Ζʹ. Περὶ τοῦ σταυροῦ, καὶ τοῦ γενομένου σκότους. «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγεῖται ὑμῖν. Τὸ πρωῒ ἐρεῖς· Πῶς ἐγένετο ἑσπέρα; καὶ τὸ ἑσπέρας· Πῶς ἐγένετο πρωΐ;» Ἀμὼς, «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεὸς, Δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς.» Ἱερεμίας, «Ἐπέδυσεν ὁ ἥλιος ἔτι μεσούσης τῆς ἡμέρας.» Ἡσαΐας, «Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀντιλέγοντα, καὶ ἀπειθοῦντα.» Καὶ πάλιν, «Ἄρατε σύσσημον εἰς τὰ ἔθνη.» Καὶ πάλιν, «Καὶ τότε ταῦτα συντελεσθήσεται, λέγει Κύριος, ὅταν ξύλον ξύλων κλιθῇ, καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξει.» Ζαχαρίας, «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς.» Δαβὶδ, «Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον· καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ὧν οὐδὲν ἔχουσι ἐπὶ Δαβὶδ δεῖξαι γενόμενον. Καὶ πάλιν, «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ.» Ζαχαρίας, «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα, καὶ ἐπ᾽ ἄνδρα τοῦ λαοῦ μου· πάταξον τὸν ποιμένα μου, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ πάλιν, «Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ.»