Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Κατὰ Μακεδονιανῶν περὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Η συμμετοχή του Αγίου Πνεύματος στη δημιουργία και η κοινή θεία ενέργεια

Κατάρριψη του ισχυρισμού περί απουσίας ή αδρανείας του Αγίου Πνεύματος κατά τη δημιουργία, προβάλλοντας την προαιώνια ενότητα και την κοινή δημιουργική ενέργεια Πατρός, Υιού και Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 8

Τί οὖν βούλεται ἡ ὑποστολὴ τῆς ψυχῆς καὶ ἡ μεγαλοψυχία 〈τῶν〉 ἐπὶ μὲν τοῦ πατρὸς φιλοτιμουμένων, καὶ τῷ υἱῷ τυχεῖν τὰ ἴσα χαριζομένων, ἐπὶ δὲ τοῦ πνεύματος σμικρολογούντων τὴν χάριν, εἴπερ δέδεικται οὐκ ἐκ τῆς προαιρέσεως ἡμῶν πληρουμένη ἡ ἰδίως προσοῦσα τῇ θείᾳ φύσει τιμή, ἀλλὰ προσφυῶς συνυπάρχουσα; ἡ μὲν γὰρ ἀγνωμοσύνη τῶν ἀχαρίστων διὰ τῆς τοιαύτης αὐτῶν γνώμης ἐλέγχεται· τὸ δὲ πνεῦμα τῇ ἑαυτοῦ φύσει τίμιον, ἔνδοξον, δυνατόν, πάντα τὰ ὑψηλὰ τῶν νοημάτων ἐστί, κἂν οὗτοι μὴ βούλωνται. ναί φησιν. ἀλλὰ τὸν πατέρα μὲν δημιουργὸν εἶναι παρὰ τῆς γραφῆς ἐδιδάχθημεν· ὡσαύτως καὶ διὰ τοῦ υἱοῦ τὰ πάντα γεγεννῆσθαι ἐμάθομεν· οὐδὲν δὲ τοιοῦτον περὶ τοῦ πνεύματος ἡμᾶς ὁ λόγος ἐδίδαξεν. καὶ πῶς ἐστιν εἰκὸς εἰς ἰσοτιμίαν ἄγειν τὸ πνεῦμα τὸ ἅγιον τῷ διὰ τῆς δημιουργίας τοσοῦτον μέγεθος 〈τῆς〉 δυνάμεως ἐπιδειξαμένῳ; τί οὖν ἡμεῖς πρὸς τοῦτο ἀποκρινούμεθα; ὅτι μάταια ἐλάλησαν ἐν ταῖς καρδίαις αὐτῶν οἱ νομίζοντες μὴ ἀεὶ μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα εἶναι, ἀλλὰ κατὰ καιρούς τινας ποτὲ μὲν ἐφ᾽ ἑαυτοῦ θεωρεῖσθαι, ποτὲ δὲ συνημμένως καταλαμβάνεσθαι. εἰ γὰρ χωρὶς τοῦ πνεύματος γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶσα ἡ κτίσις διὰ τοῦ υἱοῦ μόνου ἐκ τοῦ πατρός, εἰπάτωσαν οἱ ταῦτα λέγοντες, τί ἐποίει τότε τὸ πνεῦμα τὸ ἅγιον, ὅτε ὁ πατὴρ μετὰ τοῦ υἱοῦ τὴν κτίσιν ἐνήργει;

ἄλλοις τισὶν ἔργοις προσησχολεῖτο καὶ διὰ τοῦτο τῆς κτίσεως τῶν πάντων οὐ συνεφήπτετο; καὶ τί ἔχουσι δεῖξαι ἰδιάζον ἔργον τοῦ πνεύματος, ὅτε ἡ κτίσις συνίστατο; ἦ μωρόν ἐστι καὶ ἀνόητον τὸ καὶ ἄλλην κτίσιν παρὰ τὴν ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ὑφεστῶσαν ἐπινοεῖν.

Ἀλλ᾽ οὐκ ἠσχολεῖτο μέν, ῥᾳθυμίᾳ δέ τινι καὶ ῥᾳστώνῃ καὶ τῷ περὶ τοὺς πόνους ὄκνῳ τῆς περὶ τὴν κτίσιν σπουδῆς ἐχωρίζετο. ἀλλ᾽ ἵλεως εἴη ἡμῖν ἐπὶ τῇ ματαιότητι ταύτῃ τῇ τῶν λόγων αὐτὴ ἡ τοῦ πνεύματος χάρις. τῇ γὰρ ἀτοπίᾳ τῶν τὰ τοιαῦτα δογματιζόντων κατ᾽ ἴχνος ἑπόμενοι ἀβουλήτως ταῖς ἐννοίαις αὐτῶν οἷόν τινι βορβόρῳ τὸν λόγον κατερρυπώσαμεν. ἡ γὰρ εὐσεβὴς διάνοια τοῦτον ἔχει τὸν τρόπον· οὔτε πατὴρ χωρὶς υἱοῦ ποτε ἐννοεῖται οὔτε υἱὸς δίχα τοῦ ἁγίου πνεύματος καταλαμβάνεται. ὡς γὰρ ἀμήχανόν ἐστιν ἀνελθεῖν πρὸς τὸν πατέρα μὴ διὰ τοῦ υἱοῦ ὑψωθέντα, οὕτως ἀδύνατόν ἐστι κύριον Ἰησοῦν εἰπεῖν μὴ ἐν πνεύματι ἁγίῳ· οὐκοῦν ἀκολούθως τε καὶ συνημμένως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀεὶ μετ᾽ ἀλλήλων ἐν τελείᾳ τῇ τριάδι γνωρίζονται καὶ πρὸ πάσης κτίσεως καὶ πρὸ πάντων αἰώνων καὶ πρὸ πάσης καταληπτῆς ἐπινοίας ἀεὶ πατὴρ ὁ πατήρ ἐστι καὶ ἐν τῷ πατρὶ ὁ υἱὸς καὶ μετὰ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον.

εἰ οὖν ἀχωρίστως ταῦτα μετ᾽ ἀλλήλων ἐστίν, τίς ἡ ματαιότης τῶν ἐν καιρῷ τινι διαχωρίζειν ἐπιχειρούντων τὸ ἄτμητον καὶ διαιρεῖν τὸ ἀχώριστον, ὥστε τολμᾶν λέγειν· Μόνος ἐποίησεν ὁ πατὴρ διὰ μόνου τοῦ υἱοῦ τὰ πάντα, τοῦ ἁγίου πνεύματος ἐν τῷ καιρῷ τῆς δημιουργίας ἢ μὴ παρόντος ἢ μὴ ἐνεργοῦντος, εἰ μὲν γὰρ οὐ παρῆν, εἰπάτωσαν ποῦ ἦν, πάντα τοῦ θεοῦ διειληφότος, εἴ τινα ἰδιάζουσαν τῷ πνεύματι στάσιν ἐπινοοῦσιν, ὥστε ἐφ᾽ ἑαυτοῦ κεχωρισμένως εἶναι κατὰ τὸν τῆς κτίσεως χρόνον· εἰ δὲ παρῆν, πῶς ἀνενέργητον ἦν; τῷ μὴ δύνασθαί τι ποιεῖν ἢ τῷ μὴ βούλεσθαι; ἑκουσίως ἀπολειπόμενον ἢ ὑπό τινος βιαιοτέρας ἀνάγκης ἐλαυνόμενον; εἰ μὲν γὰρ ἐκ προαιρέσεως τὴν ἀργίαν ἠσπάζετο, οὐδὲ ἐν ἄλλῳ τινὶ πάντως τὸ ἐνεργεῖν καταδέχεται, καὶ ψευδὴς κατ᾽ αὐτοὺς ὁ λέγων, ὅτι πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται.

Εἰ δὲ τούτῳ μέν ἐστιν ἡ πρὸς τὸ ἐνεργεῖν ὁρμή, ὑπερκειμένη δέ τις ἐξουσία κωλύει τὴν πρόθεσιν, εἰπάτωσαν τὴν αἰτίαν τοῦ ταῦτα κωλύοντος. φθόνῳ τῆς ἐκ τῶν ἔργων δόξης, ὡς ἂν μὴ καὶ εἰς ἄλλον διαβαίη τῶν κατορθωμάτων τὸ θαῦμα ἢ τῷ μὴ καταπιστεύειν τῇ συνεργίᾳ, ὡς ἐπὶ λύμῃ τοῦ παντὸς ἐσομένης αὐτοῦ τῆς ἐργασίας; πάντως γὰρ τῶν τοιούτων ὑπολήψεων καὶ τὰς αἰτίας ἡμῖν οἱ σοφοὶ οὗτοι διασαφήσουσιν. εἰ δὲ οὔτε φθόνος τῆς θείας ἅπτεται φύσεως οὔτε τι σφάλμα περὶ τὴν ἄπταιστον φύσιν ἐπινοεῖται, τί βούλεται αὐτοῖς ἡ μικροπρέπεια τῶν νοημάτων ἡ τῆς δημιουργικῆς αἰτίας ἀφορίζουσα τὴν τοῦ πνεύματος δύναμιν, δέον ταῖς ὑψηλοτέραις τῶν ἐννοιῶν ἀφιέναι μὲν τὰ ταπεινὰ καὶ ἀνθρώπινα τῶν νοημάτων, λογισμὸν δὲ λαβεῖν τοῦ ὕψους τῶν ζητουμένων ἐπάξιον· ὅτι οὔτε ὁ ἐπὶ πάντων θεὸς συνεργίας τινὸς χρῄζων διὰ τοῦ υἱοῦ τὰ πάντα ἐποίησεν οὔτε ὁ μονογενὴς θεὸς ἐλάττονα τῆς προθέσεως τὴν δύναμιν ἔχων ἐν τῷ ἁγίῳ πνεύματι τὰ πάντα ἐργάζεται. ἀλλὰ πηγὴ μὲν δυνάμεώς ἐστιν ὁ πατήρ, δύναμις δὲ τοῦ πατρὸς ὁ υἱός, δυνάμεως δὲ πνεῦμα τὸ πνεῦμα τὸ ἅγιον· ἡ δὲ κτίσις πᾶσα ὅση τε αἰσθητὴ καὶ ὅση ἀσώματος τῆς θείας δυνάμεώς ἐστιν ἀποτέλεσμα.

καὶ ἐπειδὴ πόνος οὐδεὶς ἐν τῇ συστάσει τῶν περὶ τὴν θείαν φύσιν ὑπονοεῖται (ὁμοῦ γὰρ τῷ προελέσθαι τὸ γενέσθαι δέον εὐθὺς οὐσία ἡ πρόθεσις γίνεται), πᾶσαν τὴν διὰ τῆς κτίσεως ὑποστᾶσαν φύσιν, θελήματος κίνησιν καὶ προθέσεως ὁρμὴν καὶ δυνάμεως διάδοσιν, εἰκότως ἄν τις προσαγορεύσειεν ἐκ πατρὸς ἀρχομένην καὶ δι᾽ υἱοῦ προϊοῦσαν καὶ ἐν πνεύματι ἁγίῳ τελειουμένην.