Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος α'

Γρηγόριος ὁ Νύσσης

Η κυριαρχία επί της κτίσεως και επί των παθών

Η πνευματική εξουσία του ανθρώπου επί της άλογης δημιουργίας μέσω της υπεροχής του λογικού, η οποία επιβεβαιώνει το βασιλικό του αξίωμα και αποτελεί έκφραση ελευθερίας δια της υποταγής των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, τουτέστι δώσομεν αὐτῷ λόγου περιουσίαν. Καὶ ἀρχέτωσαν. οὐχί· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ θυμούσθωσαν καὶ ἐπιθυμείτωσαν καὶ λυπείσθωσαν· οὐ γὰρ τὰ πάθη εἰς τὴν τοῦ θεοῦ εἰκόνα παρελήφθη, ἀλλ᾽ ὁ λογισμὸς ὁ τῶν παθῶν δεσπότης. Καὶ ἀρχέτωσαν τῶν ἰχθύων. εὐθὺς ἐκτίσθης καὶ ἄρχων ἐκτίσθης. Καὶ ἀρχέτωσαν. ἑνὸς ἔτους ἐξουσίαν παρὰ βασιλέως λαβών, ἄνθρωπος παρὰ ἀνθρώπου, θνητὸς παρὰ θνητοῦ, λαβὼν παρὰ τοῦ μὴ ἔχοντος, ποίαν γὰρ ἐξουσίαν ψυχῆς λαμβάνει ἄνθρωπος; σὺ μέντοι παρὰ θεοῦ ἔλαβες οὐκ ἐν ξύλοις γεγραμμένην οὐδὲ ἐν πτυξὶ φθαρταῖς σητῶν παραναλώμασιν, ἀλλ᾽ ἀνάγραπτον ἡ φύσις ἔχει τὴν θείαν φωνήν. Ἀρχέτωσαν· ταῦτα σύμπαντα ἀρχῆς ἀνθρωπίνης. Ἀρχέτωσαν τῶν ἰχθύων, τῶν θηρίων τῆς γῆς, τῶν πετεινῶν τοῦ οὐρανοῦ, τῶν κτηνῶν, τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. οὐκ εἶπε· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἡμετέραν, καὶ ἐσθιέτωσαν πᾶν ξύλον κάρπιμον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. δεύτερα τὰ τῆς σαρκός, πρῶτα τὰ τῆς ψυχῆς, τὰ προηγούμενα. πρῶτα ἡμῖν συνεχειροτονήθη ἡ τοῦ ἄρχειν δύναμις. ἀρχικὸν εἶ ζῷον, ἄνθρωπε, καὶ τί δουλεύεις πάθεσιν; τί σεαυτοῦ τὸ ἀξίωμα καταβάλλεις καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας; διὰ τί σεαυτὸν ποιεῖς αἰχμάλωτον τοῦ διαβόλου; ἄρχων κτίσεως ἐχειροτονήθης, καὶ ἀπέρριψας τὴν σεμνότητα τῆς σεαυτοῦ φύσεως;

δοῦλος ἐκλήθης; τί σε λυπεῖ ἡ δουλεία τοῦ σώματος; διὰ τί οὐ μέγα φρονεῖς τῇ δεσποτείᾳ τῇ παρὰ θεοῦ σοι δεδομένῃ, ὅτι λογισμὸν ἔχεις παθῶν δεσπότην; ὅταν ἴδῃς τὸν δεσπότην σου δοῦλον ὄντα τῆς ἡδονῆς, σεαυτὸν δὲ σώφρονα, γίνωσκε ὅτι σὺ μὲν εἶ δοῦλος ὀνόματι μόνον, ἐκεῖνος δὲ ὀνόματι μὲν ἔχει τὴν δεσποτείαν, ἔργῳ δὲ βεβαιουμένην ἔχει τὴν δουλείαν. ὁρᾷς ἐκεῖνον μετὰ τῆς πόρνης συρόμενον, σεαυτὸν δὲ τῆς πόρνης καταφρονοῦντα· πῶς οὐχὶ σὺ μὲν εἶ δεσπότης τοῦ πάθους, ἐκεῖνος δὲ δοῦλός ἐστι τῶν ὑπὸ σοῦ πατουμένων ἡδονῶν; ὥστε Ποιήσωμεν ἄνθρωπον καὶ ἀρχέτωσαν· ὅπου ἡ τοῦ ἄρχειν δύναμις, ἐκεῖ ἡ τοῦ θεοῦ εἰκών.

Ἀρχέτωσαν τῶν ἰχθύων. πρῶτον ἡμῖν τῶν ἀπῳκισμένων ἡ ἀρχὴ ἐδόθη. οὐκ εἶπεν· Ἀρχέτωσαν τῶν συντρόφων ζῴων ἀλλά· Τῶν ἰχθύων· ἔνυδρος γὰρ αὐτῶν ἡ δίαιτα. τῶν οὖν ἰχθύων ἐδόθη ἡμῖν ἡ ἀρχὴ πρῶτον. καὶ πῶς τῶν ἰχθύων ἄρχομεν; εἴ που ἔγνως σεαυτὸν ἐν λίμνῃ παραφανέντα, πῶς ἡ σκιά σου πάντα διεπτόησε. τίς οὕτω δεσπότης τῆς οἰκίας θορυβουμένου τοῦ οἴκου ἀθρόως ἐπιστὰς ἡσυχίαν ἐποίησε καὶ πάντα μετέβαλεν εἰς εὐκοσμίαν τῇ παρουσίᾳ τοῦ κρατοῦντος; πῶς πᾶσα ἡ ἔνυδρος κτίσις ἐπιφανέντος ἑνὸς ἀνθρώπου μεταβάλλει τὸ σχῆμα. οὐκέτι τὴν ἐλευθέραν ἔχει διαγωγήν, οὐ τολμᾷ ἐπινήξασθαι τοῖς νώτοις τῆς θαλάσσης ἢ τῆς λίμνης. ὁ δελφὶς ὅταν που πλησίον ἄνθρωπον ὄντα θεάσηται, καίτοι δελφίς ἐστι τῶν κητῶν ὁ βασιλικώτατος, αἰδεῖται. οὕτως ἐδόθη τῷ ἀνθρώπῳ ἡ κατὰ τῶν νηκτῶν ἀρχή. ὅταν δὲ ἴδῃς σεαυτοῦ τὸν λογισμὸν πάντων διήκοντα καὶ πάντων κρατοῦντα, πῶς οὐχὶ τῶν κητῶν ἄρχεις; εἶδον ἐγὼ ἐπίνοιαν ἀνθρωπίνην, ὅτι ποιοῦσιν ἀγκίστρων τινῶν κατασκευὴν καὶ τούτοις ἐπιβάλλοντες δελεάσματα σύμμετρα τῷ μεγέθει τῶν καταπινόντων κητῶν. εἶτα τῶν ἄκρων ἐκείνων τῶν σχοινίων, ὧν ἀπήρτηται τὰ ἄγκιστρα κατὰ τὸ ἕτερον πέρας, ἀσκοὺς πνεύματι διατείναντες καὶ ἐκδήσαντες τῶν ἄκρων ἐκείνων μετεώρους ἀφιᾶσιν ὑπὲρ [ἐπὶ] τοῦ πελάγους.

ἐνεχθέντα τοίνυν τὰ ἄγρια κήτη τοῖς δελεάσμασι καὶ τὰ ἄγκιστρα ἐφ᾽ ἑαυτῶν δεξάμενα σύρει μὲν τοὺς ἀσκοὺς εἰς τὸ βάθος, ἡ δὲ τῶν ἀσκῶν φύσις ἀνωφερὴς οὖσα πάλιν ἀνθέλκει εἰς τὴν ἐπιφάνειαν. καὶ ἐμπεπαρμένα τῇ ἰδίᾳ τροφῇ ἄνω καὶ κάτω μαιμάσσοντα καὶ ἀλύοντα τοὺς βυθοὺς διερευνᾶται. πελάγη πελαγῶν ἀναμετρεῖ καὶ τὸν πολὺν πόνον ἄπρακτον ἔχον τελευταῖον τῷ ἀγκίστρῳ ἐκείνῳ ἁλώσιμον γίνεται τῷ πόνῳ δαμασθέν, τῷ λιμῷ καταδαπανηθέν, νεκρὸν μετὰ τῶν ἀσκῶν συρόμενον θήραμα γίνεται τῷ θηρατῇ· τῷ μικρῷ τὸ μέγα, τῷ ἀσθενεῖ τὸ ἄπλετον. διὰ τί; ὅτι τῇ τοῦ λογισμοῦ περιουσίᾳ δύναμιν τοῦ ἄρχειν λαβὼν ὡς κακοὺς δραπέτας πρὸς ἀκρίβειαν ἄγει τοὺς ἀπειθεστάτους· τοὺς μὴ δυναμένους δι᾽ ἡμερότητος προσαχθῆναι τούτους διὰ τῆς ἀνάγκης δουλοῦται. οὕτω πανταχοῦ ἡ τοῦ ἄρχειν δύναμις παρὰ τοῦ κτίσαντος ἐγγινομένη τῷ ἀνθρώπῳ ὑπάρχει. ἐντεῦθεν ξιφίαι καὶ ζύγαιναι καὶ φάλαιναι καὶ πρίονες καὶ βόες καὶ πάντα ἐκεῖνα τὰ φοβερὰ τῶν κητῶν ὀνόματα ὑποχείρια γέγονε τῷ ἀνθρώπῳ.

Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν θηρίων τῆς γῆς. οὐχ ὁρᾷς τὸν λέοντα τὸν βαρὺν τὸν βρυχητικόν, οὗ καὶ τὸ ὄμμα ἀφόρητον καὶ ὁ βρυγμὸς ὑπότρομον ποιεῖ τὴν γῆν; ᾧτινί ἐστιν οὕτω φορητός, ὥστε ὁρμὴν αὐτοῦ ὑπομεῖναι; οὐδενὶ τῶν ζῴων. τοσαύτῃ πέποιθε δυνάμεως περιουσίᾳ, ὥστε πάντων τῶν θηρίων καταφρονεῖν. ἀλλ᾽ ὅμως ἐκεῖνον ὁρᾷς ἐν μικρῷ ζώγρῳ κατακεκλεισμένον. τίς ὁ καθείρξας αὐτόν, ὁ τὸ μικρὸν δεσμωτήριον τῷ μεγάλῳ ζῴῳ ἐπινοήσας; τίς ὁ τῇ ἀραιότητι τῶν στημόνων ἐκείνων τῶν ξυλίνων τὴν ἀναπνοὴν τῷ θηρίῳ παρασκευάσας, ὡς μὴ ἀποπνῖξαι αὐτὸ τῷ ἰδίῳ ἄσθματι, ἀλλὰ καὶ ἀναπνοὴν ἐλευθέριον αὐτῷ δοὺς καὶ τὴν ἀσφάλειαν διοικησάμενος; τίς; οὐχὶ ἄνθρωπος; παίγνια ποιοῦσι τῶν θηρίων τὰ χαλεπώτατα. οὐ καταπαίζει τῶν παρδάλεων, ὅταν ὑπερτείνῃ χάρτην εἰς ἄνθρωπον ἐσχηματισμένον, καὶ ἡ μὲν τὸν χάρτην ἐσπάραξεν, ὁ δὲ ἄνθρωπος κάτω κείμενος τῆς ἀνοίας τοῦ θηρίου κατεγέλασεν; οὐ περιουσίᾳ πάντων κρατεῖ ὁ ἄνθρωπος; πῶς εἴπω σοι περὶ τῶν πετομένων; ὅτι οὐκ ἀναβαίνει μὲν ὁ ἄνθρωπος εἰς τὸν ἀέρα, συμπαρίπταται δὲ τοῖς πτηνοῖς τῇ τοῦ λογισμοῦ δυνάμει. οὐδὲν γὰρ κατέχει τὸν λογισμόν. τὰ ἐν τῷ βυθῷ διερευνᾶται, τὰ ὑπὲρ γῆς θηρᾶται, τὰ ἐν τῷ ἀέρι προκαταλαμβάνεται. εἶδές ποτε ἐπ᾽ ἄκρου κλάδου καθεζόμενον ὄρνεον καταγελῶν τῶν ἀνθρώπων; πέποιθε γὰρ τῇ κουφότητι τοῦ πτεροῦ.

ἀλλ᾽ ὅμως ἔστιν ἰδεῖν παῖδα ἀδολέσχην καλάμους καλάμοις ὑποβαλόντα καὶ κατὰ τὸ ἄκρον τῶν καλάμων ἰξὸν προσαρτήσαντα, εἶτα λανθανόντως διὰ τῶν κλάδων καὶ τῶν φύλλων κλέψαντα τοῦ ἰξοῦ τὴν παρουσίαν. καὶ † ἀπομετεωριζόμενον τὸ ὄμμα τοῦ ὀρνέου † μικρᾷ προσψαύσει ἐκράτησε τὸ ἀεροποροῦν, τὸ διὰ τοῦ αἰθέρος φερόμενον πτηνὸν δέσμιον ἰξῷ ἤγαγε. κάτω κεῖται ἄνθρωπος καὶ ἡ χεὶρ κάτω, ἀλλ᾽ ἡ διάνοια ἀναβαίνει καὶ διὰ τῆς τέχνης ἐφικτὰ γίνεται τῷ ἀνθρώπῳ πάντα. δίκτυα ἵσταται πτερωτοῖς, τοξόται τῶν πετομένων καταστοχάζονται, δελεάσματι θηρᾶται τὰ λαιμαργότερα. οὐκ εἶδές ποτε καὶ ἀετὸν λάβρως ἐμπεσόντα θηράματι, εἶτα περιπαρέντα ταῖς κάτω πάγαις; οὕτω τὸ ὑψηλὸν κάτω γίνεται τοῖς ἀνθρωπίνοις δελεάσμασιν ἑλκυσθέν. πάντα ὑπὸ τὴν χεῖρα ἤγαγε τοῦ ἀνθρώπου καὶ τὴν κτίσιν ἐπλήρωσε καὶ τὸν ἄνθρωπον ἄμοιρον τῆς δεσποτείας οὐκ ἐποίησε. μὴ εἴπῃς· τὰ ἐν τῷ ἀέρι φερόμενα πῶς ἐμοὶ διαφέρει; διὰ τοῦ λογισμοῦ κἀκεῖνά σοι ὑποχείρια γίνεται. † Καὶ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. ὁρᾷς ποῦ ἔχεις τὸ Κατ᾽ εἰκόνα γεγενῆσθαι θεοῦ;