Κατάνευσον ἐπὶ τὴν γῆν καὶ νόησον ὅτι ἐκ τοῦ συγγενοῦς τῆς γῆς τοῦ ἀποβλήτου τῶν ἐν σοὶ ἐξεμορφώθης. τί ἡμῶν εὐκαταφρονητότερον; τί ἡμῶν μᾶλλον ἄξιον τοῦ ἐξουδενοῦν ἑαυτούς; εἶδές τινα μέγα φρονοῦντα, ἐσθῆτα ἀνθινὴν περιβεβλημένον, δακτυλίῳ τὴν χεῖρα περιλαμπόμενον, σφενδόνην τὴν τῶν πολυτίμων φέροντα καὶ ταύτῃ μέγα φρονοῦντα, σηρικῶν νήμασιν ἠμφιεσμένον, † οἰκέτας ἔχοντα τὰς κόμας ἀνειμένας καὶ ταύτας ξανθὰς καὶ κατεπιτηδεύμασι σοβοῦντα, μανιάκας χρυσοῦς περιφέροντα, ἐπ᾽ ἀργυρᾶς καθέδρας καθεζόμενον, μέγα βαδίζοντα, μέγα φρονοῦντα, μέγα φθεγγόμενον ἐπὶ τῷ πλήθει τῶν οἰκετῶν, τῶν κολάκων οὓς ἐπισύρεται, ἐπὶ τῇ τραπέζῃ τῇ πολυτελεῖ, ἐπὶ τοῖς ἀσπασμοῖς οὓς πάντες αὐτῷ προσάγουσιν ἐπὶ τῆς ἀγορᾶς, οἱ ἐξανιστάμενοι τῶν βάθρων, οἱ προαπαντῶντες, οἱ παραπέμποντες, οἱ ῥαβδοῦχοι. ὅταν ἴδῃς τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ κήρυκι ὑψηλῇ τῇ φωνῇ προαγομένους, ὅταν ἴδῃς αὐτοὺς φοβοῦντας τὸν δεῖνα καὶ τὸν δεῖνα ξέοντας, ἄλλον δημεύοντας κἀκεῖνον θανάτῳ παραδιδόντας, μὴ φοβηθῇς τὰ ὁρώμενα, μὴ πτοηθῇς ἐπὶ τοῖς γενομένοις † τὸν αὐτὸν προστάσσοντα, μὴ ξενίσῃ σε ἡ φαντασία. ἐνθυμήθητι ὅτι Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς. εἰ μὲν ἄλλο τί ἐστι, φοβήθητι, εἰ δὲ χοῦς ἀπὸ τῆς γῆς, καταφρόνησον.