Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Μαρτυρίαι κατὰ Ἰουδαίων

Γρηγόριος ὁ Νύσσης

Προφητείες για τα θαύματα, το Πάθος και τον Σταυρό

Μαρτυρίες από τους Ψαλμούς και τους Προφήτες που προαναγγέλλουν τα θαύματα, την προδοσία, τα πάθη, τη σταύρωση και το σκότος κατά την ώρα του θανάτου του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 8

Δʹ. Περὶ θαυμάτων, ὧν ἔμελλε ποιεῖν ἐνανθρωπίσας ὁ Κύριος. Ἱερεμίας, «Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Καὶ ὅτι οὐ περὶ ψιλοῦ ἀνθρώπου λέγει, αὐτὸς ἦν ὁ εἰπὼν, «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Ἡσαΐας, «Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται.» Καὶ πάλιν, «Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται, ὡς ἔλαφος, ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Καὶ πάλιν, «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.»

Εʹ. Περὶ προδοσίας. Δαβὶδ, «Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν.»

ϛʹ. Περὶ Πάθους. «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται Κύριος εἰς κρίσιν, καὶ στήσει τὸν λαὸν αὐτοῦ εἰς κρίσιν. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτῶν.» Δαβὶδ, «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ἱερεμίας, «Πνεῦμα προσώπου ἡμῶν Θεὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.» Ἡσαΐας, «Αὐτὸς τὰς ἀνομίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Καὶ μετά τινα, «Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησε, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.» Ἐκ τούτων δῆλον ὅτι οὐ περὶ τοῦ λαοῦ τοῦ ἀπαχθέντος ἐν Βαβυλῶνι ὁ Προφήτης λέγει, ὥς τινες ὑπέλαβον. Πῶς γὰρ ἂν ὁ λαὸς, ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον; ἢ ποῖος λαὸς, καὶ ποίου λαοῦ; Καὶ πάλιν, «Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Καὶ πάλιν, «Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.»

Καὶ πάλιν ὁ ταῦτα εἰπὼν, εἶπε, «Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» Δαβὶδ, «Ὅτι ἐκύκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με.

Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἱερεμίας, «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων.» Καὶ πάλιν, «Δεῦτε, καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ· καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ τῶν ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι.» Ζαχαρίας, «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.»

Ζʹ. Περὶ τοῦ σταυροῦ, καὶ τοῦ γενομένου σκότους. «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγεῖται ὑμῖν. Τὸ πρωῒ ἐρεῖς· Πῶς ἐγένετο ἑσπέρα; καὶ τὸ ἑσπέρας· Πῶς ἐγένετο πρωΐ;» Ἀμὼς, «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεὸς, Δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς.» Ἱερεμίας, «Ἐπέδυσεν ὁ ἥλιος ἔτι μεσούσης τῆς ἡμέρας.» Ἡσαΐας, «Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀντιλέγοντα, καὶ ἀπειθοῦντα.» Καὶ πάλιν, «Ἄρατε σύσσημον εἰς τὰ ἔθνη.» Καὶ πάλιν, «Καὶ τότε ταῦτα συντελεσθήσεται, λέγει Κύριος, ὅταν ξύλον ξύλων κλιθῇ, καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξει.» Ζαχαρίας, «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς.» Δαβὶδ, «Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον· καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ὧν οὐδὲν ἔχουσι ἐπὶ Δαβὶδ δεῖξαι γενόμενον. Καὶ πάλιν, «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ.» Ζαχαρίας, «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα, καὶ ἐπ᾽ ἄνδρα τοῦ λαοῦ μου· πάταξον τὸν ποιμένα μου, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ πάλιν, «Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ.»