Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή και η τριαδική διάσταση της δημιουργίας του ανθρώπου

Εισαγωγικές σκέψεις για την αναγκαιότητα της αυτογνωσίας μέσω των Γραφών και ερμηνεία του βιβλικού χωρίου «Ποιήσωμεν άνθρωπον» ως φανέρωση του μυστηρίου της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 6

Παλαιοῦ χρέους ἔκτισιν ἀποπληρώσων ἥκω, οὗ τὴν ἀπόδοσιν ἀνεβαλόμην οὐκ ἀγνωμοσύνῃ προαιρέσεως ἀλλ᾽ ἀσθενείᾳ σώματος, χρέος ἀναγκαιότατον καὶ ὀφειλόμενον ὑμῶν τῇ ἀκροάσει. καὶ γὰρ ἂν εἴη ἄδικον τὰ περὶ θηρίων καὶ νηκτῶν καὶ κτηνῶν καὶ πτηνῶν, οὐρανοῦ τε καὶ τῶν κατ᾽ οὐρανόν, περί τε γῆς καὶ τῶν ἐν τῇ γῇ διδαχθέντας ἡμᾶς μὴ καὶ τὰ περὶ τῆς ἡμετέρας γενέσεως ἐκ τῆς θεοπνεύστου γραφῆς φωτισθῆναι. ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ ἡμῶν τὰ ἔξω βλέποντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἐὰν μή που λείου τινὸς ἅψωνται στερεοῦ κἀκεῖθεν ἀνακλασθεῖσα ἡ ὄψις ὥσπερ ἀπὸ παλιρροίας ὁρᾶν αὐτοὺς ποιήσῃ τὰ ἑαυτῶν κατόπιν, οὕτως καὶ ὁ νοῦς ὁ ἡμέτερος ἄλλως ἑαυτὸν οὐ βλέπει, ἐὰν μὴ ταῖς γραφαῖς ἐγκύψῃ. τὸ γὰρ ἐνταῦθα φῶς ἀνακλώμενον τοῦ καθορᾶσθαι ἕκαστον ἡμῶν αἴτιον γίνεται, ἐπεὶ ἀσύνετοί ἐσμεν ἑαυτῶν καὶ ἀπερίοπτοι ἔτι τῆς ἡμετέρας κατασκευῆς ὅπερ ἐσμὲν καὶ τί ἐσμεν ἀγνοοῦντες. ἀμελέστατα γὰρ ἑαυτῶν διακείμεθα τῶν προχείρων τῆς κτίσεως καὶ τῶν μικροτάτων τῶν ἐν ἡμῖν γνῶσιν οὐκ ἔχοντες.

καίτοι πολλαὶ πραγματεῖαι περὶ τὸ σῶμα τὸ ἡμέτερον καὶ οὐκ ὀλίγοι τῶν πρὸ ἡμῶν περὶ τοῦτο τὴν πᾶσαν ἑαυτῶν σπουδὴν κατηνάλωσαν, κἂν ἰατρικὴν ἐπέλθῃς, ἑυρήσεις ὅσα περὶ τῆς χρείας τῶν ἡμετέρων μορίων ἡμῖν διηγεῖται, ὅσας περὶ τῆς ἔνδοθεν ἡμῶν κατασκευῆς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐξεῦρε κεκρυμμένας ὁδοὺς συνυπαρχούσας ἐν τῷ ἀφανεῖ καὶ διαφόρους ἐνεργείας πρὸς μίαν σύμπνοιαν τὴν τοῦ σώματος· ὀχετοὺς πνεύματος, ὑδραγωγίας αἵματος, ἀναπνοῆς ὁλκήν, οἴκησιν ἑστίας τοῦ θερμοῦ ἐπὶ τῆς καρδίας, κίνησιν διαρκῆ τοῦ περικαρδίου πνεύματος. μυρία ἄλλα παρ᾽ ἐκείνοις πεφιλοσόφηται, ὧν οὐδεὶς ἡμῶν ἐστιν ἔμπειρος τῷ μηδεμίαν σχολὴν ἀπονεῖμαι τῷ μέρει τούτῳ τῆς ἐξετάσεως μηδὲ γνῶναι ἑαυτὸν ἕκαστος ὅστις ἐστίν. εὔκολοί ἐσμεν γνῶναι οὐρανὸν μᾶλλον ἢ ἑαυτούς. ὥστε μὴ καταφρόνει τοῦ ἐν σοὶ θαύματος· μικρὸς μὲν γὰρ εἶ, ὡς νομίζεις, μέγαν δὲ ἐπερχόμενος ὁ λόγος εὑρήσει σε. διὰ τοῦτο ὁ σοφὸς Δαβὶδ εἰδὼς ἀκριβῶς ἑαυτὸν ἐξετάζειν Ἐθαυμαστώθη, φησίν, ἡ γνῶσίς σου ἐξ ἐμοῦ, τουτέστι τὴν γνῶσιν τὴν περὶ τῶν σῶν θαυμασίων ἐξευρεῖν ἠδυνήθην. πόθεν; Ἐξ ἐμοῦ· τὴν γὰρ τέχνην τὴν ἐν ἐμοί, ὅσῃ σοφίᾳ κατεσκευάσθη μου τὸ σῶμα, κατανοήσας ἐκ τοῦ μικροῦ μὲν θαυμαστοῦ δὲ τούτου κατασκευάσματος τὸν μέγαν δημιουργὸν ἐνενόησα.

Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. ἐδείχθη πρώην ἐν παραδρομῇ καὶ ἀρκούντως ἐδείχθη τίς ὁ λόγος καὶ πρὸς τίνα ὁ λόγος. ἔχει ἡ ἐκκλησία τὰς περὶ τούτων ἀποδείξεις, μᾶλλον δὲ ἔχει πίστιν ἀποδείξεως βεβαιοτέραν. Ποιήσωμεν ἄνθρωπον. κατάμαθε σεαυτὸν ἐντεῦθεν ἀρξάμενος. οὔπω περὶ ἄλλου τῶν κατασκευασμάτων ἡ φωνὴ αὕτη ἀνάγραπτος. φῶς ἐγένετο, καὶ ἁπλῷ προῆλθε προστάγματι· εἶπε γὰρ ὁ θεός· Γενηθήτω φῶς. οὐρανός, καὶ ἄνευ βουλῆς ὑπέστη· φωστῆρες, καὶ οὐδὲν προεβουλεύσατο περὶ αὐτῶν θάλασσα καὶ πελάγη ἄπειρα τῇ προσταγῇ παρήχθη εἰς τὸ εἶναι. ἰχθύων γένη παντοδαπὰ τῇ κελεύσει ἐγένετο. θηρία καὶ κτήνη, νηκτὰ καὶ πετεινά· Εἶπε καὶ ἐγένετο. ἐνταῦθα δὲ οὔπω ὁ ἄνθρωπος καὶ βουλὴ περὶ ἀνθρώπου. οὐκ εἶπεν ὡς περὶ τῶν ἄλλων πάντων· γενηθήτω ἄνθρωπος. ἐντεῦθεν κατάμαθε σεαυτοῦ τὸ τίμιον· οὐ προσέρριψέ σου τὴν γένεσιν προστάγματι, ἀλλὰ βουλευτήριον συνέστη τῷ θεῷ περὶ σοῦ πῶς μέλλει τὸ τίμιον ζῷον ἐν τῷ βίῳ παράγεσθαι· Ποιήσωμεν γάρ φησιν. ὁ σοφὸς βουλεύεται, ὁ τεχνίτης ἐνθυμεῖται. ἆρά τι λείπει αὐτοῦ τῇ τέχνῃ καὶ ἐκ τῆς μερίμνης βούλεται ἀπηρτισμένον αὐτοῦ ποιῆσαι τὸ φιλοτέχνημα; οὐχί· ἀλλ᾽ ἵνα σοι δείξῃ μόνον ὅτι τέλειος εἶ παρὰ θεῷ.

Ἔμαθες μὲν οὖν ὅτι δύο τέως πρόσωπα ἐπὶ θεοῦ, ὁ λέγων καὶ πρὸς ὃν ὁ λόγος. διὰ τί δὲ οὐκ εἶπε· ποιήσω ἄνθρωπον, ἀλλά· Ποιήσωμεν; ἵνα νοήσῃς τὴν ἴσην δεσποτείαν, ἵνα μὴ τὸν πατέρα ἐπιγινώσκων τὸν υἱὸν ἀγνοῇς, ἵνα εἰδῇς ὅτι πατὴρ ἐποίησε διὰ υἱοῦ καὶ υἱὸς ἔκτισε πατρῴῳ θελήματι, καὶ δοξάσῃς πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πνεύματι ἁγίῳ. οὕτω κοινὸν γέγονας ἔργον, ἵνα καὶ κοινὸς προσκυνητὴς ἀμφοτέρων ᾖς μὴ σχίζων τὴν προσκύνησιν, ἀλλ᾽ ἑνῶν τὴν θεότητα. ὁρᾷς ἱστορίαν μὲν ἁπλῆν τῷ σχήματι, θεολογίαν δὲ ἀκραιφνῆ τῷ νοήματι. μετὰ γὰρ τὸ Ποιήσωμεν ἐπήγαγε· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. οὐκ εἶπεν· ἐποίησαν τὸν ἄνθρωπον, ἵνα μὴ πολυθεΐας λάβῃς ἀφορμάς. εἰ γὰρ πληθυντικῶς παρεισήχθη καὶ ἡ ποίησις, ἀφειδεῖς ἂν ἐγένοντο οἱ ἄνθρωποι πρὸς τὸ πολλὰ πλήθη θεῶν ἑαυτοῖς ἐπιγράψαι. πρῶτον μὲν γάρ· Ποιήσωμεν ἄνθρωπον, ἵνα γνωρίσῃς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· ἔπειτα δέ· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἵνα θεὸν ἕνα τὰ τρία πρόσωπα νοήσῃς οὐ τὰς ὑποστάσεις ἑνοποιῶν, ἀλλὰ τὴν μίαν οὐσίαν καὶ δύναμιν λογιζόμενος καὶ μίαν δόξαν ἔχῃς μὴ μεριζόμενος περὶ τὴν προσκύνησιν μηδὲ εἰς πολυθεΐαν ἐμπίπτων. οὐ γὰρ εἶπε· καὶ ἐποίησαν οἱ θεοὶ τὸν ἄνθρωπον, ἀλλά· Ἐποίησεν ὁ θεός.

εἰ γὰρ καὶ ἰδία μὲν ὑπόστασις πατρὸς ἰδία δὲ υἱοῦ καὶ ἰδία πνεύματος ἁγίου, ἀλλ᾽ οὐχὶ καὶ τρεῖς θεοί, ὅτι μία καὶ ἡ αὐτὴ ἡ ἐν τοῖς τρισὶ νοουμένη οὐσιώδης θεότης. ἣν γὰρ βλέπω ἐν πατρὶ θεότητα, ταύτην καὶ ἐν υἱῷ, καὶ ἣν ἐν υἱῷ, ταύτην καὶ ἐν ἁγίῳ πνεύματι· διότι καὶ μία ἡ ἐν τούτοις θεωρουμένη μορφὴ καὶ ἀρχὴ ἡ αὐτή. διὰ τοῦτο καὶ παρ᾽ ἡμῶν μία προσκύνησις καὶ δοξολογία τοῖς τρισὶν ὡς ἑνὶ θεῷ. τὸ γοῦν προοίμιον τῆς ἡμετέρας γενέσεως θεολογία κατανενόηται ἀληθινή.