Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολὴ κανονικὴ πρὸς Λητόιον

Γρηγόριος ὁ Νύσσης

Το πάθος της πλεονεξίας, λοιπά παραπτώματα και κατακλείδα

Κανονικές διατάξεις για την πλεονεξία, την κλοπή, τη ληστεία, την τυμβωρυχία και την ιεροσυλία, με τελικές ποιμαντικές οδηγίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 5

Εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος, πάλιν εἰς τὴν ζωὴν ἐπανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκείνῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγκην αὐτῷ δοθείσης κοινωνίας. Τὸ δὲ εἶδος τῆς εἰδωλολατρείας· οὕτω γὰρ ὀνομάζει τὴν πλεονεξίαν ὁ θεῖος Ἀπόστολος· οὐκ οἶδα ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν περιώφθη. Καί τοί γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τρίτης ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος, καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀποῤῥέουσα.

Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς ἐκ τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμβάνει. Καὶ τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας ὅρῳ. Ὁ γὰρ θεῖος Ἀπόστολος, οὐ μόνον αὐτὴν εἰδωλολατρείαν, ἀλλὰ καὶ ῥίζαν πάντων τῶν κακῶν ἀπεφήνατο· καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπίσκεπτόν τε καὶ ἀτημέλητον· διὸ καὶ πλεονάζει κατὰ τὰς Ἐκκλησίας τὸ τοιοῦτον ἀῤῥώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρείας κατεμιάνθησαν. Ἀλλὰ περὶ μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατρᾶσιν ἡμῶν, ἀρκεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ, θεραπεύειν, ὥσπερ τινὰ πάθη πληθωρικὰ, τὰς πλεονεκτικὰς ἀῤῥωστίας διὰ τοῦ λόγου καθαίροντας. Μόνην δὲ τὴν κλοπὴν καὶ τὴν τυμβωρυχίαν, καὶ τὴν ἱεροσυλίαν πάθη νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παράδοσιν ἡμῖν περὶ τούτου γενέσθαι. Καί τοί γε παρὰ τῇ θείᾳ Γραφῇ, καὶ ὁ πλεονασμὸς, καὶ ὁ τόκος, τῶν ἀπειρημένων ἐστὶ, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ ἰδίᾳ κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κἂν ἐν προσχήματι πραγματείας τὸ τοιοῦτον τύχῃ γινόμενον. Ἐπειδὴ τοίνυν τὸ καθ᾽ ἡμᾶς, εἰς ἐξουσίαν κανὼν ἀξιόπιστος, τὴν ἐπὶ τῶν ὁμολογουμένως ἀπηγορευμένων κανονικὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν.

Διῄρηται οὖν ἡ κλοπὴ εἴς τε λῃστείαν καὶ εἰς τοιχωρυχίαν καὶ εἷς μὲν ἐπ᾽ ἀμφοτέρων σκοπὸς, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις· πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ὁ μὲν γὰρ λῃστὴς, καὶ τὴν μιαιφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παραλαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος καὶ ὅπλοις καὶ πολυχειρίᾳ, καὶ τοῖς ἐπικαίροις τῶν τόπων· ὥστε τὸν τοιοῦτον, τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγεσθαι, εἰ διὰ μεταμελείας ἑαυτὸν πρὸς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἐπανάγοι. Ὁ δὲ δι᾽ ὑφαιρέσεως λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι᾽ ἐξαγορεύσεως τὸ πλημμέλημα αὐτοῦ τῷ ἱερεῖ φανερώσας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδῇ θεραπεύσει τὴν ἀῤῥωστίαν· λέγω δὲ διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα τῷ προέσθαι ἂ ἔχει, φανερὸς γένηται καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ μηδὲν ἔχοι, μόνον δὲ τὸ σῶμα ἔχοι, κελεύει ὁ Ἀπόστολος διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιλάσασθαι πάθος.

Ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἡ δὲ τυμβωρυχία καὶ αὐτὴ διῄρηται εἰς τὸ συγγνωστόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις τῆς οὐσίας φειδόμενος, καὶ ἄσυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς μὴ ἀναδειχθῆναι ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσεως, λίθοις τισὶ τῶν ἐν τῷ τάφῳ προβεβλημένων συγχρήσαιτο εἰς ἔργου τινὸς κατασκευὴν, ἐπαινετὸν μὲν οὐδὲ τοῦτό ἐστι· πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ἡ συνήθεια, ὅταν εἰς προτιμότερόν τι καὶ κοινωφελέστερον ἡ τῆς ὕλης μετάθεσις γίνηται. Τὸ δὲ διερευνᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθείσης σαρκὸς, καὶ ἀνακινεῖν τὰ ὀστᾶ, ἐλπίδι τὸν κόσμον τινὰ τῶν συγκατορυχθέντων κερδᾶναι, τοῦτο τῷ αὐτῷ κρίματι κατεδικάσθη, ᾧ καὶ ἡ ψιλὴ πορνεία, καθὼς καὶ ἐν τῷ προλαβόντι διῄρηται λόγῳ· ἐπισκοποῦντος δηλαδὴ τοῦ οἰκονόμου ἐξ αὐτοῦ τοῦ βίου τὴν ἰατρείαν τοῦ θεραπευομένου, ὥστε συντεμεῖν τὴν ἐκ τῶν κανόνων ὁρισθεῖσαν τοῦ ἐπιτιμίου προθεσμίαν.

Ἡ δὲ ἱεροσυλία, παρὰ μὲν τῇ ἀρχαίᾳ Γραφῇ, οὐδὲ ἐνομίσθη τῆς φονικῆς κατακρίσεως ἀνεκτοτέρα. Ὁμοίως γὰρ ὅ τε ἐπὶ φόνῳ ἁλοὺς, καὶ ὁ τὰ ἀνατεθέντα τῷ Θεῷ ὑφελόμενος, τὴν διὰ τῶν λίθων τιμωρίαν ὑπέσχον. Ἐπὶ δὲ τῆς ἐκκλησιαστικῆς συνηθείας οὐκ οἶδα πῶς συγκατάβασίς τις ἐγένετο, καὶ συμπεριφορὰ, ὥστε ἀνεκτότερον νομισθῆναι τὸ τῆς τοιαύτης νόσου καθάρσιον· ἐν ἐλάττονι γὰρ χρόνῳ παρὰ τὴν μοιχείαν, τοῖς τοιούτοις τὸ ἐπιτίμιον διετάξατο ἡ τῶν Πατέρων παράδοσις. Πανταχοῦ καὶ ἐν πλημμελήματος εἴδει τοῦτο καθορᾷν προσήκει πρὸ πάντων, οἵα ἐστὶ τοῦ θεραπευομένου διάθεσις, μὴ τὸν χρόνον οἴεσθαι πρὸς θεραπείαν ἀρκεῖν· τίς γὰρ ἂν ἐκ τοῦ χρόνου ἴασις γένοιτο; ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι᾽ ἐπιστροφῆς ἰατρεύοντος. Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, κατὰ πολλὴν σπουδὴν ἐκ τῶν προχείρων συνθέντες, διὰ τὸ δεῖν τοῖς τῶν ἀδελφῶν ἐπιτάγμασι πείθεσθαι, κατὰ σπουδὴν ἀπεστείλαμεν. Σὺ δὲ τὰς συνήθεις ὑπὲρ ἡμῶν εὐχὰς τῷ Θεῷ προσάγων μὴ διαλείπῃς. Χρεωστεῖς γὰρ ὡς εὐγνώμων υἱὸς, τῷ κατὰ Θεόν σε γεννήσαντι, τὴν διὰ τῶν προσευχῶν γηροκομίαν, κατὰ τὴν ἐντολὴν τὴν κελεύουσαν τιμᾷν τοὺς γονέας, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Δῆλον δὲ ὅτι ὡς σύμβολον ἱερατικὸν, δέξῃ τὸ γράμμα, καὶ οὐκ ἀτιμάσεις τὸ ξένιον, κἄν τι μικρότερον τῆς σῆς μεγαλοφυΐας εἴη.