Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εὕρεσις τῆς εἰκόνος ἐν Καμουλιανοῖς

Γρηγόριος ὁ Νύσσης

Ο βίος της Ακυλίνης και η θαυματουργική αποτύπωση της θείας μορφής

Εισαγωγή στην ιστορία της Ακυλίνης, η οποία ασπάζεται κρυφά την πίστη επί Διοκλητιανού, και η εμφάνιση του Χριστού που αποτυπώνει το άχραντο πρόσωπό του στο ύφασμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

δεῦτε οὖν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε καὶ διηγήσομαι ὑμῖν πᾶσι τοῖς φοβουμένοις τὸν κύριον, ὅσα γέγονεν ἐν τῇ Καμουλιανῶν νέᾳ Βηθλεέμ, καὶ τὰ περὶ τῆς τιμίας εἰκόνος καὶ μακαρίας Βάσσης τῆς μετακληθείσης Ἀκυλίνης ἐπὶ μέσον προθήσω ἐγὼ ὁ ταπεινὸς Γρηγόριος ὡς ὑπὸ τοῦ ἁγίου πνεύματος φανερωθέντα μοι τῷ ἀναξίῳ. αὕτη ἡ μακαρία, Ἑλληνὶς οὖσα καὶ σύζυγον ἔχουσα Κάμουλον τοὔνομα, Ἕλληνα καὶ αὐτὸν ὑπάρχοντα καὶ τοπάρχην, ἐμμανῶς δὲ ἔχοντα κατὰ τῶν Χριστιανῶν κατὰ τὸ πρόσταγμα Διοκλητιανοῦ τοῦ βασιλέως, ἐλλαμφθεῖσα τῇ θείᾳ χάριτι ἐζήτει τοῦ τε ἀνδρὸς καὶ τῆς τούτου θρησκείας ἀποστῆναι, σπεύδουσα πρὸς μόνον τὸν ζωῆς δεσπότην καὶ βασιλέα τὴν ἐλπίδα καὶ ἐπίγνωσιν ἔχειν ἐν τῷ κρυπτῷ διὰ τὸν φόβον 〈ὃν〉 ἔχει τοῦ παρανόμου ἀνδρός, καὶ ἐδυσώπει ἀεὶ τὸν κύριον δέξασθαι τὸ ἅγιον βάπτισμα, παννύχοις ἀσχολουμένη προσευχαῖς καὶ ταῖς καθ᾽ ἑκάστην νηστείαις, πᾶσαν καθαρότητα ψυχῆς καὶ σώματος ἐν ἑαυτῇ περιφέρουσα, καὶ τῇ ἁγνείᾳ προσκαρτεροῦσα. διὸ καὶ τῆς ἀποκαλύψεως τοῦ ἁγίου πνεύματος κατηξίωται.

προσευχομένης γὰρ αὐτῆς πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ δακρύων καὶ συντετριμμένης καρδίας, ὁ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν θεὸς εἰσήκουσε τῆς δεήσεως αὐτῆς καταμετρήσας τὴν πίστιν αὐτῆς καί φησιν· ‘ἐπειδὴ διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν κατῆλθον ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ νῦν παραγίνομαι πρὸς σὲ τὰ δάκρυά σου οἰκτείρας. εὐτρέπισον οὖν 〈τράπεζαν〉 καθαρὸν καὶ ἐπίθες ἐν αὐτῇ κίδαριν λευκὴν καὶ σκεῦος ἄθικτον διαυγὲς μετὰ ὕδατος καὶ ἑτοίμασον αὐτὰ ἐν ταμείῳ κεκοσμημένῳ καὶ ῥῖψον σεαυτὴν εἰς τὸ ἔδαφος τὸ τοῦ κοιτῶνος ἐξώτερον καὶ σκεπάσει σε ἡ δεξιά μου καὶ ὀφθήσομαί σοι ὡς βούλομαι’. καὶ ἔπεσεν οὕτως ἡ μακαρία Ἀκυλίνα, καθὼς προσέταξεν αὐτῇ ἡ θεία φωνή. καὶ κατέβη πρὸς αὐτὴν ὁ δεσπότης Χριστός, ὢ ξένου καὶ φρικτοῦ μυστηρίου, ὁ πάντοτε καὶ πανταχοῦ παραγενόμενος καὶ μηδέποτε παρορῶν τοὺς ἐλπίζοντας καὶ βοῶντας πρὸς αὐτὸν καὶ ποθοῦντας αὐτόν. βαβαὶ τῆς συγκαταβάσεως καὶ ἀφάτου φιλανθρωπίας, ὅτι τοσούτων δωρεῶν τοὺς δούλους αὐτοῦ κατηξίωσε· συνῆλθον δὲ αὐτῷ καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν περὶ πέμπτην φυλακὴν τῆς νυκτὸς ᾄδοντες καὶ λέγοντες τὸ ‘〈ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ〉’.

καὶ ὁ νίψας πρότερον τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ καὶ τῷ λεντίῳ ἀπομάξας ᾧ ἦν διεζωσμένος, αὐτὸς καὶ νῦν ἔνιψε ταῖς χερσὶ τῷ ὕδατι τὸ ἑαυτοῦ πρόσωπον, ὢ τοῦ θαύματος, καὶ νιψάμενος ἀπέμαξε τῇ καθαρᾷ κίδαρι τὸ ἄχραντον αὐτοῦ καὶ ἀνεξιχνίαστον πρόσωπον· καὶ εὐθέως ἀπεδείχθη τύπος τῆς θεανθρώπου μορφῆς αὐτοῦ ὁ πανάγιος καὶ ἀληθέστατος χαρακτήρ, ὡς πᾶσιν ἀποδείκνυται σήμερον. καὶ καθάπερ πρότερον οἰκείᾳ 〈αὐτοῦ〉 φιλανθρωπίᾳ καὶ συγκαταβάσει ἐπεδείξατο τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὕτω καὶ νῦν ἐπιδείκνυται ταύτην τῇ τιμίᾳ καὶ εὐλαβεστάτῃ Ἀκυλίνῃ. ὅθεν τούτων οὕτως οἰκονομηθέντων εὐχαρίστησεν ἡ γυνὴ τῷ κυρίῳ καὶ τῇ εὐχαριστίᾳ οὐ προσκορὴς γέγονεν. ἀποθεμένη τὸν τοιοῦτον ἅγιον χαρακτῆρα ἐν ἑνὶ πινσῷ τοῦ ἑαυτῆς οἴκου φοβουμένη τὸν ἄνδρα ὑπερβαλλόντως ἐτίμα. προγνοῦσα οὖν τὴν ἑαυτῆς μετάθεσιν πρόνοιαν ἀρίστην ποιησαμένη τῆς ἁγίας ταύτης ἀχειροποιήτου καὶ ἀχρωματίστου εἰκόνος καὶ τὰ ἐν αὐτῇ παρακολουθήσαντα γράψασα καὶ σὺν αὐτῇ ἀποθεμένη ἠσφαλίσατο.