Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος β'

Γρηγόριος ὁ Νύσσης

Η αρχέγονη ειρήνη της κτίσης και ο παραδείσιος βίος

Η αρχική διατροφή προ της πτώσεως χωρίς σαρκοφαγία και η προτροπή για ασκητική επιστροφή στην απλότητα του παραδείσου έναντι των σαρκικών απολαύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 6

Ὑμῖν καὶ τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς οἱ καρποί, φησί, καὶ ἡ χλόη καὶ ὁ χόρτος, ὑμῖν εἰς βρῶσιν καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. καὶ μὴν ὁρῶμεν πολλὰ τῶν θηρίων καρπῷ μὴ τρεφόμενα· ποίῳ δὲ καρπῷ καταδέχεται πάρδαλις τραφῆναι; τίς δὲ καρπὸς δύναται λέοντα θρέψαι; ἀλλ᾽ ὅμως ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς διετρέφετο. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ἐξεδιῃτήθη καὶ ἐξέβη τοὺς ὅρους τοὺς δεδομένους αὐτῷ, μετὰ τὸν κατακλυσμὸν ἰδὼν ὁ κύριος ἀφειδεῖς τοὺς ἀνθρώπους ἐπὶ πάντων τὴν ἀπόλαυσιν συνεχώρησε. Ταῦτα πάντα φάγεσθε ὡς λάχανα χόρτου. ταύτῃ τῇ συγχωρήσει καὶ τὰ λοιπὰ ζῷα ἔλαβε τὴν τοῦ ἐσθίειν ἄδειαν. ἐξ ἐκείνου λοιπὸν ὠμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες ἀναμένουσι θνησιμαῖα. οὐ δήπου γὰρ καὶ γῦπες ὁμοῦ τῷ γεννηθῆναι ζῷα περιεσκόπουν τὴν γῆν· οὔπω γάρ τι ἀπέθανε τῶν παρὰ θεοῦ [σημαινομένων ἢ] γενομένων, ἵνα γῦπες τραφῶσιν. οὔτε φύσις διεχώριζεν, ἀκμαία γάρ· οὔτε θηραταὶ ἀνάλωσαν, οὔπω γὰρ ἐπιτήδευσις ἀνθρώπων· οὔτε θηρία διέσπα, οὔπω γὰρ ἦν ὠμοβόρα [γυψὶ δὲ σύνηθες ἀπὸ νεκρῶν διαιτᾶσθαι]. ὥστε οὔπω ἦν νεκρά, οὔπω δυσωδία, οὔπω τοιαύτη τροφὴ γυπῶν, ἀλλὰ πάντες τὰ κύκνων διῃτῶντο καὶ πάντα τοὺς λειμῶνας ἐπενέμετο.

καὶ οἷα ὁρῶμεν κύνας θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐπινεμομένους (οὐκ ἐπειδὴ συμφυὴς αὐτοῖς ἐστιν ἡ τροφή, ἀλλ᾽ ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα), τοιαῦτα λόγισαι εἶναι καὶ τότε τὰ ὠμοβόρα τῶν ζῴων, χόρτον ἑαυτοῖς τροφὴν ἐπινοεῖν οὐκ ἀλλήλοις ἐπιβουλεύοντα. ἀλλ᾽ οἵα μέλλει εἶναι μετὰ ταῦτα ἡ ἀποκατάστασις, τοιαύτη ἦν ἡ πρώτη γένεσις. ἐπανέρχεται δὲ ὁ ἄνθρωπος ἐπὶ τὴν πάλαι αὐτοῦ κατάστασιν τὴν πονηρίαν ἀφέμενος, τὴν πολυμέριμνον ταύτην ζωήν, τὴν περὶ τὰ βιωτικὰ τῆς ψυχῆς δουλείαν, ταῦτα πάντα ἀποθέμενος ἐπὶ τὸν ἐν τῷ παραδείσῳ ὑποστρέφει βίον ἐκεῖνον τὸν ἀδούλωτον τοῖς πάθεσι τῆς σαρκός, τὸν ἐλεύθερον, τὸν θεῷ συνόμιλον, τὸν ἀγγέλοις ὁμοδίαιτον.

Ταῦτα τοίνυν εἴρηται ἡμῖν, οὐκ ἐπειδὴ ἀποκλείειν θέλομεν τῆς δεδομένης ἡμῖν παρὰ θεοῦ χρήσεως τῶν βρωμάτων, ἀλλ᾽ ἵνα τὸν παρελθόντα μακαρίσωμεν χρόνον. οἵα ἦν ἡ ζωή. ὅπως ἀπροσδεής. πῶς ὀλίγων ἐδέοντο πρὸς τὴν τοῦ βίου διαγωγὴν οἱ ἄνθρωποι. πῶς τὸ ποικίλον τῆς διαίτης ἡμῖν ἡ τῆς ἁμαρτίας συνεισήνεγκεν αἰτία. ἐπειδὴ γὰρ τῆς ἀληθινῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ ἐξεπέσαμεν, νενοθευμένας τρυφὰς ἑαυτοῖς ἐπενοήσαμεν· καὶ ἐπειδὴ οὐκέτι βλέπομεν τὸ ξύλον τῆς ζωῆς οὐδὲ τῷ κάλλει ἐκείνου ἐναβρυνόμεθα, ἐδόθησαν ἡμῖν εἰς ἀπόλαυσιν μάγειροι λοιπὸν καὶ ἀρτοποιοὶ καὶ πεμμάτων ποικιλίαι καὶ θυμιαμάτων καὶ τοιαῦτά τινα παραμυθούμενα ἡμῶν τὴν ἐκεῖθεν ἔκπτωσιν. ὥσπερ οἱ ἄρρωστοι, ὅταν καταβληθῶσιν ὑπὸ σφοδρᾶς ἀρρωστίας, οὐ δυνάμενοι μετέχειν τῆς συνήθους ἀπολαύσεως ὀσφραντοῖς καὶ τοιούτοις τισὶ παρὰ τῶν ἰατρῶν λαμβάνουσι δεξιώσεις· ἐπειδὴ γὰρ τῶν ἰσχυροτέρων εἰς ἀπόλαυσιν ἐκπεπτώκασι, τοῖς ἀσθενέσι σύμμετρα οἱ κολακεύοντες αὐτῶν τὰς αἰσθήσεις περινοοῦσιν. πλὴν ἀλλὰ καὶ νῦν κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἑαυτοὺς ἄγειν βουλόμενοι φεύγοντες ταύτην τὴν πολύυλον τῶν βρωμάτων ἀπόλαυσιν ἐπ᾽ ἐκεῖνον τὸν βίον καθώς ἐστι δυνατὸν ἑαυτοὺς ἄγωμεν καρποῖς καὶ σπέρμασι καὶ τοῖς ἐκ τῶν ἀκροδρύων εἰς διαγωγὴν χρώμενοι, τὸ δὲ περισσὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποπεμπώμεθα.

οὐ γὰρ βδελυκτὰ διὰ τὸν κτίσαντα, οὐ μὴν οὐδὲ αἱρετὰ διὰ τὴν τῆς σαρκὸς εὐπάθειαν.