Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Μαρτυρίαι κατὰ Ἰουδαίων

Γρηγόριος ὁ Νύσσης

Προφητικές μαρτυρίες για τον ενυπόστατο Λόγο και την Αγία Τριάδα

Ανάλυση χωρίων της Παλαιάς Διαθήκης που αποδεικνύουν το ενυπόστατο του Λόγου, την παρουσία του Αγίου Πνεύματος και τη διάκριση των θείων υποστάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΚΛΟΓΑΙ ΜΑΡΤΥΡΙΩΝ ΠΡΟΣ ΙΟΥΔΑΙΟΥΣ ΑΠΟ ΤΗΣ ΠΑΛΑΙΑΣ Μετά τινος ἐπεξεργασίας περὶ τῆς ἁγίας Τριάδος· ὅτι Λόγον, καὶ Πνεῦμα ἔχει ὁ Θεὸς, κατὰ τὰς Γραφάς· Λόγον ἐνυπόστατον καὶ ζῶντα, καὶ Πνεῦμα ὡσαύτως. Λέγει Δαβὶδ ἐν δευτέρῳ καὶ τριακοστῷ ψαλμῷ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὐ Λόγος οὖν ὑπάρχει ἀέρος τύπωσις σημαντικὴ διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη, οὔτε Πνεῦμα στόματος ἀτμὸς, ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθούμενος, ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν· Πνεῦμα δὲ στόματος Θεοῦ, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.

Τρία τοίνυν νόει, τὸν προστάττοντα Κύριον, τὸν δημιουργοῦντα Λόγον, τὸν στερεοῦντα, τουτέστι τὸ Πνεῦμα· τὴν γὰρ στερέωσιν, τὸν ἁγιασμὸν εἶπε καὶ τὴν συμπλήρωσιν. Ἵνα δὲ μάθῃς ὅτι οὐ τούτῳ λέγει τῷ προφορικῷ, ἀλλὰ τῷ ἐνυποστάτῳ, ὁ αὐτὸς ἀλλαχοῦ λέγει· «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Λόγος δὲ ἀνυπόστατος οὐκ ἀποστέλλεται. Καὶ πάλιν· «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.» Καὶ πάλιν· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» «Τίς ἔστη ἐν ὑποστηρίγματι Κυρίου, καὶ εἶδε τὸν Λόγον αὐτοῦ;» Λόγος δὲ ἀνθρώπου οὐ θεωρεῖται.

Ὁρᾷς, ὅτι οὐκ ἀκουστὸν, ἀλλ᾽ ὁρατὸν Λόγον λέγει, δῆλον τὸν ἐνυπόστατον, ὁπότε κατὰ τὸν εἰκότα λογισμὸν, οὐδὲ χώραν ἔχει ἐπὶ Θεοῦ τὸ τοῦ ἀνυποστάτου λόγου. Ἡμᾶς γὰρ ἐκόσμησεν ὁ Δημιουργὸς λόγῳ, διὰ τὰς πρὸς ἀλλήλους συνουσίας, καὶ τὸ γινώσκειν ἡμᾶς τὰ ἀλλήλων διὰ τοῦ λόγου. Συντελεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα πρὸς τὴν τοῦ σώματος σύστασιν, διὰ τὸ προσίεσθαι, καὶ πάλιν ἀπωθεῖσθαι αὐτό· ἐπὶ δὲ Θεοῦ, τοῦ καὶ μόνου ἀσωμάτου, οὐ δυνατὸν ὑπολαβεῖν ταῦτα. «Ἔτη τελεῖς, ὁ Θεὸς, τῇ δυνάμει σου. Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Ἐκ προσώπου τῆς Σοφίας, τουτέστι τοῦ Υἱοῦ, «Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· καὶ ἐγὼ ἤμην, ᾗ ἔχαιρε· καθ᾽ ἡμέραν ηὐφραινόμην τῷ προσώπῳ αὐτοῦ.» Ποίαν οὖν ἔχει χώραν ταῦτα, εἰ μὴ ἦν ἐνυπόστατον πρόσωπον; Οὐ γάρ ἐστιν ἄλλος, πρὸς ὃν διαλεχθῇ· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἀλλ᾽ ἤρκεσεν αὐτῷ μόνη βούλησις εἰς τὴν τῶν πάντων δημιουργίαν. Εἴρηται γάρ· «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων.» Τὸ ἐνυπόστατον τοῦ ἁγίου Πνεύματος θάλποντος καὶ ζωογονοῦντος εἰς τὴν μέλλουσαν γονὴν τὰ πάντα, τῆς Γραφῆς δηλούσης.

Ὧν οὕτως ἐχόντων, σαφὴς ἡ τῆς ἁγίας Τριάδος, Πατρὸς, φημὶ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἀπόδειξις. Αὕτη γοῦν πρὸς ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς τὸ, «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Μεμορφώμεθα γὰρ νοητῶς πρὸς τὴν εἰκόνα τοῦ Μονογενοῦς. Καὶ πάλιν· «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.» Ὅτι δὲ διὰ τοῦ Λόγου τὰ πάντα ἐδημιούργησεν ὁ Θεὸς, σαφὲς ἀφ᾽ ὧν ἐπὶ ἑκάστου τῶν δημιουργημάτων γέγραπται τὸ, «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω,» τῆς Γραφῆς σημαινούσης τὴν διὰ τοῦ Λόγου δημιουργίαν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἤρκει εἰπεῖν· Καὶ ἐποίησεν ὁ Θεὸς οὐρανὸν, καὶ γῆν, καὶ τὰ λοιπά· καὶ πάλιν· Προστάξαντος τοῦ Θεοῦ ἐγενήθη τὸ στερέωμα· καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Καὶ ὅταν ἀκούσῃς τὸ, «Εἶπεν ὁ Θεὸς,» εὐθὺς τῇ ἐννοίᾳ σύναγε τὸν ἀκούσαντα τοῦ εἰπόντος· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας.» Τίς εἶπε, καὶ τίς ἤκουσε; Καὶ ἐπὶ πλείοσι τόποις τῆς Παλαιᾶς ἔστιν εὑρεῖν, ἠρέμα ὑποδεικνυμένης τῆς ἁγίας Τριάδος τὴν ὑπόστασιν καὶ τὸ ὁμοούσιον αὐτῆς· οἷον ὡς ἐπὶ τοῦ Ἀβραάμ· «Ὤφθη» γὰρ, φησὶν, «αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.

Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς, εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες παρειστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδοὺ προσέδραμεν εἰς συνάντησιν αὐτῶν, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. Καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.» Καὶ μεθ᾽ ἕτερα· «Εἶπε δὲ πρὸς αὐτόν· Ποῦ Σάῤῥα ἡ γυνή σου;

Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Εἶπε δέ· Ἐπαναστρέφων ἥξω πρὸς σὲ, κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου.» Ἰδοὺ δὴ φησὶν ὀφθῆναι μὲν αὐτῷ τὸν Θεὸν, εἶναί γε μὴν τρεῖς ἄνδρας τοὺς ἑωραμένους· αὐτὸν δὲ πάλιν οὐχ ὡς τρισὶν εἰπεῖν· Κύριοι, εἰ εὕρηκα χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν. Κύριον δὲ μοναδικῶς τοὺς τρεῖς ὀνομάζοντα, καὶ ὡς ἕνα καταίρειν ἀξιοῦντα, καὶ ὡς εἷς φωνεῖ· Ἥξω. Ὅρα οὖν τοὺς ὀφθέντας τρεῖς μὲν ὄντας, καὶ ὑφεστῶτας ἰδιοσυστάτως ἕκαστον· τῷ γε μὴν τῆς ὁμοουσίας λόγῳ συνειλημμένους εἰς ἕνα, καὶ τὰς διαλέξεις ποιησαμένους. Τίς δὲ πρὸς τίνα ἔλεγεν· «Δεῦτε, καταβάντες συγχέωμεν τὴν γλῶσσαν αὐτῶν;» Ἢ δῆλον πρὸς ὃν εἶπεν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ, «Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης·» καὶ πάλιν· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» καὶ πάλιν, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν;» Τί δὲ τὸ, «Ἔβρεξε Κύριος πῦρ καὶ θεῖον παρὰ Κυρίου;» Τί δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ, «Καὶ πᾶς ὁ ἐκχέων αἷμα, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον;» Ὁρᾷς ὅτι ὁ Θεὸς ἐν εἰκόνι τοῦ Θεοῦ ἐποίησε;

Τὸ δὲ ἐν τῇ Ἐξόδῳ πῶς νοητέον· «Καὶ ὀρθρίσας Μωϋσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθότι συνέταξεν αὐτῷ Κύριος. Καὶ ἔλαβε Μωϋσῆς τὰς πλάκας τὰς λιθίνας. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη ἐκεῖ, καὶ ἐλάλησε τῷ ὀνόματι Κυρίου. Καὶ παρῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου.» Ποῖος ἄρα ἐλάλησε Κύριος ἐν ὀνόματι Κυρίου; καὶ ποῖος παρῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου; Τί δὲ τὸ πρὸς Ἰακὼβ εἰρημένον, «Ἐγώ εἰμι ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ;» Πῶς δὲ τὸ, «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Τίνι, καὶ ποίου Θεοῦ; Λέγει Μωσῆς· «Καὶ ἔδωκε Κύριος ὅρον, λέγων· Ἐν τῇ αὔριον ἡμέρᾳ ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς·» καὶ πάλιν· «Ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ᾽ ὑμῶν εἰμι, καὶ ὁ Λόγος μου ὁ ἀγαθὸς, καὶ τὸ Πνεῦμά μου ἐν μέσῳ ὑμῶν.» Τίς οὖν χρεία τριῶν μνησθῆναι, εἰ μὴ ἕκαστον ἐν ἰδίᾳ ὑποστάσει; Καὶ πάλιν· «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.» Καὶ οὐκ εἶπε· Καταβήσομαι. «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται.»

Καὶ μετά τινα· «ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.» Οὐκ εἶπε· Τὴν ἡμέραν μου. «Καὶ ἔσται, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Καὶ οὐκ εἶπε· Τὸ ὄνομά μου. Καὶ πάλιν· «Κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ ἰδεῖν τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου.» Οὐκ εἶπε· Τὸ ὄνομα αὐτοῦ.

Καὶ πάλιν· «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Καὶ πάλιν· «Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.» Τίς οὖν ὁ Κύριος παρὰ τῷ Θεῷ; Ἐκ προσώπου τοῦ Θεοῦ· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου, τίνι ἀπεκαλύφθη;» Οὐκ εἶπε· Καὶ ὁ βραχίων σου. Ἰδοὺ ἀποδέδεικται σὺν Θεῷ διὰ πλειόνων τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος αἱ ὑποστάσεις.