Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος βʹ

Γρηγόριος ὁ Νύσσης

Η διπλή φύση του ανθρώπου και ο πνευματικός του προορισμός

Ανάλυση του ιδιαίτερου τρόπου δημιουργίας του ανθρώπου, η θεολογική διάκριση των όρων της Γενέσεως και η πνευματική ερμηνεία της εντολής για αύξηση και πληθυσμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

Ὁ μὲν σοφὸς Σολομὼν οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ᾽ ἐν διδακτοῖς πνεύματος ἁγίου σοφισθείς, ἐν τοῖς ἀρτίως ἡμῖν ἀνεγνωσμένοις ἀποσεμνύνων τὸν ἄνθρωπον ἐβόα λέγων· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. ἐγὼ δὲ ματαίως ἄρα κατ᾽ ἐμαυτὸν ἐσκόπουν, ἅ τε εἶχον ἐν τῇ ἐμαυτοῦ διανοίᾳ καὶ ἃ παρὰ τῆς γραφῆς δεδιδαγμένος ἤμην περὶ τοῦ ἀνθρώπου. ἐλογιζόμην γὰρ ὅτι πῶς μέγα ἄνθρωπος, τὸ ἐπίκηρον ζῷον τὸ μυρίοις πάθεσιν ὑποκείμενον, τὸ ἐκ γενετῆς εἰς γῆρας μυρίων κακῶν ἑσμὸν ἐξαντλοῦν, περὶ οὗ καὶ τῇ γραφῇ λέλεκται· Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; καὶ ὁ μὲν ψαλμῳδὸς καταφρονεῖ τούτου ὡς εὐτελοῦς ζῴου, ἡ δὲ παροιμία ἀποσεμνύνει ὡς μέγα τι τὸν ἄνθρωπον. ἀλλά μοι τὴν τοιαύτην διαπόρησιν ἔλυσεν ἡ ἱστορία τῆς γενέσεως τοῦ ἀνθρώπου ἀναγνωσθεῖσα. ἠκούομεν γὰρ νῦν ὅτι Ὁ θεὸς ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. εὗρον τοίνυν ἐγὼ ἀπὸ τοῦ ῥήματος τούτου ἀμφότερα, καὶ ὅτι οὐδὲν ἄνθρωπος καὶ ὅτι μέγα ἄνθρωπος. εἰ μὲν γὰρ πρὸς τὴν φύσιν μόνην ἀποβλέψεις ἐξ ἧς γεγένηται, τὸ μηδέν σοι φανεῖται καὶ τοῦ μηδενὸς ἄξιος, εἰ δὲ πρὸς τὴν τιμὴν ἣν ἐτιμήθης, μέγα ἄνθρωπος. ποίαν ταύτην; σύγκρινον ἀνθρώπου γένεσιν καὶ τῶν ἄλλων ἁπάντων· Εἶπεν ὁ θεός Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτω στερέωμα, καὶ ὁ μέγας οὐρανὸς ἄνωθεν ἡμῖν ὑπερτέταται λόγῳ μόνῳ παραχθείς.

ἀστέρες καὶ ἥλιος καὶ σελήνη καὶ πάντα, ὅσα ὀφθαλμῷ τε θεωροῦμεν καὶ νῷ καταλαμβάνομεν, ῥήματι ἔσχε τὸ εἶναι. θάλασσα καὶ γῆ καὶ ἡ ἐν αὐτοῖς διακόσμησις, ζῴων γένη παντοδαπά, φυτῶν διάφοροι ποικιλίαι, πάντα προστάγματι γέγονεν. ἄνθρωπος δὲ οὐχ οὕτως. οὐ γὰρ ἐλέχθη· γενηθήτω ἄνθρωπος, ἀλλὰ πλεῖόν τι ἐν τούτῳ καθορᾶται· ὑπὲρ φῶς, ὑπὲρ οὐρανόν, ὑπὲρ φωστῆρας, ὑπὲρ πάντα ἡ ἀνθρώπου γένεσις. Ἔλαβε, γάρ φησιν, ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. ἰδίᾳ χειρὶ καταξιοῖ διαπλάσαι τὸ ἡμέτερον σῶμα. οὐκ ἄγγελος ὑπηρετήσατο εἰς τὴν πλάσιν, οὐχ ἡ γῆ αὐτομάτως ἡμᾶς ἐξέβρασεν ὡς τοὺς τέττιγας, οὐ λειτουργοῖς τισι καὶ διακονηταῖς ἐχρήσατο πρὸς τὸ ποιήμα, ἀλλ᾽ ἰδίᾳ χειρὶ φιλοτεχνεῖ Χοῦν λαβὼν ἀπὸ τῆς γῆς. ὅταν μὲν οὖν πρὸς τὸ ληφθὲν ἀπίδῃς, εἰκότως ἐρεῖς· Τί ἐστιν ἄνθρωπος; ὅταν δὲ τὸν πλάσαντα καὶ τὴν τούτου αὐτουργίαν κατανοήσῃς, πάλιν μεταβαλὼν ἀποφανῇ ἐνδιαθέτως ὅτι Μέγα ἄνθρωπος, τὸ μὲν διὰ τὴν ὕλην, ἐξ ἧς κατεσκεύασται, ὡς οὐδέν τι κατὰ τὴν ἰδίαν φύσιν λογιζόμενος, τὸ δὲ διὰ τὴν τιμήν, ἣν τετίμηται, ὡς μέγα ἐν ἀληθείᾳ διὰ τὸ Κατ᾽ εἰκόνα καὶ τὸ Καθ᾽ ὁμοίωσιν κρινόμενος.

Καὶ ἔλαβεν ὁ θεός. ἀλλὰ πῶς ἐκεῖ μὲν ἐν τοῖς κατόπιν· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἐνταῦθα δὲ ἄνωθεν πάλιν ἀνθρώπου γένεσις ἱστορεῖται, ὡς μήπω μηδὲν περὶ ἀνθρώπου δεδιδαγμένων τάχα ἡμῶν; λέγει γάρ· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. ἤδη τινὲς ἔφασαν τὸ μὲν Ἔπλασεν ἐπὶ τοῦ σώματος εἰρῆσθαι, τὸ δὲ Ἐποίησεν ἐπὶ τῆς ψυχῆς, καὶ ἴσως οὐκ ἔξω τῆς ἀληθείας ὁ λόγος. ὅπου μὲν γὰρ ἡ τοῦ τελείου ἀνθρώπου ποίησις εἴρηται καὶ ὅτι Κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τὸ Ἐποίησε γέγραπται· ὅπου δὲ λοιπὸν περὶ τῆς σωματικῆς ἡμῶν ὑποστάσεως καὶ τῆς πλάσεως διηγεῖται, τὸ Ἔπλασεν εἴρηται. διαφορὰν δὲ ποιήσεως καὶ πλάσεως καὶ ὁ ψαλμῳδὸς ἐδίδαξεν εἰπών· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. ἐποίησαν τὸν ἔσω ἄνθρωπον, ἔπλασαν τὸν ἔξω. καὶ γὰρ πρέπει ἡ μὲν πλάσις πηλῷ, ἡ δὲ ποίησις τῷ Κατ᾽ εἰκόνα· ὥστε ἐπλάσθη μὲν ἡ σάρξ, ἐποιήθη δὲ ἡ ψυχή. πρῶτον μὲν εἰπὼν περὶ ψυχῆς ὑποστάσεως νῦν περὶ τῆς τοῦ σώματος διαπλάσεως ἡμῖν διαλέγεται. ἔχε καὶ τοῦτον τὸν λόγον. τίς δὲ ἕτερος; ὅτι τὰ μὲν ἐν κεφαλαίῳ λέγεται, τὰ δὲ κατὰ τὸν τρόπον ὃν γέγονεν ἡμῖν παραδίδοται. ἄνωθεν μὲν οὖν ὅτι ἐποίησεν, ὧδε δὲ καὶ πῶς ἐποίησεν. εἰ γὰρ ἁπλῶς εἶπεν ὅτι ἐποίησεν, οὐκ ἐνδιέτριψε δὲ τῷ τρόπῳ τῆς ποιήσεως, ἐλογίζετο ἂν 〈ἄνθρωπος〉 ὡς τὰ κτήνη, ὡς τὰ θηρία, ὡς τὰ φυτά, ὡς ὁ χόρτος.

ἵνα οὖν φύγῃς τὴν πρὸς τὰ ἀλογώτερα καὶ ἀναισθητότερα κοινωνίαν, τὴν ἰδιάζουσαν περὶ σὲ τοῦ θεοῦ φιλοτέχνησιν ὁ λόγος παρέδωκεν.

Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε ταῖς ἰδίαις χερσίν. ἐνθυμήθητι πῶς ἐπλάσθης· χείρ ἐστι θεοῦ ἡ κατασκευάσασά σε. τὸ οὖν παρὰ θεοῦ πλασθὲν μὴ μιανθήτω διὰ πονηρίας, μὴ ἀλλοιωθήτω διὰ κακίας, μὴ ἐκπέσῃς βίᾳ τῆς συνεχούσης σε χειρὸς τοῦ θεοῦ. σκεῦος εἶ θεόπλαστον παρὰ θεοῦ γενόμενον· δόξαζε τὸν ποιήσαντα. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐγένου ἢ ἵνα ὄργανον ᾖς ἐπιτήδειον τῆς δόξης τοῦ θεοῦ. καὶ ὁ κόσμος οὗτος ὅλος ὥσπερ τι βιβλίον ἔγγραφον ὑπαγορευόμενον τὴν τοῦ θεοῦ δόξαν τὴν ἀπόκρυφον καὶ ἀόρατον καὶ τὴν μεγαλωσύνην αὐτοῦ διαγγέλλον σοι τῷ νοῦν ἔχοντι εἰς κατανόησιν ἀληθείας. πάντως γὰρ μέμνησαι τῶν εἰρημένων.

Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. διπλῆ γὰρ ἡ αὔξησις, ἡ μὲν σώματος, ἡ δὲ ψυχῆς. σώματος μὲν γὰρ αὔξησις ἡ ἀπὸ μικροῦ εἰς τὸ καθῆκον μέτρον ἀποκατάστασις, ψυχῆς δὲ αὔξησις ἡ διὰ τῶν μαθημάτων εἰς τελείωσιν προσθήκη. τὸ οὖν Αὐξάνεσθε ἐπὶ πάντων λεγόμενον τοῖς μὲν ἀλόγοις ζῴοις κατὰ τὴν τοῦ σώματος τελείωσιν καὶ τὸν ἀπαρτισμὸν τῆς φύσεως εἴρηται, ἡμῖν δὲ τοῖς λογικοῖς τὸ Αὐξάνεσθε κατὰ τὸν ἔσω ἄνθρωπον κατὰ τὴν προκοπὴν τὴν εἰς θεὸν ἀνάγουσαν. οἷος ἦν Παῦλος τοῖς μὲν ἔμπροσθεν ἐπεκτεινόμενος, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενος. αὕτη ἐστὶν ἡ αὔξησις, ἡ τῶν θεωρημάτων τῆς εὐσεβείας ἀνάληψις, ἡ τοῦ πλείονος ἐπέκτασις, τὸ ἀεὶ ὀρέγεσθαι ἡμᾶς τῶν ὑπὲρ ἡμᾶς καὶ τὰ προγενόμενα μὲν κατόπιν ἀφιέναι, τὰ λείποντα δὲ τῆς εὐσεβείας ταῦτα ὅση δύναμις ἐπιζητεῖν. οἷος ἦν ὁ Ἰσαάκ, περὶ οὗ ἡ μαρτυρία ἐκείνη ἀναγέγραπται ὅτι Προβαίνων ὑψοῦτο, μέχρις οὗ μέγας ἐγένετο. οὐ γὰρ ἀπέστη οὐδὲ μικρὸν αὐξηθεὶς ἀπέμεινεν, ἀλλὰ προέβαινεν ἀεὶ διαβήμασι μεγάλοις ἀναβαίνων ἐπὶ τῆς ἀρετῆς· διέβη μεγάλῳ βήματι τὴν σωφροσύνην, ἐπέβη τῆς δικαιοσύνης, ἐκεῖθεν ἐπὶ τὴν ἀνδρείαν ἀνέβη. οὕτω διαβαίνων ἐπὶ τὸ ἄκρον τοῦ ὕψους τοῦ ἀγαθοῦ κορυφοῦται ὁ δίκαιος. Αὐξάνεσθε οὖν αὔξησιν τὴν κατὰ θεόν, τελείωσιν τὴν κατὰ τὸν ἐντὸς ἄνθρωπον.

Πληθύνεσθε· ἐκκλησίας ἡ εὐλογία. μὴ ἐν ἑνί, φησί, καὶ δυσὶ περιγραφήτω ἡ θεολογία, ἀλλ᾽ εἰς πᾶσαν τὴν γῆν κηρυχθήτω τὸ εὐαγγέλιον τῆς σωτηρίας. Πληθύνεσθε. τίνες; οἱ κατὰ τὸ εὐαγγέλιον γεννώμενοι. Πληρώσατε τὴν γῆν. τὴν σάρκα τὴν δεδομένην ὑμῖν εἰς ὑπηρεσίαν πληρώσατε ἀγαθῶν ἔργων· ὀφθαλμὸς πλήρης ἔστω τοῦ ὁρᾶν τὰ δέοντα· χεὶρ πλήρης ἔστω τῶν ἀγαθῶν ἔργων· πόδες βαδιζέσθωσαν εἰς ἐπίσκεψιν ἀσθενούντων πορευτικοὶ ὄντες ἐφ᾽ ἃ προσήκει. πᾶσα ἡ τῶν μελῶν ἡμῶν κατάστασις πλήρης ἔστω τῶν κατὰ τὰς ἐντολὰς ἐργασιῶν. τοῦτο γάρ ἐστι τὸ Πληρώσατε τὴν γῆν. κοιναὶ μὲν γὰρ τυχὸν καὶ τοῖς ἀλόγοις αἱ τοιαῦται φωναί, ἰδιάζουσαι δὲ πρὸς τὸν ἄνθρωπον γίνονται, ὅταν ἡμεῖς τῷ Κατ᾽ εἰκόνα καὶ ᾧ ἐτιμήθημεν τούτῳ ἀδιαλείπτως χρησώμεθα. ἐκεῖνα μὲν γὰρ σωματικῶς αὔξει, ἡμεῖς δὲ πνευματικῶς· καὶ τὰ μὲν τῷ πλήθει πληροῖ τὴν γῆν, ἡμεῖς δὲ ταῖς ἀγαθαῖς ἐργασίαις πληροῦμεν τὴν συνεζευγμένην ἡμῖν γῆν, τουτέστι τὴν σωματικὴν διάπλασιν.