Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Μαρτυρίαι κατὰ Ἰουδαίων

Γρηγόριος ὁ Νύσσης

Το σημείο του Σταυρού, το Ευαγγέλιο και η κλήση των εθνών

Προφητικές αποδείξεις για τον σφραγισμό των πιστών, το κήρυγμα του Ευαγγελίου, την απιστία των Ιουδαίων και την ενσωμάτωση των εθνών στη βασιλεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 8

ΙΔʹ. Περὶ τοῦ κατασφραγίζεσθαι. Δαβὶδ, «Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Καὶ πάλιν, «Ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.» Καὶ πάλιν, «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Ἰεζεκιὴλ, «Υἱὲ ἀνθρώπου, δίελθε μέσον τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνθρώπων, τῶν στεναζόντων, καὶ κατωδυνωμένων ἐπὶ ταῖς ἀδικίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν, «Ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστου ἡ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· ἀκούοντες πορεύεσθε εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείσασθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ᾽ οὕς ἐστι τὸ σημεῖόν μου, μὴ ἐγγίσητε.» Περὶ δὲ τοῦ θύειν αὐτοὺς εἴρηται, οὐχ ὅτι ὁ Θεὸς ἐδεῖτο θυσιῶν, ἢ ὁλοκαυτωμάτων, ἀλλ᾽ ἐπειδὴ ἡ Λευϊτικὴ φυλὴ οὐκ εἶχε κλῆρον ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὅτι αὐτὸς ὁ Θεὸς κλῆρος αὐτῆς, ταύτην ἔδωκεν αὐτοῖς εἰς τὸ τρέφεσθαι πρόφασιν· οὐκ ἐβούλετο γὰρ αὐτοὺς ἱερατεύοντας, ἀπὸ πόνου καὶ πραγματείας, ἤγουν καπηλείας, τρέφεσθαι.

ΙΕʹ. Περὶ τοῦ Εὐαγγελίου. Δαβὶδ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Καὶ πάλιν, «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην!»

ΙϚʹ. Περὶ τῆς ἀπιστίας τῶν Ἰουδαίων, καὶ περὶ τῶν ἐθνῶν Ἐκκλησίας. Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ, «Οὔτε ἔγνως, οὔτε ἠπίστασο, οὔτε ἀπ᾽ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ᾔδειν γὰρ, ὅτι ἀπειθῶν ἀπειθήσεις.» Καὶ πάλιν, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Μιχαίας, «Καὶ ἔσται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ φωτιοῦσιν ἡμᾶς ταῖς ὁδοῖς αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.» Ἱερεμίας, «Καὶ εἶπε Κύριος πρός με, ἰδοὺ δέδωκα τοὺς λόγους μου ἐν τῷ στόματί σου· ἰδοὺ κατέστησά σε σήμερον ἐπ᾽ ἔθνη, καὶ βασιλεῖς ἐκριζοῦν, καὶ κατακόπτειν, καὶ ἀπολλύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυτεύειν.» Καὶ εἰ ταῦτα περὶ Ἱερεμίου, ποίας βασιλείας ἐξεῤῥίζωσεν, ἢ ποῖα ἔθνη ἀπώλεσεν; Ἀλλὰ περὶ τοῦ Κυρίου εἴρηται, ἐκριζώσαντος ἀπὸ πάσης ψυχῆς πιστευούσης αὐτῷ τὴν βασιλείαν τοῦ Ἀντικειμένου, ὃς κατέστρεψε τὰ οἰκοδομήματα τῆς κακίας, καὶ τῶν μοχθηρῶν δογμάτων, καταφυτεύσας τὰ κρείττονα. Δαβὶδ, «Ῥῦσαί με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν.

Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Μωϋσῆς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Ἀβραὰμ, «Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ πέρατα τῆς γῆς.» Καὶ πάλιν, «Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾽ ἐσχάτων, ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν. Υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς· αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει· ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.» Καὶ ἀλλαχοῦ, «Δώσει,» φησὶν, «τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ.» Ἡσαΐας, «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. (Εἶπα, Ἰδοὺ πάρειμι ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου.») Δαβὶδ, «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Περὶ δὲ τῶν ἐθνῶν λέγει, «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Περὶ Ἰουδαίων, «Δι᾽ ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου διὰ παντὸς ἐν τοῖς ἔθνεσι.» Μαλαχίας, «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ.» (

Περὶ Ἐθνῶν δὲ, «Ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παντοκράτωρ·») «καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ μέγα τὸ ὄνομά μου ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» (Περὶ δὲ Ἰουδαίων λέγει,) «Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.» Δαβὶδ, «Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Μωϋσῆς, «Ἔασόν με ἐξαλεῖψαι τὸν λαὸν τοῦτον, καὶ δώσω σοι ἔθνος μέγα, καὶ πολὺ, μᾶλλον τούτου.» Ἡσαΐας περὶ Ἰουδαίων, «Ἀκούετε λόγον Κυρίου υἱοὶ Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.» Καὶ πάλιν, «Τὰ Σάββατα ὑμῶν, καὶ τὰς νεομηνίας μισεῖ ἡ ψυχή μου· καὶ τὰς εὐχὰς ὑμῶν οὐ προσδέξομαι· λούσασθε, καθαροὶ γίνεσθε· αἱ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι.» Καὶ ὅτι τοῦ νόμου σαφῶς διαγορεύοντος τὸ μὴ δεῖν ἔξω Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ ἑορτάζειν κατὰ τὸ, «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών· καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλὴμ,» γέγραπται, «Ὅτι προσκυνήσουσι τῷ Κυρίῳ ἐκ τοῦ τόπου αὐτοῦ ἕκαστος.» Καὶ πάλιν ὁ Προφήτης, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς Ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι αὐτοῦ, καὶ θυσία καθαρά.» «Ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς.» Τί δὲ καινότερον τοῦ τῶν Χριστιανῶν ὀνόματος;

Καὶ ὁ Δαβὶδ, «Ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος» Καὶ ὅτι μὲν τὸ εἰπεῖν τὸν Δαβὶδ τὸ, «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ,» σημαίνει τὸ πρὸς τὰ Ἔθνη τὸ τῶν ὑπὸ νόμον ἄμικτον. Ἡσαΐας, «Πληρωθήσεται πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλῦψαι θάλασσαν.» Δαβὶδ, «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα. τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Καλὸν δὲ καὶ τὸ πυθέσθαι τῶν Ἰουδαίων, τίς ὁ κρατῶν ἐστι νῦν ἄρα, πότερον ὁ Μωσαϊκὸς νόμος, οὗ παράβασίς ἐστι νῦν, καὶ οὐ τήρησις, διὰ τὸ μηδὲ τὸν ναὸν, ἢ τὸν τόπον εἶναι, ἢ προφήτην προμηνύοντά τι τῶν μελλόντων, ἢ τὴν κιβωτὸν, ἐν ᾗ αἱ πλάκες, καὶ ἡ Δεκάλογος, ἐν οἷς ἔδει τὰς τρεῖς ἑορτὰς πληροῦν, καὶ οὐκ ἀλλαχοῦ. Καὶ, «Ὅτι ἀρθήσεται ἀπὸ τῶν Ἰουδαίων ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Τοῦτο δ᾽ ἂν εἴη τὸ Χριστιανῶν ἔθνος, τοὺς προσήκοντας καρποὺς τῆς κατὰ Θεὸν πολιτείας ἐπιδεικνύμενον. Δαβὶδ, «Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.»

Ἐξομολογεῖται δὲ τῷ Πατρὶ, οὐ τὰς ἑαυτοῦ ἁμαρτίας ὁ ἄμωμος, ἀλλὰ τὰς τῶν ἐπ᾽ αὐτῷ πιστευόντων· ὅτι τοῦ Δαβὶδ εἰπόντος, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,» καὶ τὰ λοιπὰ, Ἡσαΐας σαφέστερον λέγει, «Λέγει ὁ Κύριος τῷ Χριστῷ μου Κύρῳ.» Λέγουσι δὲ εἰς Κύρον τὸν Πέρσην εἰρῆσθαι ταῦτα. Γελοῖον δέ· ποῦ γὰρ ἁρμόζει Κύρῳ τὰ λοιπὰ, «Ἐκράτησα τῆς δεξιᾶς σου· ἐπακούσουσιν ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ πύλας, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς;» Πῶς οὖν ἁρμόσει ταῦτα Κύρῳ, τῷ μικρὸν ὕστερον εἰς Μασαγέτας αἰσχρῶς ἀναιρεθέντι καὶ εἰς ἀσκὸν ἐκδαρέντι; καὶ μετὰ μικρὸν ἑρμηνεύει αὐτὰ ὁ αὐτὸς προφήτης, λέγων ἐκ προσώπου τοῦ Θεοῦ, «Ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλέσας σε ἐν δικαιοσύνῃ· ἐκράτησα τῆς χειρός σου, καὶ ἰσχύσω σε, καὶ δώσω σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Καὶ πάλιν ὁ αὐτὸς Ἡσαΐας, «Καὶ εἶπέ μοι, Μέγα σοι τοῦτο, κληθῆναι παῖδά μου, καὶ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ στρέψαι· καὶ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.»