Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος βʹ

Γρηγόριος ὁ Νύσσης

Η αγιογραφική χρήση των αριθμών και η εσχατολογική κρίση

Απόρριψη της κοσμικής αριθμολογίας, ερμηνεία της εβδομάδος και της ογδόης ημέρας, και η σημασία της μετάνοιας ενόψει της Δευτέρας Παρουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. λεγέτωσαν ἀριθμητικοὶ καὶ οἱ περὶ τὰ τοιαῦτα ἐσχολακότες καὶ τὴν τοιαύτην σοφίαν ἀντὶ μεγάλου τινὸς κατορθώματος προβεβλημένοι, οἱ μὲν ὅτι συγγενὴς τῇ τοῦ κόσμου κτίσει ὁ ἓξ ἀριθμός, οἱ δὲ ὅτι πολύγονός ἐστι καὶ πολλὰ σχήματα ἀριθμῶν τίκτων ἀφ᾽ ἑαυτοῦ καὶ ὅτι τέλειος τοῖς ἑαυτοῦ μέρεσι καὶ ὅσα ἄλλα περὶ τῆς ἑξάδος ἐν ταῖς σχολικαῖς διαλέξεσιν ἀριθμητικοὶ διηγοῦνται. λεγέτωσαν καὶ περὶ τῆς ἑβδομάδος, ὅτι στείρωσίς ἐστιν ἐν τῷ ἑβδόμῳ· οὔτε γὰρ γεννᾷ ἄλλον ἀφ᾽ ἑαυτοῦ οὔτε παρ᾽ ἑτέρου γεννᾶται ὁ ἑπτὰ ἀριθμός. ἡμεῖς δέ, ἵνα μὴ εἰς πολύυλον μετενεχθέντες λόγον ἔξω γενώμεθα τῆς πρὸς ὑμᾶς διαλέξεως, ἐπὶ τὰ εὐγνωμονέστερα χωρήσομεν καὶ ἀναγκαιότερα. εἰ δέ τις καὶ περὶ ἐκεῖνα ἔχει τινὰ ἐμπειρίαν, ἴστω ὅτι καὶ παρ᾽ ἡμῖν ὁ τούτων θησαυρὸς ἐναπόκειται. οὐ φρονοῦμεν δὲ τούτοις μέγα διὰ τὸ ἐκ τῆς τοῦ κόσμου ταῦτα εἶναι σοφίας, ἃ περιφρονεῖν μᾶλλον ἡμεῖς ὡς μικρὰ καὶ ἀσυντελῆ πρὸς ἀρετὴν ἀλλ᾽ οὐκ ἐπιδείκνυσθαι ἐντετάλμεθα. ἵνα γοῦν δείξωμεν αὐτοῖς ὅτι τὰ ἐκείνων περισπούδαστα ἡμῖν ἐστιν εὐκαταφρόνητα, τοὺς μὲν τοιούτους λόγους σιωπῇ παραδράμωμεν, τοῖς δὲ μετὰ χεῖρα καὶ ὠφελιμωτέροις ἐμφιλοχωρήσωμεν. ἅμα δὲ καὶ οὐδὲ τῷ κοινῷ καὶ ἰδιώτῃ λαῷ εὔληπτος ἡ τῶν τεχνικῶν ἐκείνων καὶ σοφιστικῶν λόγων θεωρία.

πάρεστι δὲ ἡ ἐκκλησία οὐ παραδόξων λόγων ἀκρόασιν ἐκδεχομένη, ἀλλὰ τῶν ἐπ᾽ οἰκοδομῇ οἰκείᾳ θεωρημάτων ἐπιζητοῦσα τὰς λύσεις.

Τετίμηται τοίνυν ἡ ἑβδόμη ἡμέρα, τὸ σάββατον, κἀντεῦθεν ὁ ἕβδομος παρὰ Ἰουδαίοις ἀριθμὸς τίμιος· ἐν ᾧ αἱ σκηνοπηγίαι, αἱ σάλπιγγες, ἡ ἡμέρα τοῦ ἱλασμοῦ. καὶ ἐνιαυτὸς δὲ ὁ ἕβδομος παρ᾽ ἐκείνοις τίμιος ὁ τῆς ἀφέσεως λεγόμενος. ἐξῆν μὲν γὰρ αὐτοῖς ἓξ ἔτη ἐργᾶσθαι τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἐνιαυτῷ τοῖς αὐτομάτοις ἀρκεῖσθαι, ὅτε εἶχον τὴν γῆν τῆς ἐπαγγελίας. ἓξ ἔτη ἐδούλευεν ὁ Ἑβραῖος καὶ τῷ ἑβδόμῳ ἀφεῖτο τῆς δουλείας. ἑβδομηκοστῷ ἔτει ἐλύθη παρ᾽ αὐτοῖς ἡ αἰχμαλωσία. ὡσαύτως ἔστιν ἰδεῖν καὶ τὰ ἡμέτερα. Ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. οὕτως οἰκειούμεθα καὶ ἡμεῖς τὴν ἑβδομάδα. ἕβδομος ἀπὸ γενέσεως οὐκ εἶδε θάνατον· μυστήριον τοῦτο ἐκκλησίας. ἕβδομος ἀπὸ Ἀβραὰμ Μωυσῆς νόμον ἔλαβε. τοῦτο μεταβολὴ βίου, ἀνομίας ἀνάλυσις, δικαιοσύνης εἴσοδος, θεοῦ ἐπιδημία, εὐταξία εἰς κόσμον, νομοθέτησις τῶν πρακτέων. ἑβδομηκοστῇ καὶ ἑβδόμῃ γενεᾷ ἀπὸ Ἀδὰμ ὁ Χριστὸς ἐφάνη. οἶδε τὸ μυστήριον τῆς ἑβδομάδος Πέτρος· Ποσάκις ἁμαρτήσει ὁ ἀδελφός μου εἰς ἐμὲ καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ἀπεκρίθη ὁ διδάσκαλος καὶ οὐδ᾽ αὐτὸς ἀπέστη τοῦ ἑπτά, ἀλλ᾽ εἶπε μὲν ὡς ᾔδει ὁ μαθητής, ὑπερέβαλε δὲ τῷ πλούτῳ ὁ δεσπότης· Ποσάκις ἁμαρτήσει καὶ ἀφήσω; οὐκ εἶπεν· ἕως ἑξάκις ἢ ἕως ὀκτάκις. εἶτα ἐπήγαγεν Ἕως ἑβδομηκοντάκις ἑπτά. οὐκ εἰς ἄλλον μετέπεσε τῇ αὐξήσει ἀριθμόν.

οὐκ εἶπεν· ἑκατοντάκις ἑκατόν, ἀλλὰ τὸν ἑπτὰ ἐπολυπλασίασεν. οὔτε ὁ Πέτρος ἄλλον ἠρώτησεν ἀριθμὸν οὔτε ὁ κύριος ἐξέβη τοῦ κανόνος τοῦ ἑβδοματικοῦ. παρετήρησεν ὁ Πέτρος ὅ τι κανὼν παραδόσεως ἀρχαῖός ἐστι, τὴν ἑβδομάδα ἔμφασιν ἔχειν τινὸς ἀφέσεως ἁμαρτημάτων, ἀναπαύσεως τελείας, οὗ σημεῖον τὸ σάββατόν ἐστιν, ἡ ἑβδόμη ἀπὸ γενέσεως ἡμέρα. ὁ Πέτρος ἑπτάκις, ὁ κύριος ἑβδομηκοντάκις ἑπτά.

Ἀλλὰ καὶ αἱ ἁμαρτίαι τὸ παλαιὸν κατὰ τοῦτον ἐκδικοῦνται τὸν ἀριθμόν. Οὐχ οὕτως, φησὶν ὁ θεός, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. οὐδὲ ἐκεῖ ὀκτὼ ἀλλὰ ἑπτά. διὰ τί; μικρὸν ἀνάμεινον καὶ εὑρήσεις τὸ μυστήριον. ἡ πρώτη ἁμαρτία ἑπτάκις ἐκδικεῖται, ὁ δεύτερος φόνος τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. ὁμοίως οὖν κἀνταῦθα ἄφεσις παρὰ Πέτρῳ ἑβδόμη ἀναλογοῦσα τῇ ἐκδικήσει τοῦ Κάϊν καὶ συγχώρησις παρὰ κυρίου ἑβδομηκοντάκις ἑπτὰ ὡς ἡ κατάκρισις τοῦ Λάμεχ. ὅσον τὸ παράπτωμα, τοσοῦτον καὶ τὸ χάρισμα· ὅπου ὀλίγη ἡ ἁμαρτία, ὀλίγη καὶ ἡ ἄφεσις· Ὧι γὰρ ἀφῆκεν ὀλίγον, ὀλίγον καὶ ἀγαπᾷ· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.

Τί οὖν ἐστι τὸ μυστήριον; ὀγδόη λέγεται ἡμέρα αἰὼν ὁ τῆς κρίσεως, ἐν ᾧ ὁ ἁμαρτωλὸς ἑπτάκις, ὁ καθ᾽ ὑπερβολὴν ἑβδομηκοντάκις ἑπτὰ ἐκδικηθήσεται· καὶ ἔμπαλιν ὁ δίκαιος τιμηθήσεται ἑπτάκις, ὁ καθ᾽ ὑπερβολὴν δίκαιος ἑβδομηκοντάκις ἑπτά. ἡ γὰρ τοῦ θεοῦ φιλανθρωπία νῦν μὲν δι᾽ αἰνιγμάτων ἡμῖν παραφαίνει τὰ μέλλοντα, τότε δὲ ἐπὶ τῆς δευτέρας αὐτοῦ παρουσίας ἐναργῆ καὶ τετρανωμένην παριστᾷ τὴν ἀλήθειαν. δείξει γὰρ τηνικαῦτα τίς τίνων ἐστὶν ἄξιος. ἑπταπλάσιον ἡμῖν τοίνυν τὴν ἀντίδοσιν χρεωστουμένην τοῖς ἁμαρτωλοῖς συγχωρήσει ὁ κύριος, ἐνταῦθα εἰ διὰ μετανοίας καὶ ἐξομολογήσεως ἐξιλεωθείη παρ᾽ ἡμῶν. ὥστε εἰδότες τὴν φοβερὰν ἐκείνην ἡμέραν, ἐν ᾗ τεταμίευται τοῖς ἐνταῦθα ἡμαρτηκόσιν ἡ πρὸς ἀξίαν τῶν ἁμαρτημάτων ἀντιμέτρησις καὶ ἀντισήκωσις, προλαβόντες διὰ τῆς μετανοίας ἐν ζωῇ ἀναλύσωμεν τὰ ἁμαρτήματα, ἵν᾽ ἐκεῖ τὸν πολυπλασιασμὸν τῆς ἐπιπόνου καὶ ὀδυνηρᾶς ἀντιδόσεως ἐκφυγεῖν δυνηθείημεν.

Ἑβδόμην τοίνυν ταύτην ἡμέραν λογισώμεθα ἐκείνης τῆς ὀγδόης τῆς συντελείας τοῦ αἰῶνος ἀντίτυπον. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ. οὐκέτι γὰρ ἔργα τοῦ κόσμου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι γάμοι, οὐκέτι συναλλάγματα, ἐμπορίαι, γεωργίαι οὐκέτι, ἀλλὰ πᾶσα ἡ κτίσις ἐπτοημένη καὶ ἔντρομος ἕστηκε καὶ ἱδρὼς ἀπὸ πάντων ἀκατάσχετος καὶ πάντες ὁμοίως ἐναγώνιοι καὶ αὐτοὶ οἱ παρ᾽ ἡμῖν δίκαιοι, τίς ποτε ἄρα περὶ αὐτῶν ἡ ψῆφος ἐξενεχθήσεται. κύριος ἐξ οὐρανῶν καὶ οἱ οὐρανοὶ ῥήγνυνται, δύναμις ἀποκαλύπτεται, πᾶσα ἡ κτίσις ἐν τρόμῳ καὶ συστολῇ. καὶ αὐτοὶ δὲ οἱ ἄγγελοι περιδεεῖς τάχα παρίστανται, οὐχ ὅτι περὶ ἁμαρτημάτων οἰκείων δεδίασιν, ἀλλ᾽ ὅτι ἡ ἔνδοξος καὶ μεγαλοδύναμος τοῦ Χριστοῦ ἐπιφάνεια πᾶσιν ὁμοίως τοῖς γεννητοῖς τὸν ἐξ ἑαυτῆς ἐμβάλλει φόβον. οὐκ ἀκούεις τοῦ Ἡσαΐου λέγοντος· Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη· περὶ τῆς ἡμέρας ἐκείνης αἰνιττομένου, ἐν ᾗ θάλασσα πέπηγεν, ἐν ᾗ ἡ κτίσις σχολάζει, ἡ φύσις νενέκρωται, πᾶσα μέθοδος διὰ λόγων ἀργὴ πρὸς τὴν ἐξ οὐρανῶν τοῦ θεοῦ ἐπιδημίαν; τότε ἁρπάζονται μὲν οἱ δίκαιοι ἐπὶ τὰ ἄνω πρὸς οὐρανόν· ὀχήματα γὰρ αὐτοῖς αἱ νεφέλαι καὶ προπομποὶ τὰ νοερὰ πνεύματα· 〈οἱ〉 ἁμαρτωλοὶ δὲ κάτω πεσοῦνται τῷ βάρει τῶν ἰδίων πλημμελημάτων πεπεδημένοι καὶ αὐτοκατάκριτοι ὑπὸ τῆς πονηρᾶς συνειδήσεως.

Ἐκείνην γοῦν τὴν ὀγδόην ἡμέραν αὕτη ἡ ἑβδόμη διασχηματίζει· Κατέπαυσε, γάρ φησιν, ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. οὐκέτι τὰ τοῦ βίου τούτου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐδὲ τὰ παρακολουθοῦντα ἐνταῦθα ταῖς σαρκικαῖς καὶ ἀλόγοις ὀρέξεσιν· ἐκοιμήθησαν ἐπιθυμίαι νεωτερικαί, γάμων μελέται, παιδοποιΐας ἐλπίδες, πραγμάτων ἢ κτημάτων φροντὶς οὐδεμία. ἐπελάθετο τοῦ βαλαντίου ὁ φιλάργυρος, τοῦ ἁρπάζειν καὶ βιάζεσθαι ὁ πλεονέκτης. ἀπέσβη τοῖς ἐπηρμένοις ὁθενδήποτε τῶν κοσμικῶν τούτων προτερημάτων τὴν διάνοιαν ἡ κενὴ καὶ κατάπτυστος δόξα. οὐκ ἐνοχλεῖ θυμὸς πρὸς ἄμυναν τοῦ λυπήσαντος. πάντα ἐκεῖνα ἐκλέλοιπε τηνικαῦτα τοῦ λογισμοῦ. ἡ ψυχὴ δὲ πρὸς τῷ φοβοῦντί ἐστι, πρὸς τῇ προσδοκίᾳ τῶν ἐπηρτημένων δεινῶν. ὅντινα δὴ φόβον θεοῦ εἰ καὶ ἐνταῦθα δυνηθείη τις εἰσοικίσαι τῇ ἰδίᾳ ψυχῇ ἀνέκλειπτον, ἢ οὐδὲν ἢ βραχέα τυχὸν ἁμαρτήσεται.