Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Μαρτυρίαι κατὰ Ἰουδαίων

Γρηγόριος ὁ Νύσσης

Η ενσάρκωση, η εμφάνιση και η θεϊκή αυθεντία του Κυρίου

Συλλογή προφητειών περί της ελεύσεως, της ενανθρωπήσεως και της εμφάνισης του Θεού στον κόσμο, καθώς και σύγκριση της αιώνιας εξουσίας Του με εκείνη των προφητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 8

Βʹ. Τοῦ αὐτοῦ ἕτερα περὶ τῆς ἐνσάρκου τοῦ Κυρίου παρουσίας. «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» —«Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Καὶ πάλιν· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» Καὶ πάλιν, «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.» «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ Ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.» «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ. Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου.» Τίς δέ ποτε τῶν βασιλέων, ὄνῳ καθήμενος, εἰς Ἱερουσαλὴμ εἰσῆλθε; Καὶ πάλιν, «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.» Καὶ πάλιν, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Καὶ πάλιν, «Στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν.»

Καὶ μετὰ βραχέα, «Ἔδειξέ μοι Κύριος τὸν Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου· καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε. Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς τὸν Ἰησοῦν, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύσῃ, καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου.» Καὶ πάλιν, «Ἄκουε δὴ, Ἰησοῦς, ὁ ἱερεὺς ὁ μέγας.» Ἡσαΐας, «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.» (Καὶ πάλιν, «Καὶ βασιλέα μέγαν ὄψεσθε.» Θεὸν δὲ οὐδεὶς ὁρᾷ.) Καὶ πάλιν· «Ἐπιφανήσεται Κύριος ἐπ᾽ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν.» Καὶ πάλιν· «Ἰδοὺ πάρειμι τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου.» Δαβὶδ, «Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι. Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Καὶ πάλιν, «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον.» Τὸ ἀτάραχον καὶ ἄνευ ψόφου τῆς καταβάσεως σημαίνων· ἐπὶ γὰρ τὴν γῆν ὑετὸς καταβαίνων, ψόφον ποιεῖ· ἐπὶ δὲ πόκον ἐρίου καταβαίνων, οὐ ποιεῖ. Μιχαίας, «Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ γὰρ σοῦ ἐξελεύσεταί μοι ἡγούμενος, ὃς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καὶ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἀφ᾽ ἡμερῶν αἰῶνος.»

Μωσῆς, «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσει πρὸς ὑμᾶς· καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.» Πολλοὶ ἀνέστησαν προφῆται. Ἆρα περὶ ποίου αὐτῶν λέγει; Οὗτος δὲ ὁ ἀναστησόμενος, ἆρα τὰ Μωσέως διδάξει, ἢ ἕτερα; Εἰ μὲν τὰ Μωσέως, τί τὸ περίεργον, ἄλλον ἀναστῆναι ἀρκοῦντος Μωσέως;

Εἰ δὲ ἕτερα, εἰπάτωσαν, καὶ ποῖα ἦν τὰ διδάγματα αὐτοῦ, καὶ τίς ὁ προφήτης; τῶν γὰρ νενομισμένων οὐδεὶς ἔξωθεν, ἢ ἐδίδαξεν, ἢ ᾔτησε παρ᾽ αὐτῶν τι. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς ἐκύρωσε τὴν περὶ ἑαυτοῦ προφητείαν, εἰπὼν, «Ὀρθῶς πάντα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ.» Σκόπει οὖν τὴν δύναμιν τοῦ ῥητοῦ.

Οὐδὲ γὰρ ἄλλῳ προφήτῃ εἶπε δεδωκέναι ῥῆμα· αὐτοὶ γὰρ δουλοπρεπῶς διακονοῦντες ἔλεγον· «Τάδε λέγει Κύριος.» Αὐτὸς δὲ κατὰ τὸ πατρικὸν ἀξίωμα, ἔλεγε τῷ λεπρῷ, «Θέλω, καθαρίσθητι.» Τοῖς τεθνεῶσι, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι·» καὶ, «Λάζαρε, δεῦρο ἔξω.» Τῇ θαλάσσῃ ἐπιτιμᾷ, καὶ τοῖς πνεύμασιν ἐν ἐξουσίᾳ, λέγων, «Σιώπα, πεφίμωσο.» Τί δὲ τὸ, «Προφήτην ὥσπερ σέ;» Ἀντιπαραθέντες τὰ Μωσέως τοῖς Χριστοῦ εὑρήσομεν ἐπὶ σχολῆς, καὶ αὐτὸ δὲ τὸ εἰρημένον ὑπὸ Μωσέως ἐν τῷ νόμῳ, ὅτι οὐκ ἔστιν ἐπ᾽ αὐτῶν προσθεῖναι, καὶ οὐκ ἔστιν ἀπ᾽ αὐτῶν ἀφελεῖν. Εἶτα καὶ εἰπὼν, «Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς,» σημαίνει τὸ ὑπέροχον τοῦ προφητευομένου. Ἡσαΐας, «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας.» Δαβὶδ, «Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.» Καὶ πάλιν, «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου. Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Ἐν τοῖς Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου. Καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ.

Αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα.

Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱὸν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾽ αὐτοῦ, καθὼς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου. Καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου· καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.» Σολομὼν, «Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαβὶδ τῷ Πατρί μου· εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς.» Ἱερεμίας, «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» Ἀμώς· «Ἐπικαλεῖστο τὸν Θεόν σου· ἑτοιμάζου, Ἱερουσαλὴμ, ὅτι ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀποστέλλων εἰς ἀνθρώπους τὸν Χριστόν μου, ποιῶν ὄρθρον, καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Μιχαίας, «Ἀκούσατε, λαοὶ πάντες, λόγον, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται Κύριος ἐν ἡμῖν εἰς μαρτύριον, Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ, διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Ὁ Ἰακὼβ ἐν ταῖς ἐντολαῖς, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Βαλαὰμ, «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Σήθ· καὶ ἔσται Ἐδὼμ κληρονομία ἐθνῶν.» Δαβὶδ δὲ τούτων οὐ περιεγένετο.

Εἰ δὲ περὶ τῶν ἐξ αὐτοῦ ἔδει εἰπεῖν, Ἀνατελοῦσιν ἄστρα ἐξ Ἰακὼβ, καὶ ἡγούμενοι ἐξ Ἰσραήλ. Ἡσαΐας, «Ἰδοὺ ὁ δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοὶ, καὶ πεσοῦνται μαχαίρᾳ. Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ἐνδόξους τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν Πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀλήθειαν ἠλειμμένος τὰς πλευρὰς αὐτοῦ.» Καὶ μετ᾽ ὀλίγα· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» Δαβὶδ, «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως περὶ τοὺς μετόχους σου.» Ὁρᾷς ὅτι ὁ Θεὸς χρίεται παρὰ τοῦ Θεοῦ· ἐνανθρωπίσας γὰρ γέγονεν «ἀρχιερεὺς, καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν.» Καὶ μετ᾽ ὀλίγα, «Καὶ σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.

Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν,» τοῦ χρισθέντος δηλαδή.