Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Κατὰ Μακεδονιανῶν περὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Η ζωοποιός ενέργεια, οι θείες ιδιότητες και ο έλεγχος της βλασφημίας

Ανάλυση της σωστικής ενέργειας του Πνεύματος μέσω του βαπτίσματος, απαρίθμηση των ομοουσίων ιδιοτήτων του και έλεγχος της λογικής πλάνης και της ύβρεως των αιρετικών έναντι της Αγίας Τριάδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 8

Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν. τῷ ἁγίῳ βαπτίσματι— τί διὰ τούτου πραγματευόμεθα; ἆρ᾽ οὐχὶ τὸ ζωῆς μετέχειν οὐκέτι θανάτῳ ὑποκειμένης; οὐδένα 〈ἂν〉 ἀντειπεῖν οἶμαι τῷ λόγῳ τόν γε καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμούμενον. τί οὖν; ἆρ᾽ ἐν τῷ ὕδατι ἡ ζωοποιός ἐστι δύναμις τῷ συμπαραλαμβανομένῳ πρὸς τὴν τοῦ βαπτίσματος χάριν· ἢ παντὶ δῆλον ὅτι τοῦτο μὲν τῆς σωματικῆς ἕνεκεν διακονίας παρείληπται οὐδὲν παρ᾽ ἑαυτοῦ πρὸς τὸν ἁγιασμὸν εἰσφερόμενον, εἰ μὴ μεταποιηθείη διὰ τοῦ ἁγιάσματος· τὸ δὲ ζωοποιοῦν τοὺς βαπτιζομένους τὸ πνεῦμά ἐστι, καθώς φησιν ὁ κύριος περὶ αὐτοῦ τοῦτο λέγων τῇ ἰδίᾳ φωνῇ ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. ζωοποιεῖ δὲ οὐκ αὐτὸ μόνον εἰς τὴν τελείωσιν τῆς χάριτος ταύτης διὰ τῆς πίστεως λαμβανόμενον, ἀλλὰ χρὴ τὴν εἰς τὸν κύριον προϋποκεῖσθαι πίστιν, δι᾽ ἧς ἡ ζωτικὴ χάρις τοῖς πιστεύσασι παραγίνεται, καθὼς εἴρηται παρὰ τοῦ κυρίου ὅτι Οὓς θέλει ζωοποιεῖ. ἀλλ᾽ ἐπειδὴ καὶ ἡ διὰ τοῦ υἱοῦ διακονουμένη χάρις ἤρτηται τῆς ἀγεννήτου πηγῆς, διὰ τοῦτο προηγεῖσθαι τὴν εἰς τὸ ὄνομα τοῦ πατρὸς πίστιν ὁ λόγος διδάσκει τοῦ ζωογονοῦντος τὰ πάντα, καθώς φησιν ὁ ἀπόστολος, ὡς ἂν ἐκεῖθεν ἀφορμηθεῖσαν τὴν ζωοποιὸν χάριν καθάπερ ἐκ πηγῆς τινος τὴν ζωὴν πηγαζούσης διὰ τοῦ μονογενοῦς υἱοῦ, ὅς ἐστιν ἡ ἀληθὴς ζωή, τῇ ἐνεργείᾳ τοῦ πνεύματος τελειοῦσθαι τοῖς ἀξιουμένοις.

εἰ οὖν ἡ ζωὴ διὰ τοῦ βαπτίσματος, τὸ δὲ βάπτισμα ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου τὴν τελείωσιν ἔχει, τί λέγουσιν οἱ τὸ παρεκτικὸν τῆς ζωῆς ἀντ᾽ οὐδενὸς λογιζόμενοι; εἰ γὰρ μικρὰ ἡ χάρις, εἰπάτωσαν τὸ τῆς ζωῆς τιμιώτερον. εἰ δὲ πᾶν ὅτιπέρ ἐστι τίμιον τῆς ζωῆς ἐστι δεύτερον, ἐκείνης λέγω τῆς ὑψηλῆς καὶ τιμίας, ᾗ κατ᾽ οὐδὲν ἐπικοινωνεῖ ἡ ἄλογος φύσις, πῶς τολμῶσι τὸ τηλικοῦτον χάρισμα, μᾶλλον δὲ αὐτὸ τὸ παρεκτικὸν τοῦ χαρίσματος κατασμικρύνειν ταῖς ἑαυτῶν ὑπολήψεσι καὶ κατασπᾶν εἰς τὴν ὑποχείριον φύσιν 〈τῆς〉 θείας τε καὶ ὑψηλῆς διαζεύξαντες; εἶτα καὶ εἰ μικρὸν τὸ τῆς ζωῆς λέγουσι χάρισμα, ὡς μηδὲν διὰ τούτου σεμνόν τε καὶ μέγα τῇ φύσει τοῦ χαριζομένου ἐμφαίνεσθαι, πῶς οὐ λογίζονται τὸ ἀκόλουθον, ὅτι ὁ αὐτὸς ἀναγκάσει λόγος καὶ περὶ τοῦ μονογενοῦς καὶ περὶ αὐτοῦ τοῦ πατρὸς μηδὲν ὑποτίθεσθαι μέγα τῆς αὐτῆς ζωῆς, ἣν διὰ τοῦ πνεύματος ἔχομεν, διὰ τοῦ υἱοῦ παρὰ τοῦ πατρὸς χορηγουμένης;

Ὥστε εἰ μικρὸν ὑπολαμβάνουσι τὸ δῶρον οἱ καὶ τῆς ζωῆς ἑαυτῶν ὑβρισταὶ καὶ πολέμιοι καὶ διὰ τοῦτο τὸ παρεκτικὸν τῆς χάριτος ταύτης ἀτιμάζειν ἐγνώκασι, μὴ λανθανέτωσαν οὐχ ἑνὶ προσώπῳ τὴν ἀχαριστίαν περιορίζοντες, ἀλλὰ διὰ τοῦ ἁγίου πνεύματος ἐπὶ τὴν ἁγίαν τριάδα τὴν βλασφημίαν ἐκτείνοντες. ὥσπερ γὰρ ἡ χάρις ἀδιασπάστως ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐπὶ τοὺς ἀξίους ῥέουσα φέρεται, οὕτως καὶ ἡ βλασφημία εἰς τὸ ἔμπαλιν κατὰ διάδοσιν ἀναλύουσα ἀπὸ τοῦ πνεύματος διὰ τοῦ υἱοῦ ἐπὶ τὸν τῶν ὅλων θεὸν διεξέρχεται. εἰ γὰρ δι᾽ ἀνθρώπου ἀθετηθέντος ὁ ἀποστείλας ἠθέτηται, καίτοι πόσον τὸ μέσον, μεταξὺ τοῦ ἀνθρώπου καὶ τοῦ ἀποστείλαντος, τί χρὴ λέγειν, ἡλίκην ὑποσημαίνει κατάκρισιν τοῖς κατατολμῶσι τοῦ πνεύματος; τάχα διὰ τοῦτο ἀσυγχώρητον κρῖμα κατὰ τῆς τοιαύτης βλασφημίας παρὰ τοῦ νομοθέτου κεκύρωται, ἐπειδὴ πᾶσα δι᾽ αὐτοῦ ἡ μακαρία τε καὶ θεία φύσις ἐν τῇ προαιρέσει τοῦ βλασφημοῦντος συγκαθυβρίζεται. ὥσπερ γὰρ ὁ εὐσεβῶς τὸ πνεῦμα δεξάμενος εἶδεν ἐν τῷ πνεύματι τοῦ μονογενοῦς τὴν δόξαν, τὸν δὲ υἱὸν ἰδὼν τὴν εἰκόνα εἶδε τοῦ ἀορίστου καὶ διὰ τῆς εἰκόνος ἐνετυπώσατο τῇ γνώμῃ ἑαυτοῦ τὸ ἀρχέτυπον, οὕτω δηλαδὴ καὶ ὁ κατα † μένος καὶ καταφρονητής, ἐπειδὰν ἀποθρασύνηταί τι κατὰ τῆς δόξης τοῦ πνεύματος, διὰ τῆς αὐτῆς ἀκολουθίας ἐπὶ τὸν πατέρα διὰ τοῦ υἱοῦ τὴν βλασφημίαν ἐξέτεινεν.

οὐκοῦν φοβητέον τοῖς γε νοῦν ἔχουσι μὴ κατατολμᾶν τῆς τοιαύτης θρασύτητος, ἧς τὸ πέρας παντελής ἐστιν ἀφανισμὸς τοῦ τολμήσαντος· ἀλλ᾽ ὅση δύναμις, ὑψοῦν μὲν τῷ λόγῳ τὸ πνεῦμα, ὑψοῦν δὲ καὶ πρὸ τοῦ λόγου κατὰ διάνοιαν· οὐ γὰρ δυνατόν ἐστι συναναβῆναι τῇ διανοίᾳ τὸν λόγον. καὶ ἐπειδὰν ἐπὶ τὸ ἀκρότατον φθάσῃς τῆς ἀνθρωπίνης δυνάμεως, εἰς ὅσον ὁ ἀνθρώπινος νοῦς ἐξικνεῖται ὕψος καὶ μέγεθος νοημάτων, τότε νόμιζε κάτω εἶναι τῆς ἐπιβαλλούσης ἀξίας κατὰ τὸ εἰρημένον ἐν τῇ ψαλμῳδίᾳ ὅτι Μετὰ τὸ ὑψῶσαι κύριον τὸν θεὸν ἡμῶν, τότε μόγις προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ· τό τε αἴτιον τῆς ἀκαταλήπτου ἀξίας οὐδὲν ἄλλο φησὶν ἢ ὅτι ἅγιός ἐστιν.

Εἰ οὖν πᾶν ὕψωμα δυνάμεως ἀνθρωπίνης κάτω τῆς μεγαλοπρεπείας τοῦ προσκυνουμένου ἐστί (τοῦτο γὰρ ὁ λόγος διὰ τοῦ ὑποποδίου τῶν ποδῶν ὑπαινίσσεται), τίς ἡ ματαιότης τῶν οἰομένων ἔχειν τινὰ δύναμιν ἐν ἑαυτοῖς τοσαύτην ὥστε ἐπ᾽ αὐτοῖς εἶναι τὸ κατ᾽ ἀξίαν τῆς τιμῆς ὁρίζειν τῇ ἀτιμήτῳ φύσει καὶ διὰ τοῦτο καί τινων τῶν εἰς τιμὴν ἐπινοουμένων ἀνάξιον κρίνειν τὸ πνεῦμα τὸ ἅγιον ὡς τῆς δυνάμεως αὐτῶν μεῖζον δυναμένης ἢ ὅσον χωρεῖ ἡ ἀξία τοῦ πνεύματος; ὢ τῆς ἐλεεινῆς αὐτῶν καὶ ταλαιπώρου παραπληξίας, τῶν μὴ συνιέντων αὐτοί τε τίνες εἰσὶν οἱ ταῦτα διαλεγόμενοι καὶ τί τὸ πνεῦμα τὸ ἅγιον, ᾧ δι᾽ ὑπερηφανίας ἑαυτοὺς ἀντεξάγουσιν! τίς 〈ἂν〉 εἴποι τοῖσδε 〈τοῖς〉 λαοῖς ὅτι ἄνθρωποί εἰσι πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον ἐν μήτρᾳ γυναικός, διὰ ῥυπαρᾶς συλλήψεως οἰκοδομούμενοι καὶ εἰς γῆν ῥυπαρὰν πάντες ἀναλυόμενοι, χόρτῳ προσεικασμένην τὴν ζωὴν λαχόντες, οἳ ἐπ᾽ ὀλίγον διὰ τῆς βιωτικῆς ἀπάτης ἀνθήσαντες πάλιν ἀποξηραίνονται, καὶ τὸ ἄνθος περὶ αὐτοὺς καταρρυὲν ἀφανίζεται, οὔτε τι ὄντες πρὸ τῆς γενέσεως καὶ εἰς ὅ τι μεταχωρήσουσιν οὐκ ἀκριβῶς ἐπιστάμενοι, τῆς ψυχῆς τὴν ἰδίαν λῆξιν, ἕως ἂν ἐπιμένῃ τῇ σαρκί, ἀγνοούσης; ταῦτα οἱ ἄνθρωποι.

Τὸ δὲ πνεῦμα τὸ ἅγιον πρῶτον μὲν ἀπὸ τῶν κατὰ φύσιν ἁγίων ἐκεῖνό ἐστιν ὅπερ ὁ πατήρ, κατὰ φύσιν ἅγιος, καὶ ὁ μονογενὴς ὡσαύτως. οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον. καὶ κατὰ τὸ ζωοποιὸν πάλιν καὶ κατὰ τὸ ἄφθαρτόν τε καὶ ἀναλλοίωτον καὶ ἀΐδιον, δίκαιον, σοφόν, εὐθές, ἡγεμονικόν, ἀγαθόν, δυνατόν, ἀγαθῶν πάντων παρεκτικὸν καὶ πρό γε ἁπάντων αὐτῆς τῆς ζωῆς· πανταχοῦ ὂν καὶ ἑκάστῳ παρὸν καὶ τὴν γῆν πληροῦν καὶ ἐν οὐρανοῖς μένον, ἐν ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἐκχεόμενον, πάντα πληροῦν κατὰ τὴν ἀξίαν ἑκάστου καὶ αὐτὸ πλῆρες μένον, μετὰ πάντων ὂν τῶν ἀξίων, καὶ τῆς ἁγίας τριάδος οὐ χωριζόμενον· ἀεὶ τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ, ἀεὶ ἐκ τοῦ υἱοῦ λαμβάνει καὶ ἀποστέλλεται καὶ οὐ χωρίζεται καὶ δοξάζεται καὶ δόξαν ἔχει· ὃ γὰρ ἄλλῳ δόξαν δίδωσιν, δῆλον ὅτι ἐν ὑπερβαλλούσῃ δόξῃ καταλαμβάνεται. πῶς γὰρ δοξάζει τὸ δόξης ἄμοιρον; ἐὰν μή τι φῶς ᾖ, πῶς τὴν τοῦ φωτὸς ἐπιδείξεται χάριν; οὕτως οὐδὲ τὴν δοξαστικὴν δύναμιν ἐπιδείξεται, ὃ ἂν μὴ αὐτὸ ᾖ δόξα καὶ τιμὴ καὶ μεγαλωσύνη καὶ μεγαλοπρέπεια. δοξάζει οὖν τὸν πατέρα καὶ τὸν υἱὸν τὸ πνεῦμα. ἀλλ᾽ ὁ εἰπὼν ἀψευδής ἐστι Τοὺς δοξάζοντάς με δοξάζω· Ἐγώ σε ἐδόξασα, φησὶ πρὸς τὸν πατέρα ὁ κύριος· καὶ πάλιν Δόξασόν με τῇ δόξῃ ᾗ εἶχον ἀπ᾽ ἀρχῆς παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. ἀποκρίνεται ἡ θεία φωνή· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.

ὁρᾷς τὴν ἐγκύκλιον τῆς δόξης διὰ τῶν ὁμοίων περιφοράν; δοξάζεται ὁ υἱὸς ὑπὸ τοῦ πνεύματος· δοξάζεται ὑπὸ τοῦ υἱοῦ ὁ πατήρ· πάλιν τὴν δόξαν ἔχει παρὰ τοῦ πατρὸς ὁ υἱὸς καὶ δόξα τοῦ πνεύματος ὁ μονογενὴς γίνεται· τίνι γὰρ ἐνδοξασθήσεται ὁ πατήρ, εἰ μὴ τῇ ἀληθινῇ τοῦ μονογενοῦς δόξῃ; ἐν τίνι δὲ πάλιν ὁ υἱὸς δοξασθήσεται, εἰ μὴ ἐν τῇ μεγαλωσύνῃ τοῦ πνεύματος; οὕτω πάλιν καὶ ἀνακυκλούμενος ὁ λόγος τὸν υἱὸν μὲν δοξάζει διὰ τοῦ πνεύματος, διὰ δὲ τοῦ υἱοῦ τὸν πατέρα.