Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Κατὰ Μακεδονιανῶν περὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Η προσκύνηση του Αγίου Πνεύματος και η αδιαίρετη λατρεία της Τριάδος

Θεολογική και βιβλική θεμελίωση της αναγκαιότητας για ορθόδοξη προσκύνηση και ικεσία προς το Άγιο Πνεύμα, τονίζοντας το ακατάληπτο της ουσίας του Θεού και την ενότητα της λατρείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 8

Εἰ οὖν τοσαύτη τοῦ πνεύματος ἡ μεγαλωσύνη καὶ εἴ τι καλὸν καὶ εἴ τι ἀγαθὸν παρὰ τοῦ θεοῦ διὰ τοῦ μονογενοῦς ἐν τῷ πάντα ἐν πᾶσιν ἐνεργοῦντι πνεύματι τελειοῦται, τί ἐκπολεμοῦσιν ἑαυτοὺς τῇ ἰδίᾳ ζωῇ; τί ἀπαλλοτριοῦνται τῆς τῶν σῳζομένων ἐλπίδος; τί ἀποκόπτουσιν ἑαυτοὺς ἀπὸ τῆς πρὸς τὸν θεὸν προσκολλήσεως; πῶς γάρ τις προσκολληθήσεται τῷ κυρίῳ μὴ τοῦ πνεύματος τὴν συνάφειαν ἡμῶν πρὸς αὐτὸν ἐνεργοῦντος; τί ζυγομαχοῦσι πρὸς ἡμᾶς περὶ λατρείας καὶ προσκυνήσεως; τί κατειρωνεύονται διὰ τοῦ τῆς λατρείας ὀνόματος κατὰ τῆς θείας τε καὶ ἀπροσδεοῦς φύσεως ὥσπερ οὐχ ἑαυτοὺς εὐεργετοῦντες ἐν τοῖς ὑπὲρ τῆς σωτηρίας αἰτήμασι, ἀλλὰ τιμήν τινα προσάγοντες, ἐὰν σωθῆναι θελήσωσι; σὸν κέρδος ἐστὶ τοῦ αἰτοῦντος ἡ δέησις, οὐχὶ τιμὴ τοῦ παρέχοντος. τί οὖν ὡς χαριζόμενος πρόσει τῷ εὐεργέτῃ, μᾶλλον δὲ οὐδὲ εὐεργέτην τὸν τῶν ἀγαθῶν παρεκτικὸν ἀξιοῖς ὀνομάζειν; ἀλλὰ τοῦ ζῆν ἀντεχόμενος τὸν ζωοποιὸν ἀτιμάζεις καὶ τὸν ἁγιασμὸν ζητῶν παραλογίζῃ τὸν τὴν χάριν τοῦ ἁγιασμοῦ διανέμοντα καὶ τὸ διδόναι τὰ ἀγαθὰ οὐκ ἀρνούμενος αὐτὸν ἔχειν τὴν δύναμιν τοῦ αἰτεῖσθαι κρίνεις ἀνάξιον, οὐδὲ τοῦτο λογιζόμενος, ὅσῳ μεῖζόν ἐστι τὸ δοῦναί τι ἀγαθὸν τοῦ αἰτηθῆναι· τῷ μὲν γὰρ αἰτηθέντι, οὐ πάντως προσμαρτυρεῖ τὸ μεγαλεῖον ἡ αἴτησις· δυνατὸν γάρ ἐστιν αἰτηθῆναί τι καὶ τὸν μὴ ἔχοντα.

ἐπὶ γὰρ τῇ προαιρέσει τοῦ αἰτοῦντός ἐστιν· ὁ δὲ παρασχών τι ἀγαθὸν ἀναμφίβολον τῆς προσούσης αὐτῷ δυνάμεως πεποίηται τὴν ἐπίδειξιν. τί οὖν τὸ μεῖζον αὐτῷ προσμαρτυρῶν—λέγω δὲ τὸ δύνασθαι δοῦναι πᾶν ὅ τι καλόν—ὡς μεγάλου τινὸς ἀποστερεῖς τῆς αἰτήσεως, καίτοι τοῦτο πολλάκις, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν οὐδενὸς κυρίων δι᾽ ἀπάτης τοῦ προσιόντος γίνεται. αἰτοῦσι καὶ παρὰ τῶν εἰδώλων οἱ τῆς ματαιότητος δοῦλοι τὰ κατὰ γνώμην αὐτοῖς, ἀλλ᾽ οὐ παρὰ τοῦτο δόξαν τινὰ προστίθησι τοῖς εἰδώλοις ἡ αἴτησις· κἀκεῖνοι δὲ δι᾽ ἀπάτης αὐτοὺς παρέχοντες προσδοκίᾳ τοῦ μετασχεῖν τινος ὧν ἐλπίζουσιν αἰτοῦντες οὐ διαλείπουσιν. σὺ δὲ πεπεισμένος οἵων καὶ ὅσων παρεκτικόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον ὑπερορᾷς τῆς αἰτήσεως καὶ καταφεύγεις ἐπὶ τὸν νόμον τὸν κελεύοντα κύριον τὸν θεὸν προσκυνεῖν καὶ αὐτῷ μόνῳ λατρεύειν; πῶς οὖν αὐτῷ μόνῳ λατρεύσεις, εἰπέ μοι, ἀποσχίσας αὐτὸν τῆς πρὸς τὸν μονογενῆ καὶ τὸ πνεῦμα ἑαυτοῦ συναφείας; ἀλλ᾽ αὕτη Ἰουδαϊκὴ ἡ προσκύνησις.

Ἀλλ᾽ ἐρεῖς ὅτι πατέρα ἐννοῶν καὶ τὸν υἱὸν τῇ προσηγορίᾳ συμπεριέλαβον. τὸν δὲ υἱόν, εἰπέ μοι, τῇ διανοίᾳ λαβὼν ἆρ᾽ οὐ συμπαρεδέξω καὶ τὸ πνεῦμα τὸ ἅγιον; οὐκ ἂν ἀντείποις. πῶς γὰρ αὐτὸν ὁμολογήσεις, 〈εἰ〉 μὴ ἐν πνεύματι ἁγίῳ; πότε οὖν τοῦ υἱοῦ τὸ πνεῦμα χωρίζεται ὥστε τοῦ πατρὸς προσκυνουμένου μὴ συμπεριλαμβάνεσθαι μετὰ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν προσκύνησιν; αὐτὴν δὲ τὴν προσκύνησιν τί ποτε εἶναι λογίζονται, ἣν ὡς ἐξαίρετόν τι γέρας τῷ ἐπὶ πάντων θεῷ χαριζόμενοι καὶ ἕως τοῦ μονογενοῦς ἔσθ᾽ ὅτε τὴν τιμὴν ταύτην διαβιβάζοντες ἀπαξιοῦσι τὸ πνεῦμα τοῦ τοιούτου γέρως; ἡ μὲν γὰρ ἀνθρωπίνη συνήθεια τὴν πρὸς τὸ ἔδαφος τῶν ὑποχειρίων ἐπίκλισιν, ἣν ἀσπαζόμενοι τοὺς δυνατωτέρους ἐπιτηδεύουσι, τοῦτο προσαγορεύει προσκύνησιν· καθὼς φαίνεται καὶ ὁ πατριάρχης Ἰακὼβ τοῦ ἀδελφοῦ τὴν ὀργὴν ἱλεούμενος τὸ καταδεέστερον ὑπὸ ταπεινοφροσύνης διὰ τοῦ τοιούτου σχήματος ἐν τῇ ὑπαντήσει πρὸς αὐτὸν ἐπιδείκνυσθαι. Προσεκύνησε, γάρ φησιν, τρίτον ἐπὶ τὴν γῆν. καὶ οἱ τοῦ Ἰωσὴφ ἀδελφοί, ἕως αὐτοί τε ἠγνόουν κἀκεῖνος τὴν ἄγνοιαν πρὸς αὐτοὺς ὑπεκρίνετο, διὰ τὸ ὑπερέχον τοῦ ἀξιώματος τῇ προσκυνήσει τὴν δυναστείαν ἐτίμησαν. προσκυνεῖ δὲ καὶ ὁ μέγας Ἀβραὰμ τοὺς Χετταίους, τοὺς ἐγχωρίους ὁ ἔπηλυς, δεικνύς, οἶμαι, δι᾽ ὧν ἐποίει, ὅσον οἱ αὐτόχθονες τῶν παροικούντων ἐπικρατέστεροι.

καὶ πολλὰ τοιαῦτα λέγειν ἐστὶν ἔκ τε τῶν ἀρχαίων διηγημάτων καὶ ἐκ τῶν παρόντων τοῦ βίου ὑποδειγμάτων. ἆρ᾽ οὖν τοῦτο νοοῦσι καὶ αὐτοὶ τὴν προσκύνησιν; καὶ πῶς οὐ καταγέλαστον τὸ μήτε τούτου οἴεσθαι δεῖν ἀξιοῦν τὸ πνεῦμα τὸ ἅγιον, οὗ καὶ τοὺς Χαναναίους ὁ πατριάρχης ἠξίωσεν; ἢ ἄλλην τινὰ παρὰ ταύτην νομίζουσι τὴν προσκύνησιν, ὡς τὴν μὲν ἀνθρώποις, τὴν δὲ τῇ ὑπερεχούσῃ φύσει προσήκουσαν; πῶς οὖν καθόλου τὴν προσκύνησιν ἀθετοῦσιν ἐπὶ τοῦ πνεύματος μηδὲ τὴν ἐπὶ τῶν ἀνθρώπων συγκεχωρημένην αὐτῷ χαριζόμενοι;

Τίνα δὲ καὶ νομίζουσιν ἰδίως ἀποτετάχθαι τῷ θεῷ προσκυνήσεως τρόπον; τὸ εἰπεῖν τῷ ῥήματι ἢ τὸ ἐνεργῆσαι τῷ σχήματι; ἢ ταῦτα μὲν καὶ πρὸς ἀνθρώπους ἐστὶ κοινά· καὶ γὰρ λέγεται καὶ ἐπ᾽ ἀνθρώπων τὰ ῥήματα καὶ ἐνεργεῖται τὰ σχήματα· τί οὖν ἐπὶ θεοῦ τὸ ἐξαίρετον; ἢ παντὶ δῆλον τῷ καὶ ὁποσονοῦν διανοίας μετέχοντι ὅτι θεοῦ μὲν ἄξιον δῶρον ἡ ἀνθρωπίνη φύσις ἔχει οὐδέν· τῶν γὰρ ἀγαθῶν ἡμῶν ὁ ποιητὴς ἡμῶν χρείαν οὐκ ἔχει. ἡμεῖς δὲ οἱ ἄνθρωποι τὰς τιμητικὰς ταύτας καὶ ἀγαπητικὰς ἐνδείξεις, ἃς ἐπ᾽ ἀλλήλων ποιούμεθα ἕτερος τοῦ ἑτέρου ταπεινότερος εἶναι τῇ ὁμολογίᾳ τῆς τοῦ πέλας ὑπεροχῆς ἐνδεικνύμενοι, ταύτας μετηνέγκαμεν εἰς τὴν θεραπείαν τῆς κρείττονος φύσεως τῶν ἐν ἡμῖν τὰ τίμια τῇ ἀτιμήτῳ φύσει δωροφοροῦντες. καὶ διὰ τοῦτο, ἐπειδὴ προσιόντες βασιλεῦσιν ἢ δυνάσταις οἱ ἄνθρωποι, ὑπὲρ ὧν ἂν γενέσθαι τι αὐτοῖς παρὰ τῶν δυναστευόντων θελήσωσιν, οὐ ψιλὴν προσάγουσι τοῖς κρατοῦσι τὴν αἴτησιν, ἀλλ᾽ ὡς ἂν μάλιστα πρὸς οἶκτον καὶ εὔνοιαν ἑαυτῶν ἐπαγάγοιντο, ταπεινοῦνται τῷ λόγῳ καὶ προσκυνοῦσι τῷ σχήματι καὶ γονάτων ἅπτονται καὶ εἰς ἔδαφος πίπτουσι καὶ διὰ πάντων οἰκτιζόμενοι συνήγορον τῆς αἰτήσεως ἑαυτῶν προβάλλονται, δι᾽ ὧν ποιοῦσι τὸν ἔλεον. διὰ τοῦτο οἱ τὴν ἀληθῆ δυναστείαν ἐπεγνωκότες, δι᾽ ἧς πάντα διοικεῖται τὰ ὄντα, προσιόντες ὑπὲρ ὧν ἂν ᾖ φίλον αὐτοῖς.

οἱ μὲν ταπεινοὶ τὰς ψυχὰς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ σπουδαζομένων, οἱ δὲ ὑψηλοὶ τὴν διάνοιαν περὶ τῶν αἰωνίων καὶ ἀπορρήτων ἐλπίδων, ἐπειδὴ οὐκ ἔχουσιν ὅπως αἰτήσουσιν οὐδὲ χωρεῖ ἡ ἀνθρωπίνη φύσις ἐνδείξασθαί τινα τιμὴν πρὸς τὴν μεγαλοπρέπειαν τῆς δόξης φθάνουσαν, μετήνεγκαν τὴν ἐπὶ τῶν ἀνθρώπων νενομισμένην θεραπείαν εἰς τὴν τοῦ θείου τιμήν. καὶ τοῦτό ἐστιν ἡ προσκύνησις ἡ μετὰ ἱκεσίας καὶ ταπεινότητος τῶν καταθυμίων τινὸς αἴτησις γινομένη. διὸ καὶ Δανιὴλ κάμπτει τῷ κυρίῳ τὰ γόνατα, ἐπὶ τοῦ αἰχμαλώτου λαοῦ τὴν φιλανθρωπίαν αἰτούμενος καὶ ὁ τὰς ἀσθενείας ἡμῶν βαστάσας καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνων διὰ τοῦ ἀνθρώπου ὃν ἀνέλαβε πίπτειν ἐπὶ τὸ πρόσωπον ἐν καιρῷ προσευχῆς ὑπὸ τοῦ εὐαγγελίου ἱστόρηται καὶ τούτῳ τῷ σχήματι τὴν εὐχὴν ἐποιεῖτο, νομοθετῶν, οἶμαι, τῇ ἀνθρωπίνῃ ζωῇ τὸ μὴ ἀπαυθαδιάζεσθαι ἐπὶ τοῦ καιροῦ τῆς αἰτήσεως, ἀλλὰ διὰ πάντων πρὸς τὸ ἐλεεινὸν μεθαρμόζεσθαι, ἐπειδὴ Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν καὶ Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. εἰ οὖν ἡ προσκύνησις οἷον ἱκετηρία τίς ἐστι, εἰς συνηγορίαν προβεβλημένη τοῦ σκοποῦ τῆς αἰτήσεως, ἡ δὲ αἴτησις πρὸς τὸν τῆς διανομῆς κύριον γίνεται, τίς ἡ διάνοια τῆς καινῆς ταύτης νομοθεσίας;

οὐ συνορῶ, μήτε παρὰ τοῦ διδόντος αἰτεῖν μήτε ὑποκύπτειν τῷ ἄρχοντι μήτε θεραπεύειν τὸν δυναστεύοντα μήτε προσκυνεῖν τὸν ἡγούμενον· ὅτι γὰρ πάντα ταῦτα θεωρεῖται περὶ τὸ πνεῦμα τὸ ἅγιον, οὐδεὶς οὕτως ἐχθρὸς ἑαυτοῦ καὶ τοῦ πνεύματος ὡς μὴ συνθέσθαι τῷ λόγῳ· ἡγεῖται μὲν γὰρ τὸ ἡγεμονικὸν τῇ φύσει, δυναστεύει δὲ τὸ πάντα ἐνεργοῦν ἐν πᾶσιν, ἐξουσιάζει δὲ τὸ κατ᾽ ἐξουσίαν διαιροῦν τὰ χαρίσματα καθὼς βούλεται, εὐεργετεῖ δὲ ζωὴν χαριζόμενον, ἐλεεῖ λυτρούμενον, θεοποιεῖ θεῷ προσάγον, υἱοθετεῖ Χριστῷ προσοικειοῦν βασιλείαν δωρούμενον, τὸ νεκρὸν ἀνίστησιν, τὸν πεπτωκότα ἐγείρει, τὸν πεπλανημένον εἰς εὐθεῖαν καθίστησιν, τῷ ἑστῶτι φυλάσσει τὴν διαμονήν, τὸν ἀποθανόντα εἰς ἀνάστασιν ἄγει. ἆρα μικρὰ ταῦτα καὶ οὐδεμιᾶς χάριτος ἄξια; οὐκοῦν εἰπάτωσαν τὰ τούτων ἀνώτερα, ὧν ἀμέτοχόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον, δι᾽ ὃ νομίζουσι καὶ τοῦ προσκυνεῖσθαι ἀνάξιον.

Ἔπειτα κἀκεῖνο παρ᾽ αὐτῶν ἔστι μαθεῖν· ὅταν, ὡς οἴονται, τῷ πατρὶ προσκυνῶσιν, ἆρα καθόλου τῆς διανοίας ἑαυτῶν τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος τὴν μνήμην ἐκβάλλουσιν; καὶ μὴν φύσιν οὐκ ἔχει πατέρα ἐννοήσαντα μὴ συνεπινοεῖν τὸν υἱὸν καὶ υἱὸν τῇ διανοίᾳ δεξάμενον μὴ συμπεριλαμβάνειν μετὰ τοῦ υἱοῦ τὸ πνεῦμα. εἰ μὲν γὰρ ἀρνεῖται καθόλου καὶ ἀθετεῖ τὴν ὁμολογίαν, εἷς τῶν Ἰουδαίων ἢ Σαδδουκαίων ἐστίν, καὶ τὸν υἱὸν ἀρνούμενος καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ δεχόμενος· εἰ δὲ ὁπωσοῦν πρεσβεύειν τὰ τῶν Χριστιανῶν ἐπαγγέλλεται, πάντως ὅτι πατέρα ἐννοῶν καὶ τὸν οὗ ἐστι πατὴρ ἐνενόησε καὶ υἱοῦ τὴν ἔννοιαν ἀναλαβὼν προκατηυγάσθη διὰ τοῦ πνεύματος· Οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. οὐκοῦν ὁ ἀληθινὸς προσκυνητὴς ἀποστὰς τῆς σωματικῆς ταύτης καὶ χαμαιζήλου ταπεινότητος τῶν νοημάτων τὸ ἄρχον καὶ τὸ κυριεῦον καὶ τὸ ἐξουσιάζον καὶ τὸ πάντα τὰ ἀγαθὰ ἐνεργοῦν ἐν πάσῃ τῇ κτίσει οὕτω τιμήσει οὐχ ὡς ἐκείνῳ ἄξιον, ἀλλ᾽ ὅσον αὐτὸς δυνατός ἐστι φέρειν κατὰ τὴν χήραν ἐκείνην, ἣ δύο λεπτοὺς ὀβολοὺς δωροφοροῦσα τοῖς ἱεροῖς θησαυροῖς ἀπεδείχθη † τῆς φιλοτιμίας, οὐχ ὅτι ἄξιον τι θαύματος εἶχεν ἡ ὕλη, ἀλλ᾽ ὅτι πλέον οὐκ ἐχώρει ἡ δύναμις.

οὕτω τοίνυν λογιεῖται ὄντως ἔχειν, ὅτι πάντα τὰ παρὰ ἀνθρώπων ὅσα εἰς τιμὴν καὶ δόξαν ἐπινενόηται κατώτερά ἐστι τῆς μεγαλοπρεπείας τοῦ πνεύματος οὐδεμίαν προσθήκην τῆς δόξης ποιούμενα. ἡ μὲν γὰρ ὡσαύτως ἔχει καὶ τιμώντων καὶ μή· ἡ δὲ ἀνθρωπίνη φύσις μόνην δωροφορεῖ τὴν προαίρεσιν, αὐτῷ τῷ θελῆσαι μόνον πληροῦσα ἣν προέθετο χάριν· πλέον δ᾽ ἔτι τοῦ θελήματος καὶ τῆς κατὰ πρόθεσιν ὁρμῆς καὶ κινήσεως ἔχει ἐν τῇ δυνάμει οὐδέν. κἂν θαυμάσαι προέληται κἂν ἐπαίνοις τισὶ τὸ μεγαλεῖον ἀποσεμνῦναι τῆς θείας δυνάμεως, οὐ τὴν φύσιν ἐπήνεσεν· πῶς γὰρ ἐπαινέσει τὸ ἀγνοούμενον; ἀλλά τι τῶν περὶ αὐτὴν θεωρουμένων ἐδόξασε· Γενεὰ γάρ φησι καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμιν τῶν φοβερῶν σου καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου καὶ τὰ θαυμάσιά σου καὶ τὴν μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου καὶ τὴν ἐν τούτοις μεγαλωσύνην σου διηγήσονται. ὁρᾷς ὡς διὰ τῶν ἔξωθεν περὶ τὴν θείαν φύσιν θεωρουμένων πληροῦται τῷ προφήτῃ τὸ θαῦμα; αὐτὴ δὲ ἐκείνη καθώς ἐστι ἡ θεία τε καὶ μακαρία δύναμις ἄβατος καὶ ἀθέατος λογισμοῖς μένει καὶ διανοίας πολυπραγμοσύνην καὶ λόγου δύναμιν καὶ καρδίας κίνησιν καὶ ἐνθυμήσεως ὁρμήν, πάντα κάτω ἑαυτῆς ἀφιεῖσα πολὺ μᾶλλον ἢ ὅσον τὰ σώματα ἡμῖν ἀπολιμπάνεται τῆς τῶν ἀστέρων ἁφῆς.