Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολὴ κανονικὴ πρὸς Λητόιον

Γρηγόριος ὁ Νύσσης

Τα αμαρτήματα του επιθυμητικού μέρους

Διαχωρισμός και αξιολόγηση των σαρκικών παραπτωμάτων της πορνείας και της μοιχείας, καθώς και καθορισμός των αντίστοιχων χρόνων μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Τῶν δὲ δι᾽ ἐπιθυμίαν τε καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ἤρεσε καὶ τὸ κατὰ πορνείαν πλημμέλημα, μοιχείαν εἶναι νομίζειν, διότι μία ἐστὶν ἡ νόμιμος συζυγία, καὶ γυναικὶ πρὸς ἄνδρα, καὶ ἀνδρὶ πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον παράνομον πάντως, καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλαδὴ τὸ ἀλλότριον ἔχει· τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ Θεοῦ βοηθὸς, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφαλή.

Οὐκοῦν εἰ μέν τις τὸ ἴδιον αὐτοῦ σκεῦος, καθὼς ὀνομάζει ὁ θεῖος Ἀπόστολος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν. Εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως γενήσεται· ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἴδιον, κἂν μὴ ὁμολογούμενον ἔχει τὸν κυριεύοντα. Οὔκουν πόῤῥω τοῦ κατὰ τὴν μοιχείαν πλημμελήματος, καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λόγον ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς· ὅτι Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν· πλὴν ἀλλ᾽ ἐπειδὴ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμπεριφορὰ, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαιρέσει ταύτῃ, ὡς πορνείαν μὲν εἶναι καὶ λέγεσθαι, τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τισὶ τῆς ἐπιθυμίας ἐκπλήρωσιν· μοιχείαν δὲ, τὴν ἐπιβουλήν τε καὶ τὴν ἀδικίαν τοῦ ἀλλοτρίου. Ἐν ταύτῃ δὲ καὶ τὴν ζωοφθορίαν καὶ τὴν παιδεραστίαν εἶναι λογίζονται· διότι καὶ ταῦτα φύσεώς ἐστι μοιχεία. Εἰς γὰρ τὸ ἀλλότριόν τε καὶ παρὰ φύσιν γίνεται ἡ ἀδικία.

Ταύτης τοίνυν τῆς διαιρέσεως καὶ ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας γεγενημένης, καθολικὴ μέν ἐστι θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσσης, τῆς περὶ τὰς τοιαύτας ἡδονὰς, καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον· ἐπὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀδικία τις τῇ ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται· διὰ τοῦτο διπλάσιον ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχείᾳ μιανθεῖσι, καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοῖς, ζωοφθορίᾳ τε καὶ τῇ κατὰ τοὺς ἄῤῥενας λύσσῃ· διπλασιάζεται γὰρ, ὡς εἶπον, ἐπὶ τῶν τοιούτων ἡ ἁμαρτία. Μία μὲν ἡ κατὰ τὴν τοῦ ἀλλοτρίου ἀδικίαν συνισταμένη. Διαφορὰ δέ τίς ἐστιν ἐν τῷ λόγῳ τῆς μετανοίας, καὶ ἐπὶ τῶν κατὰ ἡδονὴν πλημμελούντων τοιαύτη. Ὁ μὲν γὰρ ἀφ᾽ ἑαυτοῦ πρὸς τὴν ἐξαγόρευσιν τῆς ἁμαρτίας ὁρμήσας, αὐτῷ τῷ καταδέξασθαι δι᾽ οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατήγορος· ὡς ἤδη τῆς θεραπείας τοῦ πάθους ἀρξάμενος, καὶ σημεῖον τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἐπιδειξάμενος, ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις. Ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἢ διά τινος ὑποψίας ἢ κατηγορίας ἀκουσίως ἀπελεγχθεὶς, ἐν ἐπιτεταμένῃ γίνεται τῇ ἐπιστροφῇ· ὥστε καθαρισθέντα δι᾽ ἀκριβείας αὐτὸν, οὕτως ἐπὶ τὴν τῶν ἁγιασμάτων κοινωνίαν παραδεχθῆναι.

Ἔστι τοίνυν ὁ κανὼν τοιοῦτος, ὥστε τοὺς ἐν πορνείᾳ μολυνθέντας, ἐν τρισὶ μὲν ἔτεσι καθόλου τῆς εὐχῆς ἀποβλήτους εἶναι· ἐν τρισὶ δὲ τῆς ἀκροάσεως μετέχειν μόνης, ἐν ἄλλοις δὲ τρισὶν ἔτεσι μετὰ τῶν ἐν τῇ ἐπιστροφῇ ὑποπιπτόντων προσεύχεσθαι, καὶ τότε μετέχειν τῶν ἁγιασμάτων.

Ἐπὶ δὲ τῶν σπουδαιότερον κεχρημένων τῇ ἐπιστροφῇ, καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον τὴν ἐκκλησιαστικὴν οἰκονομίαν, συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως, καὶ τάχιον εἰς ἐπιστροφὴν ἀγαγεῖν, καὶ πάλιν καὶ τοῦτον συντεμεῖν τὸν χρόνον, καὶ τάχιον ἀποδοῦναι τὴν κοινωνίαν, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐκκρίνῃ τὴν τοῦ θεραπευομένου κατάστασιν. Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτω τὸ ἀποστερεῖν τοῦ τιμίου μαργαρίτου τὸν ἤδη ἄνθρωπον διὰ τῆς καθαρότητός τε καὶ ἀπαθείας γενόμενον, τῶν ἀτόπων ἐστίν. Ἡ δὲ κατὰ μοιχείαν ἤτοι καὶ τὰ λοιπὰ εἴδη τῆς ἀκαθαρσίας γενομένη παρανομία, καθὼς προείρηται, κατὰ πάντα ἐν τῷ αὐτῷ κρίματι θεραπευθήσεται, ἐν ᾧ καὶ τὸ τῆς πορνείας ἄγος· τῷ δὲ χρόνῳ διπλασιάζεται. Παρατηρηθήσεται δὲ καὶ ἐπ᾽ αὐτῷ ἡ τοῦ θεραπευομένου διάθεσις, ὃν τρόπον καὶ ἐπὶ τῶν τῷ μολυσμῷ τῆς πορνείας συνενεχθέντων, ὥστε ἢ θᾶττον ἢ βραδύτερον γενέσθαι αὐτοῖς τὴν τοῦ ἀγαθοῦ μετουσίαν.