ΙΑʹ. Περὶ τῆς περιτομῆς. Ἐροῦσι δὲ πάντες οἱ Ἰουδαῖοι, ὅτι Εἰ τὸν αὐτὸν Θεὸν σέβεσθε, τί μὴ περιτέμνεσθε, ἢ ζῶα προσφέρετε εἰς θυσίαν, ἢ σαββατίζετε, τῶν Γραφῶν περὶ τούτων διαγορευουσῶν; Ἀκούσονται οὖν, ὅτι ἡ περιτομὴ οὐκ ἦν ἐξ ἀρχῆς, ἀλλ᾽ ἐν χρόνῳ ἐγένετο, ὡς καὶ ἐν χρόνῳ παυσομένη· ἔπειτα, ὅτι ὁ Θεὸς διαταξάμενος τοῖς πατράσι τὴν περιτομὴν, αὐτὸς εἶπεν, «Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.» Καὶ πάλιν αἰτιώμενος τοὺς Ἰουδαίους λέγει, «Πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ λαὸς οὗτος τῇ καρδίᾳ.» Καὶ πάλιν, «Περιτέμνεσθε τὴν καρδίαν ὑμῶν, καὶ μὴ τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν.» Καὶ πάλιν, «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ᾽ ἀκάνθαις· ἀλλὰ περιτέμνεσθε τὸ σκληρὸν τῆς καρδίας ὑμῶν.» Ἱερεμίας, «Καὶ περιτέμνεσθε τῷ Θεῷ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.» Ὅτι δὲ οὐδένα δικαιοῖ ἡ περιτομὴ, δῆλον ἐκ τούτων· Ἀβραὰμ ἀπερίτμητος εὐηρέστησε τῷ Θεῷ· πρῶτον γὰρ ὤφθη εὐαρεστῶν, καὶ τότε αὐτῷ τὴν περιτομὴν δίδωσι.