Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος α'

Γρηγόριος ὁ Νύσσης

Η διάκριση του κατ' εικόνα και του καθ' ομοίωσιν

Θεολογική προσέγγιση της φυσικής ιδιότητας του «κατ' εικόνα» έναντι της ηθικής κτήσης του «καθ' ομοίωσιν» μέσω της αρετής. Η ισοτιμία των φύλων στην πνευματική ζωή και η αλληγορική ερμηνεία της κυριαρχίας επί των ζώων ως άσκηση ελέγχου στους άλογους λογισμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ἆρα οὐκ ἐπεσημήνω ὅτι ἐλλιπὴς ἦν ἡ ἀπόδειξις; Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν, ἡ βουλὴ δύο εἶχε· Κατ᾽ εἰκόνα καὶ Καθ᾽ ὁμοίωσιν. ἡ δημιουργία ἓν ἔχει. μὴ ἄλλως ἠβουλήθη καὶ ἄλλως μετεβουλεύσατο; μὴ μεταμέλειά τις τῇ κτίσει παρηκολούθησε; μὴ ἀτονία τοῦ κτίσαντος ἄλλα προελομένου καὶ ἄλλα ποιήσαντος; ἢ ἀδολεσχία ἐν τοῖς λόγοις; τάχα γὰρ τὸ αὐτὸ λέγει Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν· εἰπὼν γὰρ Κατ᾽ εἰκόνα οὐκ εἶπε Καθ᾽ ὁμοίωσιν; ὅπερ ἂν ἐκλεξώμεθα, κατηγορήσομεν τοῦ γεγραμμένου. εἴτε γὰρ τὸ αὐτὸ λέγει· παρέλκον ἐστὶ δὶς τὸ αὐτὸ λέγειν. ἀργὸν ῥῆμα ἐν τῇ γραφῇ λέγειν βλασφημία δεινή. ἀλλὰ μὴν οὐκ ἀργολογεῖ. οὐκοῦν ἀναγκαῖόν ἐστι γενέσθαι ἄνθρωπον Κατ᾽ εἰκόνα καὶ Καθ᾽ ὁμοίωσιν.

Διὰ τί οὐκ εἴρηται· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ᾽ εἰκόνα θεοῦ καὶ καθ᾽ ὁμοίωσιν; ἠτόνησεν ὁ ποιῶν; ἀσεβὴς ὁ λόγος. μετεμελήθη ὁ προστάσσων; ἀσεβέστερον τὸ ἐνθύμημα. ἀλλ᾽ εἶπε καὶ μετεβουλεύσατο; οὔ. οὔτε οὖν ἡ γραφὴ τὸ αὐτὸ λέγει, οὔτε ὁ δημιουργὸς ἀτονεῖ, οὔτε ἡ βουλὴ ἐματαιώθη. τίς ὁ λόγος τῆς σιωπῆς; Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. τὸ μὲν τῇ κτίσει ἔχομεν, τὸ δὲ ἐκ προαιρέσεως κατορθοῦμεν. ἐν τῇ πρώτῃ κατασκευῇ συνυπάρχει ἡμῖν τὸ Κατ᾽ εἰκόνα γεγενῆσθαι θεοῦ, ἐκ προαιρέσεως ἡμῖν κατορθοῦται τὸ Καθ᾽ ὁμοίωσιν εἶναι θεοῦ. τοῦτο δὲ τὸ κατὰ προαίρεσιν δυνάμει ἡμῖν ἐνυπάρχει, ἐνεργείᾳ δὲ ἑαυτοῖς ἐπάγομεν. εἰ μὴ προλαβὼν εἶπεν ὁ κύριος ποιῶν ἡμᾶς Ποιήσωμεν καὶ καθ᾽ ὁμοίωσιν, εἰ μὴ τὴν τοῦ γενέσθαι καθ᾽ ὁμοίωσιν δύναμιν ἡμῖν ἐχαρίσατο, οὐκ ἂν τῇ ἑαυτῶν ἐξουσίᾳ τὴν πρὸς θεὸν ὁμοίωσιν ἐδεξάμεθα. νῦν μέντοι δυνάμει ἡμᾶς ἐποίησεν ὁμοιωτικοὺς θεῷ. δύναμιν δὲ δοὺς πρὸς τὸ ὁμοιοῦσθαι θεῷ ἀφῆκεν ἡμᾶς ἐργάτας εἶναι τῆς πρὸς θεὸν ὁμοιώσεως, ἵνα ἰσάγγελος ᾖ τῆς ἐργασίας μισθός, ἵνα μὴ ὥσπερ εἰκόνες ὦμεν παρὰ ζωγράφου γενόμεναι εἰκῆ κείμεναι, ἵνα μὴ τὰ τῆς ἡμετέρας ὁμοιώσεως ἄλλῳ ἔπαινον φέρῃ. ὅταν γὰρ τὴν εἰκόνα ἴδῃς ἀκριβῶς μεμορφωμένην πρὸς τὸ πρωτότυπον, οὐ τὴν εἰκόνα ἐπαινεῖς, ἀλλὰ τὸν ζωγράρον θαυμάζεις.

ἵνα τοίνυν τὸ θαῦμα ἐμὸν γένηται καὶ μὴ ἀλλότριον, ἐμοὶ κατέλιπε τὸ Καθ᾽ ὁμοίωσιν θεοῦ γενέσθαι.

Κατ᾽ εἰκόνα γὰρ ἔχω τὸ λογικὸς εἶναι, καθ᾽ ὁμοίωσιν δὲ γίνομαι ἐν τῷ χρηστὸς γενέσθαι. Γίνεσθε τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. εἶδες ποῦ ἀποδίδωσιν ἡμῖν ὁ κύριος τὸ Καθ᾽ ὁμοίωσιν; Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ἐὰν γένῃ μισοπόνηρος, ἀμνησίκακος, μὴ μεμνημένος τῆς χθιζῆς ἔχθρας, ἐὰν γένῃ φιλάδελφος, συμπαθής, ὡμοιώθης θεῷ. ἐὰν ἀφῇς τῷ ἐχθρῷ ἀπὸ καρδίας, ὡμοιώθης θεῷ. ἐὰν οἷός ἐστιν ἐπὶ σὲ τὸν ἁμαρτωλὸν ὁ θεός, τοιοῦτος γένῃ ἐπὶ τὸν εἰς σὲ πεπλημμεληκότα ἀδελφόν, τῇ πρὸς τὸν πλησίον εὐσπλαγχνίᾳ ὡμοιώθης θεῷ. ὥστε τὸ Κατ᾽ εἰκόνα μὲν ἔχεις ἐκ τοῦ λογικὸς εἶναι, Καθ᾽ ὁμοίωσιν δὲ γίνῃ ἐκ τοῦ χρηστότητα ἀναλαβεῖν. ἀνάλαβε Σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ἵνα ἐνδύσῃ Χριστόν. δι᾽ ὧν γὰρ ἀναλαμβάνεις τὴν συμπάθειαν, δι᾽ αὐτῶν Χριστὸν ἐνδύῃ καὶ τῇ πρὸς αὐτὸν οἰκειώσει οἰκεῖος ἐγένου θεῷ. οὕτως ἡ ἱστορία παίδευσίς ἐστι τοῦ βίου τοῦ ἀνθρωπίνου.

Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα· ἐχέτω ἐν τῇ κτίσει τὸ Κατ᾽ εἰκόνα. γενέσθω καὶ Καθ᾽ ὁμοίωσιν· τούτου τὴν δύναμιν ἔδωκεν. εἰ ἐποίησε καὶ καθ᾽ ὁμοίωσιν, ποῦ σου ἡ χάρις; διὰ τί σὺ ἐστεφανοῦ; εἰ γὰρ ὁ δημιουργὸς τὸ ὅλον ἀπέδωκε, πῶς ἄν σοι ἡ βασιλεία τῶν οὐρανῶν ἠνοίγετο; νῦν δὲ τὸ μὲν ἐδόθη, τὸ δὲ ἀτελὲς κατελείφθη, ἵνα σεαυτὸν τελειώσας ἄξιος γένῃ τῆς παρὰ τοῦ θεοῦ μισθαποδοσίας.

Πῶς οὖν γενώμεθα καθ᾽ ὁμοίωσιν; διὰ τῶν εὐαγγελίων. τί ἐστι χριστιανισμός; θεοῦ ὁμοίωσις κατὰ τὸ ἐνδεχόμενον ἀνθρώπου φύσει. εἰ ἀνεδέξω τὸ εἶναι χριστιανός, ἐπείχθητι γενέσθαι ὅμοιος θεῷ, ἔνδυσαι Χριστόν. πῶς δὲ ἐνδύσῃ ὁ μὴ σφραγισάμενος, πῶς ἐνδύσῃ ὁ τὸ βάπτισμα μὴ λαβών, ὁ τὸ ἔνδυμα τῆς ἀφθαρσίας μὴ δεξάμενος; ἀποπέμπῃ τὴν πρὸς θεὸν ὁμοίωσιν; εἰ ἔλεγόν σοι· δεῦρο, γενοῦ ὅμοιος βασιλεῖ, οὐκ ἂν εὐεργέτην με ἔκρινας; ἐπειδὴ βούλομαί σε ὅμοιον θεῷ ποιῆσαι, φεύγεις τὸν λόγον τὸν θεοποιοῦντά σε ἐπιφραξάμενος τὰ ὦτα, ἵνα μηδὲ ἀκούσῃς τὸν σωτήριον λόγον;

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ᾽ εἰκόνα. τὸν ἄνθρωπον, φησὶν ἡ γυνή, τί πρὸς ἐμέ; ὁ ἀνὴρ ἐγένετο. οὐ γὰρ εἶπε τὴν ἄνθρωπον, φησίν, ἀλλὰ τῇ τοῦ ἄρθρου προσθήκῃ τὸ ἀρρενικὸν ἐνέφηνεν. ἀλλ᾽ ἵνα μὴ ἀμαθῶς τις τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ ἐπὶ τοῦ ἀνδρὸς ᾖ μόνου κεχρημένος, προσέθηκεν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ ἡ γυνὴ ἔχει τὸ Κατ᾽ εἰκόνα θεοῦ γεγενῆσθαι ὡς καὶ ὁ ἀνὴρ ὁμοίως. ὁμότιμοι αἱ φύσεις, ἴσαι αἱ ἀρεταί, ἆθλα ἴσα, ἡ καταδίκη ὁμοία. μὴ λεγέτω· ἀσθενής εἰμι. ἡ ἀσθένεια σαρκός, ἐν ψυχῇ τὸ δυνατόν ἐστιν. ἐπειδὴ τοίνυν ὁμότιμος ἡ κατὰ θεὸν εἰκών, ὁμότιμος ἔστω ἡ ἀρετὴ καὶ ἡ τῶν ἀγαθῶν ἔργων ἐπίδειξις. οὐδεμία παραίτησίς ἐστι τῷ βουλομένῳ προφασίζεσθαι ἀσθενὲς τὸ σῶμα. δι᾽ αὑτὸ τοῦτο ἁπλῶς ἁπαλόν, ἀλλὰ διὰ τὴν συμπάθειαν εὔτονον ἐν καρτερίαις, σύντονον δὲ ἐν ἀγρυπνίαις. πότε δύναται ἀνθρώπου φύσις ἁμιλληθῆναι γυναικὸς φύσει καρτερικῶς διαγούσης τὸν ἑαυτῆς βίον; πότε τὸ ἐν νηστείαις εὔτονον γυναικῶν μιμήσασθαι δύναται ἄνθρωπος, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν δάκρυσι δαψιλές, τὸ πρὸς εὐποιΐαν ἕτοιμον; εἶδον ἐγὼ γυναῖκα λάθρα κλέπτουσαν καλὰ κλέμματα καὶ ἄνευ τοῦ ἀνδρὸς τὰς εὐποιΐας ποιοῦσαν ὑπὲρ ἀνδρός, ὑπὲρ αὐξήσεως οἴκου, ὑπὲρ τέκνων διαμονῆς διδοῦσαν καὶ λανθάνουσαν τοῦ ἀνδρὸς τὴν γνῶσιν, ὑπὲρ αὐτοῦ ἐκβάλλουσαν καὶ αὐτὸν ἀποκρύπτουσαν.

ὃ γὰρ ἐποίει, ἐποίει τῷ βλέποντι ἐν τῷ κρυπτῷ οὐ δημοσιεύουσα ἑαυτῆς τὴν εὐποιΐαν. ἡ ἀγαθὴ γυνὴ ἔχει τὸ Κατ᾽ εἰκόνα. μὴ πρόσεχε τῷ ἔξω ἀνθρώπῳ, περίπλασμά ἐστι τοῦτο. ἡ ψυχὴ καθέζεται ἔνδον ὑπὸ παραπετάσματι καὶ ἁπαλῷ τῷ σώματι. ψυχὴ μέντοι καὶ ψυχὴ ὁμότιμος, ἐν τοῖς παραπετάσμασιν ἡ διαφορά.

Θεῷ οὖν ὅμοιος ἐγένου διὰ τῆς χρηστότητος, διὰ τῆς ἀνεξικακίας, διὰ τῆς κοινωνίας, διὰ τοῦ φιλάδελφος καὶ φιλάλληλος εἶναι, μισοπόνηρος, κατακρατῶν τῶν παθῶν τῆς ἁμαρτίας, ἵνα σοι ὑπάρχῃ τὸ ἄρχειν. Καὶ ἀρχέτωσαν τῶν ἰχθύων. ἐδόθη σοι τὸ ἄρχειν τῶν ἰχθύων τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους ἐγένου ἄρχων.

Καὶ ἀρχέτωσαν τῶν θηρίων. παντὸς θηρίου ἄρχεις. τί οὖν, ἐρεῖς, ἐγὼ θηρία ἔχω ἐν ἐμαυτῷ; καὶ μυρία καὶ πολὺν ὄχλον ἐν σεαυτῷ θηρίων ἔχεις. καὶ μὴ ὕβριν εἶναι νομίσῃς τὸ λεγόμενον. μικρὸν θηρίον ἐστὶν ὁ θυμός, ὅταν ἐνυλακτῇ τῇ καρδίᾳ; κυνὸς παντὸς οὐκ ἔστιν ἀγριώτερος; τῇ δὲ δολερᾷ ψυχῇ ὁ δόλος ἐμφωλεύων ἄρκου πάσης φωλάδος οὐκ ἔστι δυσημερώτερος; οὐκ ἔστι θηρίον ἡ ὑπόκρισις; ὁ δὲ ὀξὺς εἰς ὕβριν σκορπίος οὐκ ἔστιν; ὁ δὲ λάθρα εἰς ἄμυναν ὁρμῶν ἐχίδνης οὐκ ἔστι χαλεπώτερος; ὁ δὲ πλεονέκτης οὐκ ἔστι λύκος ἅρπαξ; ποῖον θηρίον ἐν ἡμῖν οὐκ ἔστιν; ὁ θηλυμανὴς οὐκ ἔστιν ἵππος ἐπιμαινόμενος; Ἵπποι, γάρ φησι, θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. οὐκ εἶπεν ἐλάλει τῇ γυναικὶ ἀλλ᾽· Ἐχρεμέτιζεν. μετέθηκεν αὐτὸν ἐπὶ τὴν τῶν ἀλόγων φύσιν διὰ τοῦ πάθους ᾧ προσῳκειώθη. πολλὰ οὖν θηρία ἐν ἡμῖν. ἐγένου τοίνυν ἄρχων θηρίων, εἰ τῶν ἔξω ἄρχεις, τὰ δὲ ἔνδον ἀβασίλευτα καταλείψεις; οἷος ἔσῃ τῷ λογισμῷ τοῦ λέοντος μὲν κρατῶν καὶ καταφρονῶν αὐτοῦ τοῦ βρυχήματος, πρίων δὲ τοὺς ὀδόντας καὶ τὴν φωνὴν ἄναρθρον ἀφιείς, τοῦ θυμοῦ ἔνδον † ὅλου ὁμοῦ προπεσεῖν φιλονεικοῦντος οὐδὲ καταμένειν ἔνδον συγχωροῦντος; τί τούτου χαλεπώτερον, ὅταν ἄνθρωπος ὑπὸ τοῦ πάθους κρατηθῇ, ὅταν ὁ θυμὸς τὸν λογισμὸν παρωσάμενος αὐτὸς τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ;

ἄρχων τοίνυν ἐκτίσθης, ἄρχων παθῶν, ἄρχων θηρίων, ἄρχων ἑρπετῶν, ἄρχων πτηνῶν. μήτε λογισμοὺς ἔχε μετεωροπόρους μήτε κοῦφος ἔσο καὶ ἄστατος τῇ διανοίᾳ. πτηνῶν ἄρχειν ἐκρίθης. ἄτοπος εἶ τὰ μὲν πετόμενα ἰξῷ καταβάλλων, αὐτὸς δὲ κοῦφος ὢν καὶ μετέωρος. μὴ τυφωθῇς, μὴ ὑπεραρθῇς, μὴ μείζω φρονήσῃς τῆς ἀνθρωπίνης φύσεως, μὴ ὑπερφυσῶ ἐπαινούμενος, μὴ δόξαζε σεαυτὸν μηδὲ μέγα τι εἶναι νόμιζε σεαυτόν. ἔσῃ γὰρ οὕτως πτηνὸν ἄστατον ἀστηρίκτῳ τῇ φύσει ὧδε καὶ ὧδε περιφερόμενος. ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ ἄρχων τῶν ὄντων πάντων. οὕτως ἡ διὰ τῶν ζῴων δεδομένη ἀρχὴ ῥυθμίζει ἡμᾶς πρὸς τὸ ἡμῶν αὐτῶν ἄρχειν. ἄτοπον γάρ ἐστι βασιλευόμενον οἴκοι ἐθνῶν βασιλεύειν, ὑπὸ ἑταίρας κρατούμενον ἔσω δημοσίᾳ πόλεως εἶναι προστάτην. τὰ οἴκοι χρὴ καλῶς διατιθέμενον καὶ τῶν ἔνδον εὐταξίαν κατακοσμήσαντα οὕτω τῶν ἄλλων λαμβάνειν τὴν ἐπιστασίαν, ἐπεὶ περιστραφήσεται παρὰ τῶν ἀρχομένων ὁ λόγος, ἐὰν ἄκοσμα τὰ οἴκοι καὶ ἀδιάτακτα ἔχῃ, ὅτι Ἰατρέ, θεράπευσον σεαυτόν. ἑαυτοὺς πρῶτον θεραπεύσωμεν. οὐδεὶς μὴ θηράσας λέοντα κατεγνώσθη· μὴ κρατήσας δὲ θυμοῦ καταγέλαστος πάντῃ. ὥστε ὁ μὲν τοῦ ἰδίου πάθους μὴ περιγενόμενος εἰς κατάγνωσιν ἄγεται, ὁ δὲ μὴ δυνηθεὶς ἀγρίων θηρίων περιγενέσθαι οὔπω μέμψεως ἄξιόν τι πεποιηκὼς φανήσεται.