Ἔργον
Γρηγόριος ὁ Νύσσης – Κατὰ πορνείας
Η θεολογική και ηθική διάσταση της πορνείας
Ανάλυση της πορνείας ως αμαρτήματος που μολύνει το ανθρώπινο σώμα, και παρουσίαση των πνευματικών και κοινωνικών συνεπειών της.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεολογική και ηθική διάσταση της πορνείας
Ανάλυση της πορνείας ως αμαρτήματος που μολύνει το ανθρώπινο σώμα, και παρουσίαση των πνευματικών και κοινωνικών συνεπειών της.
ἔχει γάρ τι τῶν ἄλλων πονηρευμάτων φευκτότερον· τὰ μὲν γὰρ ἄλλα τῆς ἁμαρτίας 〈εἴδη〉 φείδεσθαι δοκεῖ τῆς τῶν πραττόντων σαρκὸς καὶ τὸ πραχθὲν εἰς μόνον τὸν τὴν πρᾶξιν δεχόμενον ἵστησιν· οἷον ἐν ταῖς ἁρπαγαῖς τῶν ἁρπασθέντων τὸ ζημίωμα μόνων, ἐν τῇ τῶν φθονούντων ἰσχύϊ περὶ τοὺς φθονουμένους τὸ πάθος ἐκρήγνυται, ἐν ταῖς συκοφαντίαις, ὅταν τύχωσι πίστεως, μόνων αὖθις τῶν συκοφαντουμένων ὁ κίνδυνος, ἐν τοῖς τὸν φόνον ὡσαύτως τολμήσασι τοῦ δεξαμένου τὴν σφαγὴν τὸ δυσπράγημα· πᾶσαν [ἄν] τις ἔργων ἀδίκων ἐπερχόμενος πρᾶξιν εὑρήσει τὴν μὲν τῶν ἀδικούντων μερίδα κερδαίνουσαν, τὴν δὲ τῶν ἀδικουμένων ξημιουμένην, πορνεία δὲ τὴν τοιαύτην οὐκ οἶδε διαίρεσιν οὐδὲ χωρίζει τὴν τοῦ παθόντος τῆς τοῦ δράσαντος πρᾶξιν, ἀλλὰ συγκαταστρέφει πρὸς ἀτιμίαν ἐπίκοινον, συνάπτει δὲ δεσμῷ μολυσμοῦ. τοῖς πλεονέκταις ἔστι ζημιώσασιν ἄλλον ἐξημιῶσθαι μηδέν, τοῖς πόρνοις δ᾽ οὐκ ἔστιν οὐδὲν καταισχύνασιν σῶμα μὴ τῷ καταισχυνθέντι συγκαταισχύνεσθαι· τοῖς πεφονευκόσιν ἔστιν ἐργασαμένοις τὸν φόνον τοῖς σφαγεῖσι μὴ συνεσφάχθαι, τοῖς πόρνοις δ᾽ οὐκ ἔστι μολύνασι σάρκα τοῦ μολυσμοῦ καθαρεύειν.
Καὶ σκόπει μοι τὴν εἰς τοῦτο τοῦ Παύλου λεπτολογίαν· Φεύγετε, φησί, τὴν πορνείαν. διὰ τί; ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι (τοῦτ᾽ ἔστι τῇ τοῦ σώματος μὴ λυμαινόμενον φύσει, τῇ τῶν μελῶν μὴ συνεσταλμένον ὕβρει, τῷ τῆς σαρκὸς μολυσμῷ μὴ συμπληρούμενον, ἀλλ᾽ ἔξω τῆς τοῦ πράξαντος σώματος ἐνεργούμενον βλάβης), Ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· οὐχ ὥσπερ ὁ φονεὺς εἰς ἀλλότριον ἄτρωτον τὸ ἑαυτοῦ σῶμα συντηρῶν, οὐχ ὥσπερ ὁ πλεονέκτης εἰς ἕτερον τὴν τῆς ἰδίας σαρκὸς φυλαττόμενος βλάβην, ἀλλ᾽ αὐτὸς ἑαυτοῦ φθορεὺς ὁ πόρνος, αὐτὸς ὑφ᾽ ἑαυτοῦ τῷ τῆς ἀτιμίας περιπείρεται βέλει. ὁ κλέπτης, ἵνα θρέψῃ τὸ σῶμα, τολμᾷ τὸ πλημμέλημα, ὁ πόρνος δὲ τῇ τῆς ἰδίας σαρκὸς προσεδρεύει λῃστείᾳ· τὸν πλεονέκτην πρὸς ἁρπαγὴν ἐρεθίζει φιλοκερδὴς λογισμός, πορνεία δὲ τῆς τοῦ σώματος ζημία σεμνότητος· τῷ βασκάνῳ κατασκευάζει τὸ πάθος δοξαζόμενος ἕτερος, ὁ πόρνος δὲ τῆς ἰδίας ἐστὶν αὐτουργὸς ἀδοξίας. τί γὰρ ἀτιμότερον σκευοφόρου πορνείας; πᾶσα μὲν γὰρ ἄδοξος ἁμαρτίας δουλεία (ἀτιμοῖ γὰρ τῆς ψυχῆς τὴν εὐγένειαν), ὁ δὲ πόρνος ἁμαρτίας ἀδοξότερος δοῦλος· βόρβορον ἀντλεῖν παρ᾽ αὐτῇ τεταγμένος μολυσμοῦ συνάγει σωρὸν καὶ ἀκάθαρτον λειτουργεῖ ἐργασίαν. ἢ οὐ δεινὸν ἐγκυλίεσθαι πηλῷ, αἰσχρότητι τρίβεσθαι, ῥάκους ἔχειν τὸ σῶμα μὴ διαλλάττον; ποία γὰρ ῥάκους καὶ πόρνου διαφορά;
τοῦ τῆς εὐσεβείας ἀπεσχίσθη σώματος, φθείρεται καθημερινῇ σηπεδόνι, ταῖς τῆς ἁμαρτίας ὁδοῖς ὡς ἄχρηστον ἐναπορρίπτεται ῥάκος, κεῖται πᾶσι καταπάτημα δαίμοσιν, εἰς αὐτὸ ὁ διάβολος τὴν ἰδίαν ἀπομάσσεται σῆψιν.
Τῆς νοητῆς δὲ τοῦ πόρνου κακοπραγίας ἡ πρόδηλος καὶ σαφὴς οὐκ ἐλάττων· ἔστι γὰρ φευκτὸς οἰκίαις, ἀπευκτὸς συντυχίαις, τοῖς πλησιάζουσιν ὕβρις, τοῖς ἐχθραίνουσιν ὄνειδος, συγγενέσιν αἰσχύνη, συνοίκοις ἐπάρατος, ἀθυμία γονεῦσιν, οἰκέταις θεατρισμός, γελώμενον διήγημα γείτοσι, γῆμαι σπουδάζων ἀπόβλητος, ὕποπτος μετὰ γάμον νυμφίος, μισούμενος τέκνοις πατήρ, εὐκαταφρόνητος σύμβουλος, ἀηδὴς χαριζόμενος, αἰτῶν ἀηδέστερος, πόρρωθεν ὀφθεὶς λυπηρός, νοσῶν ἀθλιώτερος, τεθνεὼς ἀτιμότερος. τοσούτου πλήθους κακῶν τὴν πορνείαν ὁ Παῦλος μητέρα θεώμενος τὴν νικητήριον φυγὴν ἡμῖν ἀρτίως παραγγέλλων ἐβόα· Φεύγετε τὴν πορνείαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.