καὶ τὴν καινὴν ἐκ πλαγίων τειχοποιΐαν, ῥόδων ὅρπηξι καὶ κληματίσιν ἀμπέλων ἀλλήλαις συνδιαπλεκομένων καὶ ἀντὶ τοίχων διατειχιζόντων τὴν ἐπὶ τὰ πλάγια πάροδον, τήν τε κατὰ τὸ ἄκρον τοῦ τοιούτου δρόμου κολυμβήθραν τοῦ ὕδατος καὶ τοὺς ἐν αὐτῷ τρεφομένους ἰχθύας τίς ἂν ἐνδείξαιτο πρὸς ἀξίαν τῷ λόγῳ; ἐν γὰρ τούτοις πᾶσι μετά τινος ἐλευθερίου φιλοφροσύνης οἱ τὴν οἰκίαν ἐπιτροπεύοντες τῆς εὐγενείας σου κατὰ σπουδὴν περιηγοῦντο, καὶ ὑπεδείκνυον τὰ καθ᾽ ἕκαστον τῶν σοι πεπονημένων, ἐπιδεικνύμενοι ὡς ἂν αὐτῷ σοι δι᾽ ἡμῶν χαριζόμενοι. ἔνθα καί τις τῶν νεανίσκων, καθάπερ τις θαυματοποιός, ἐπεδείξατο ἡμῖν θέαμα μὴ λίαν ἐπιχωριάζον τῇ φύσει· καταβὰς γὰρ ἐπὶ τὸ βάθος, κατ᾽ ἐξουσίαν ἀνῃρεῖτο τῶν ἰχθύων τοὺς κατὰ γνώμην, κἀκεῖνοι πρὸς τὴν ἐπαφὴν τοῦ ἁλιέως οὐκ ἐξενίζοντο, οἷόν τινες χειροήθεις σκύλακες τιθασοὶ ὄντες τῇ χειρὶ τοῦ τεχνίτου καὶ ὑποχείριοι.

εἶτά με παρῆγον ἐπί τινα οἶκον, δῆθεν ὡς ἀναπαυσόμενον· οἶκον γὰρ ἐνεδείκνυτο ἡμῖν ἡ εἴσοδος, ἀλλ᾽ ἐντὸς τῆς θύρας γενομένους ἡμᾶς οὐχὶ οἶκος ἀλλὰ στοὰ διεδέξατο· ἡ δὲ στοὰ μετέωρος ἦν λίμνῃ βαθείᾳ ἐκ πολλοῦ τοῦ ὕψους ἐπῃωρημένη. προσεκλύζετο δὲ τῷ ὕδατι ἡ κρηπὶς ἡ τὴν στοὰν ἀνέχουσα τριγώνῳ τῷ σχήματι, οἷόν τι προπύλαιον τῆς ἔνδον τρυφῆς. κατ᾽ εὐθεῖαν γὰρ ἐπὶ τὰ ἐντὸς οἶκός τις τὴν τοῦ τριγώνου προβολὴν διεδέχετο ὑψηλὸς τὸν ὄροφον, πανταχόθεν ταῖς τοῦ ἡλίου ἀκτῖσι περιλαμπόμενος, γραφαῖς ποικίλαις διηνθισμένος· ὥστε ἡμᾶς περὶ τὸν τόπον τοῦτον λήθην μικροῦ δεῖν τῶν προλαβόντων ποιήσασθαι· ὁ οἶκος πρὸς ἑαυτὸν ἐπεσπάσατο, ἡ στοὰ πάλιν 〈ἡ〉 ἐπὶ λίμνῃ ἴδιόν τι θέαμα ἦν· οἱ γὰρ βέλτιστοι ἰχθύες, ὥσπερ ἐξεπίτηδες τοὺς χερσαίους ἡμᾶς διαπαίζοντες, ἐκ τῶν βυθῶν ἐπὶ τὴν ἐπιφάνειαν ἀνενήχοντο, οἷόν τινες πτηνοὶ καὶ αὐτοῦ τοῦ ἀέρος κατασκιρτῶντες· ἡμιφανεῖς γὰρ γινόμενοι καὶ διακυβιστῶντες τὸν ἀέρα, πάλιν εἰς τὸν βυθὸν κατεδύοντο. ἄλλοι δὲ κατ᾽ ἀγέλας στοιχηδὸν ἀλλήλοις ἑπόμενοι θέαμα τοῖς ἀήθεσιν ἦσαν· ἦν δὲ ἰδεῖν ἑτέρωθι ἄλλην ἰχθύων ἀγέλην βοτρυδὸν περὶ τρύφος ἄρτου πεπυκνωμένους καὶ ἄλλον ὑπ᾽ ἄλλου παρωθουμένους καὶ ἕτερον ἐφαλλόμενον καὶ ἄλλον ὑποδυόμενον.

ἀλλὰ καὶ τούτων ἐποίει λήθην ἐν κληματίσι καὶ ταλάροις ὁ βότρυς ἡμῖν εἰσκομιζόμενος καὶ ἡ ποικίλη τῆς ὀπώρας φιλοτιμία καὶ ἡ τοῦ ἀρίστου παρασκευὴ καὶ τὰ ποικίλα ὄψα καὶ καρυκεῖαι καὶ πέμματα καὶ φιλοτησίαι καὶ κύλικες.

Ἐπεὶ οὖν ἤδη μετὰ τὸν κόρον πρὸς ὕπνον κατεφερόμην, παραστησάμενος τὸν ὑπογράφοντα, ταύτην σου τῇ λογιότητι καθάπερ ἐνύπνιον τὴν ἐπιστολὴν ἀπελήρησα· εὔχομαι δὲ μὴ διὰ χάρτου καὶ μέλανος, ἀλλὰ δι᾽ αὐτῆς τῆς ἐμαυτοῦ φωνῆς τε καὶ γλώττης τὰ παρὰ σοὶ καλά σοί τε αὐτῷ καὶ τοῖς ἀγαπῶσί σε διὰ παντὸς διηγεῖσθαι.

Ἀβλαβίῳ [ἐπισκόπῳ] Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη· ὅταν τῆς μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται, τότε μύρῳ τὰς πτέρυγας αὐτῆς ὑποχρίσαντες ἐῶσι συναγελασθῆναι ταῖς ἔξωθεν· ἡ δὲ τοῦ μύρου τῇ εὐωδίᾳ τὴν αὐτόνομον ταύτην ἀγέλην τιθασὸν ποιεῖται τῷ προεμένῳ· πρὸς γὰρ τὰς εὐπνοούσας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε καὶ εἰσοικίζονται. τί δὲ βουλόμενος ἐντεῦθεν προοιμιάζομαι; ὅτι τὸν υἱὸν Βασίλειον τόν ποτε Διογένην τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτῷ συναναπτῆναι καὶ καταλαβεῖν τὴν καλιάν, ἣν παρ᾽ ἡμῖν ὁ προειρημένος ἐπήξατο. εἰ ταῦτα γένοιτο καὶ ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν εὐγένειαν πρὸς τὸν ὑψηλότερον βίον μεταθεμένην, τὴν χρεωστουμένην παρ᾽ ἐμοῦ τῷ θεῷ εὐχαριστίαν 〈ἂν〉 ἀποπληρώσαιμι.

Τοῖς ἐπισκόποις Τρεῖς ἦσαν ἡμέραι αἱ τὸν προφήτην ἐν τῷ κήτει κατέχουσαι, ἀλλ᾽ ὅμως ὁ Ἰωνᾶς ἠκηδίασεν· ἐγὼ δὲ τοσοῦτον χρόνον ἔχω ἐν τοῖς ἀμετανοήτοις Νινευΐταις, ἐν τοῖς σπλάγχνοις τοῦ θηρίου κρατούμενος, καὶ οὔπω ἐξεμηθῆναι τῆς ἀχανοῦς ταύτης φάρυγγος ἠδυνήθην. εὔξασθε οὖν τῷ κυρίῳ τελειωθῆναι τὴν χάριν, ἵνα ἔλθῃ τὸ πρόσταγμα τὸ τῆς συνοχῆς ταύτης ῥυόμενον καὶ καταλάβω τὴν ἐμαυτοῦ σκηνὴν καὶ ὑπ᾽ αὐτὴν ἀναπαύσωμαι.

Ἀνεπίγραφος Φείδομαι πολλῶν λόγων, ἐπειδὴ φείδομαι τῶν σῶν καμάτων. ὑπομνήσθητι τῶν σεαυτοῦ, καὶ πάντα ἕξει τῷ Φαιδίμῳ καλῶς. τάχους χρεία τῇ χάριτι· μέχρι τούτου ἡμῶν ἡ παράκλησις.