Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος β'

Γρηγόριος ὁ Νύσσης

Η δημιουργία από χώμα και ο περίτεχνος τρόπος της θείας πλάσης

Η επίγνωση της γήινης προέλευσης του ανθρώπου ως μέσο ταπείνωσης και η εσωτερική οργάνωση της ανθρώπινης φύσης που υπερβαίνει κάθε τέχνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 6

Ἔλαβεν οὖν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ ἐτελέσθη ἡ κοσμογένεια, οὐ διεκόπη ἡ ἀκολουθία, ἵνα τὸ ἡμέτερον παρεισαχθῇ διήγημα, ἀλλ᾽ ἐλέχθη· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, καί· Κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων· καὶ ἐπειδὴ σχολὴν ἤγαγε, διδάσκει ἡμᾶς πῶς ἐποίησεν· Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς. ὅταν ἀκούσῃς χοῦν, παιδεύου ἀφοβίαν ἀνθρώπων· Μὴ λάβῃς πρόσωπον. μὴ φρόνει ἐπὶ σεαυτῷ μέγα. ὅταν ἔλθωσί σοι λογισμοί, οἴδημα τῆς καρδίας, φλεγμονὴν ἐμποιοῦντες, εἰσελθέτω σοι ἡ ὑπόμνησις τῆς κτίσεως, πῶς ἐκτίσθης· Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. πότε δύνασαι ἐπιλαθέσθαι σεαυτοῦ; τότε ἐπιλαθοῦ σεαυτοῦ, ὅταν ἀναχωρήσῃς τῆς γῆς. εἰ δὲ οὐδέποτε χωρίζῃ τῆς γῆς, ἀλλὰ συμπεφυκὼς εἶ τῇ γῇ, βαδίζεις ἐπὶ τῆς γῆς, ἐπαναπαύῃ ἐπὶ τῆς γῆς, δικάζῃ ἐπὶ τῆς γῆς, πᾶν ὅπερ ἂν ποιῇς εἴτε μέγα εἴτε μικρὸν ἐπὶ τῆς γῆς, ἐγγὺς ἔχεις τὸ ὑπόμνημα τῆς σεαυτοῦ ταπεινώσεως. ὑβρίσθης καὶ θυμώδης εἶ; πόθεν σοι ὁ θυμός; ἐκ τῆς ἀδοξίας. οὐ κατεδέξω ἀκοῦσαι δυσγενής; εὐθὺς ἐπέζεσέ σοι ὁ θυμός; φιλονεικεῖς εἰπεῖν τι χεῖρον ὧν ἤκουσας; κάτω τὸ βλέμμα, καὶ πέπαυται ὁ θυμός. ἰδὲ τὴν γῆν καὶ ἐνθυμήθητι· δυσγενῆ με εἶπε τὸν ἀπὸ γῆς γενόμενον; ἔλαττον εἶπεν οὗ εἰμὶ ἐγώ· οὐ γὰρ εἶπεν ἐκ τῆς γῆς ἀλλ᾽ ἀπὸ ἀνθρώπου. πόσῳ δὲ τιμιώτερον ἔμψυχος ἄνθρωπος γῆς πατουμένης. [

ἐγὼ δὲ τὴν ἀρχαίαν βλέπω μητέρα, τὴν γῆν] ὥστε οὐχ ὕβρις τὸ ἀπὸ δούλου γενέσθαι, ἀλλὰ τιμὴ τὸ ἔμψυχον γεννηθῆναι. ὁ δὲ νομίζων με ὑβρίζειν ἔλαθεν ὃ ὕβρισε πλέον τιμήσας· ἐγὼ γὰρ τῆς ἐμαυτοῦ φύσεως τὴν σύνεσιν ἔχω· οἶδα τίς εἰμι καὶ πόθεν εἰμί. οὕτω τὸ ἀπὸ γῆς μεμνῆσθαι ἡμᾶς γεγενῆσθαι οὐδέποτε συγχωρεῖ τὸν θυμὸν ἐπαγρυπνεῖν. σύμμαχος ἔστω τῷ λογισμῷ ἡ γῆ ἀεὶ παροῦσα καὶ ὑπομιμνήσκουσα. ὅταν ἐπ᾽ ἐπιθυμίας τρέχῃς, ἐνθυμήθητι πῶς ἀπέρχῃ. ἐὰν ἐνθυμηθῇς ὅτι λυθήσῃ εἰς γῆν, πέπαυται ἡ μανία τῆς ἐπιθυμίας· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. μνήσθητι ὅτι μετ᾽ ὀλίγον ταῦτα τὰ νῦν σφύζοντα μέλη ἢ ἡ νῦν αὕτη τῆς σαρκὸς ἐπιθυμία μετ᾽ ὀλίγον οὐκ ἔσται τῶν μελῶν διαλυθέντων καὶ εἰς γῆν ἀναλυθέντων. μνήσθητι τῆς φύσεως, καὶ λέλυται πᾶσα ὁρμὴ ἡ ἐπὶ τὸ πονηρόν. τοῦτο ἐπὶ πάσης ἁμαρτίας φυλακτήριον ἡμῖν ἔστω τὸ ὑπόμνημα.

Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς. καλὴ ἡ ταπείνωσις, συμφυὲς τὸ ὑπόμνημα. εἰ εἶπεν ὅτι Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον ἀπὸ οὐρανοῦ λαβών, πότε ἐβλέπομεν ἐκεῖνον, ἵνα ὑπομνησθῶμεν τῆς φύσεως; ἐκ τῶν προχείρων πάρεστιν ἡμῖν τὸ ὑπόμνημα τῆς ἡμετέρας οὐδενείας, ἐξ ὧν πατοῦμεν.

Κατάνευσον ἐπὶ τὴν γῆν καὶ νόησον ὅτι ἐκ τοῦ συγγενοῦς τῆς γῆς τοῦ ἀποβλήτου τῶν ἐν σοὶ ἐξεμορφώθης. τί ἡμῶν εὐκαταφρονητότερον; τί ἡμῶν μᾶλλον ἄξιον τοῦ ἐξουδενοῦν ἑαυτούς; εἶδές τινα μέγα φρονοῦντα, ἐσθῆτα ἀνθινὴν περιβεβλημένον, δακτυλίῳ τὴν χεῖρα περιλαμπόμενον, σφενδόνην τὴν τῶν πολυτίμων φέροντα καὶ ταύτῃ μέγα φρονοῦντα, σηρικῶν νήμασιν ἠμφιεσμένον, † οἰκέτας ἔχοντα τὰς κόμας ἀνειμένας καὶ ταύτας ξανθὰς καὶ κατεπιτηδεύμασι σοβοῦντα, μανιάκας χρυσοῦς περιφέροντα, ἐπ᾽ ἀργυρᾶς καθέδρας καθεζόμενον, μέγα βαδίζοντα, μέγα φρονοῦντα, μέγα φθεγγόμενον ἐπὶ τῷ πλήθει τῶν οἰκετῶν, τῶν κολάκων οὓς ἐπισύρεται, ἐπὶ τῇ τραπέζῃ τῇ πολυτελεῖ, ἐπὶ τοῖς ἀσπασμοῖς οὓς πάντες αὐτῷ προσάγουσιν ἐπὶ τῆς ἀγορᾶς, οἱ ἐξανιστάμενοι τῶν βάθρων, οἱ προαπαντῶντες, οἱ παραπέμποντες, οἱ ῥαβδοῦχοι. ὅταν ἴδῃς τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ κήρυκι ὑψηλῇ τῇ φωνῇ προαγομένους, ὅταν ἴδῃς αὐτοὺς φοβοῦντας τὸν δεῖνα καὶ τὸν δεῖνα ξέοντας, ἄλλον δημεύοντας κἀκεῖνον θανάτῳ παραδιδόντας, μὴ φοβηθῇς τὰ ὁρώμενα, μὴ πτοηθῇς ἐπὶ τοῖς γενομένοις † τὸν αὐτὸν προστάσσοντα, μὴ ξενίσῃ σε ἡ φαντασία. ἐνθυμήθητι ὅτι Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς. εἰ μὲν ἄλλο τί ἐστι, φοβήθητι, εἰ δὲ χοῦς ἀπὸ τῆς γῆς, καταφρόνησον.

Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ εὐθὺς ἡ φωνὴ τοῦ Ἔπλασε τεχνικήν τινα τοῦ θεοῦ περὶ τὸν ἄνθρωπον ἐνέργειαν ἡμῖν ὑποφαίνει; Ἔπλασεν ὁ θεός. ἆρα οὕτως ἔπλασεν ὡς οἱ τὰ πήλινα πλάσσοντες, ὡς οἱ τὸν χαλκὸν χωνεύοντες; ἀλλ᾽ ἀνδριάντος μὲν πλάσις καὶ γύψου διάπλασις μέχρις ἐπιφανείας τὴν μίμησιν ἔχει. εἶδες τὸν ἀνδριάντα πῶς ἕστηκε μετά τινος ἤθους; ἢ θυμὸν ἐμφαίνει ὁ τοῦ στρατιώτου ἀνδριὰς ἢ γυναικείαν διάθεσιν ὁ χαλκός, ὅταν εἰς γυναῖκα σχηματισθῇ ἢ τὰ ἄλλα, ὅσα δύναται ἡ τέχνη διὰ τῆς μιμήσεως συνεισάγειν [διὰ] τοῦ ἤθους τῷ χαρακτῆρι. θεοῦ δὲ πλάσις οὐ τοιαύτη, ἀλλ᾽ Ἔπλασε τὸν ἄνθρωπον, καὶ ἡ δημιουργικὴ αὐτοῦ ἐνέργεια πάντα διωργάνωσεν ἐπὶ τὸ βάθος χωρήσασα ἔνδοθεν. εἴ μοι τοσοῦτον περιῆν σχολῆς, ἵνα σοι δείξω τοῦ ἀνθρώπου τὴν κατασκευήν, καὶ ἔμαθες ἐκ σεαυτοῦ τὴν περὶ σὲ σοφίαν τοῦ θεοῦ, ὅτι κατὰ ἀλήθειαν μικρὸς διάκοσμος ἄνθρωπος καὶ καλῶς ἐποίησαν οἱ τούτῳ τῷ ὀνόματι αὐτὸν ἀποσεμνύναντες. πόσαι περὶ τὸ πρᾶγμα τοῦτο πραγματεῖαι κατηναλώθησαν. αἱ φυσιολογίαι τῶν ἰατρῶν, τῶν γυμναστῶν αἱ παρατηρήσεις, ἢ περὶ ἀναλογίας ἢ περὶ τῶν μελῶν πρὸς ἄλληλα συμμετρίας ἢ περὶ πλήθους πολυσαρκίας· ταῦτα πάντα εἰς τὴν † περὶ ἀνθρώπου διάπλασιν εἰσέρχεται. καὶ πόθεν ἐμοὶ λόγος τοσοῦτος, ὥστε δυνηθῆναί με εἰπεῖν μετὰ ἀκριβείας, ὅσα ἐν μιᾷ φωνῇ τοῦ Ἔπλασε περιέχεται;

τὰ δὲ πρόχειρα κἂν ἐγὼ μὴ εἴπω, σὺ οἶδας.