Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου

Γρηγόριος ὁ Νύσσης

Η διάκριση μεταξύ «κατ' εικόνα» και «καθ' ομοίωσιν»

Θεολογική εξέταση της διαφοράς μεταξύ του δεδομένου της φύσεως («κατ' εικόνα») και του κατορθώματος της ελεύθερης προαιρέσεως («καθ' ομοίωσιν») μέσω της αρετής και της τήρησης των ευαγγελικών εντολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 6

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ἆρ᾽ οὐκ ἐπεσημήνω ὅτι ἐλλιπής ἐστιν ὁ ἀποτελεσμὸς πρὸς τὴν πρώτην βουλήν; ἐκεῖ Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν, ἐνταῦθα Κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ἡ βουλὴ δύο εἶχε· τὸ Κατ᾽ εἰκόνα καὶ τὸ Καθ᾽ ὁμοίωσιν. ἡ δημιουργία τὸ ἓν ἔχει μόνον, τὸ Κατ᾽ εἰκόνα. μὴ ἄλλως ἡ βουλὴ καὶ ἄλλως τὸ ποίημα; μὴ μεταμέλειά τις ἐν τῷ ποιεῖν παρηκολούθησεν ἢ ἀτονία τύχον τοῦ ποιοῦντος μεγάλα μὲν προελομένου μικρὰ δὲ ἀποτελέσαντος; ἢ μή που ἀδολεσχία ἐν τοῖς προτέροις λόγοις ὑποληφθείη καὶ περιττὴ ἡ τοῦ δευτέρου προσθήκη, ὡς τῶν δύο λέξεων τὴν αὐτὴν ἔννοιαν ἐχουσῶν καὶ τὸ αὐτὸ ἀπαραλλάκτως σημαινουσῶν; ἀλλ᾽ ὅπερ ἂν ἐκ τούτων ἁπάντων ὑπονοήσωμεν καὶ προφασισώμεθα, εἰς κατηγορίαν τοῦτο τῆς γραφῆς οὐ μετρίαν ἀποτελευτήσει. εἴτε γὰρ ὡς παρέλκον τι τὸ Καθ᾽ ὁμοίωσιν εἴποι τις, ὡς δὶς τὸ αὐτὸ λέγειν, ἀργὸν ἐλέγχει τὸ ῥῆμα καὶ βλασφημία δεινὴ τοῦτο κατὰ τῆς γραφῆς, ἥτις οὐκ οἶδέ ποτε ἀργολογεῖν. οὐκοῦν ἀναγκαῖα καὶ ἄμφω καὶ ἰδιοσήμαντα τό τε Κατ᾽ εἰκόνα καὶ τὸ Καθ᾽ ὁμοίωσιν.

Πῶς οὖν οὐχὶ καὶ μετὰ τὸ γενέσθαι τὸν ἄνθρωπον ὁμοίως ἐρρήθη τὸ Κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν; Ἐποίησεν αὐτὸν ὁ θεός, ἀλλὰ μόνον Κατ᾽ εἰκόνα. εἰ μὲν ὅτι ἠτόνησε τυχὸν ὁ ποιῶν, ἀσεβὴς ὁ λόγος καὶ ἄτοπος· εἰ δὲ ὅτι μετεμελήθη, πολλάκις ἀσεβέστερον τὸ ἐνθύμημα· εἰ δὲ καὶ ὅτι τὴν προτέραν βουλὴν οὐ πάνυ ὀρθῶς ἔχουσαν ὕστερον ἐν τῇ ποιήσει τάχα ἐπιδιωρθώσατο, καὶ τοῦτο ὁμοίως ἀθεΐας τὸ ἐννόημα. ἀλλ᾽ οὔτε ὁ δημιουργὸς ἀτονεῖ οὔτε ὁ ἀγαθὸς τὰ πάντα εἰδὼς μεταμέλεται καὶ περὶ τὰς ὑποσχέσεις ἀναβάλλεται οὔτε ὁ σοφὸς μεταβουλεύεται οὔτε ἡ γραφὴ τοιοῦτον λέγει τι. τίς οὖν ὁ λόγος τοῦ τὸ Κατ᾽ εἰκόνα μόνον ἐν τῇ ποιήσει περὶ τοῦ ἀνθρώπου εἰπεῖν τὸν θεσπέσιον Μωυσῆν, τὸ Καθ᾽ ὁμοίωσιν ἀποσιωπήσαντα, καίτοι ἐν τῇ προτέρᾳ βουλῇ ἀμφοτέρων ὁμοίως συμπαραληφθέντων αὐτῷ;

Ῥᾳδία τῷ προσέχοντι καὶ συνιέναι βουλομένῳ ἡ ἐπίλυσις. τὸ μὲν γὰρ Κατ᾽ εἰκόνα φύσει δέδοται ἡμῖν καὶ ἀμετάβλητον ἐξ ἀρχῆς καὶ εἰς τέλος συμπάρεστι, τὸ δὲ Καθ᾽ ὁμοίωσιν ἐκ προαιρέσεως καὶ οἴκοθεν ὕστερον κατορθοῦμεν. ἐν μὲν οὖν τῇ πρώτῃ βουλῇ λέγων ὁ θεὸς Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ τὸ Καθ᾽ ὁμοίωσιν προσέθηκε, δεικνὺς ὅτι καὶ προαίρεσιν ἡμῖν αὐτεξουσίαν ἐμβαλεῖ τὴν δυναμένην ποιῆσαι ἡμᾶς ὁμοιωθῆναι θεῷ· καὶ οὖν καὶ τοιοῦτοι ἀπετελέσθημεν κατὰ τὴν πρόρρησιν τοῦ θεοῦ. πολλοὶ γὰρ οἱ ὁμοιωθέντες αὐτῷ, πάντως δὲ καὶ οἱ ὁμοιωθησόμενοι, κἂν μὴ καὶ πάντες εἰς τοῦτο ἐπισπεύδοιμεν ἀλλὰ τὴν ἐναντίαν μᾶλλον ἀπὸ ἐθελοκακίας βαδίζοιμεν. ἐν δὲ τῇ κατασκευῇ ὕστερον μόνον εἶπε τὸ Κατ᾽ εἰκόνα ὡς καὶ μόνον τοῦτο ἐντελὲς καὶ ἀναλλοίωτον τῇ ἀνθρωπίνῃ φύσει ἐγκατασκευάσας· τὸ δέ γε Καθ᾽ ὁμοίωσιν, ἐπειδὴ δυνάμει τέως μόνον ἐγκατέσπειρε τῷ ἀνθρώπῳ, οὔπω δὲ καὶ εἰς ἀποτέλεσμα ἐμπεφάνιστο ἀλλ᾽ ἐδεῖτο ἔτι πρὸς ἀποτέλεσμα τῆς τοῦ λαβόντος τὴν προαίρεσιν πράξεως, εἰκότως ἀπεσιώπησεν. εἰ μὲν οὖν οὐδὲν προλαβὼν ἐν τῇ βουλῇ ὁ θεὸς εἶπε τὸ Καὶ καθ᾽ ὁμοίωσιν καὶ διὰ τοῦ πρώτου ἐκείνου λόγου τὴν δύναμιν ἡμῖν εὐθὺς ἐχαρίσατο τοῦ γενήσεσθαι ὁμοίους θεῷ, οὐκ ἂν ἀπὸ μόνης τῆς ἑαυτῶν ἐξουσίας ἡμεῖς ὕστερον τοῦτο τὸ μέγα χάρισμα προσδέξασθαι ἠδυνάμεθα. καὶ διὰ τοῦτο ἀναγκαίως τότε προσείληπται.

ἐπεὶ δὲ καὶ εἰς τὸ κτίζεσθαι ἤδη κατέστημεν καὶ τὸ εἶναι ἀπὸ τοῦ μὴ ὄντος προσελαμβάνομεν, ὃ μὲν παρὰ τοῦ κτίζοντος ἐδίδοτο τῇ φύσει ἡμῶν οἱονεὶ συνουσιωμένον καὶ ἀπεντεῦθεν ἀπηρτισμένον, τοῦτο εὐθὺς εἴχομεν καὶ ἐξ αὐτοῦ ἐκαλούμεθα κατ᾽ εἰκόνα δηλαδὴ θεοῦ, ὃ δὲ οὐκ εὐθὺς συναπετελέσθη ἡμῖν οὐδὲ συμπαρωμάρτησε φυσικῶς ἐκ τῆς πλάσεως ἀλλ᾽ ἐκ τῆς ἐπιγενησομένης προαιρέσεως εἴτουν ἐνεργείας ἡμετέρας ἔμελλεν ἐσύστερον προσαρμόσαι ἡμῖν, τὸ τῆς ὁμοιώσεώς φημι τοῦ θεοῦ, τοῦτο οὔπω οὔτε ἦμεν οὔτε λέγεσθαι ἠδυνάμεθα. ἀφῆκε γὰρ τοῦτο ἀτελὲς ὁ κτίσας ἐπίτηδες, ἵνα παρ᾽ ἡμῶν ἡ ἐργασία τοῦ καλοῦ ἀποτελεσθῇ καὶ ἡμέτερον δόξῃ τὸ ἀγαθόν, ὥστε καὶ μισθὸν ἡμᾶς ἐντεῦθεν ὀφειλόμενον σχεῖν· ἵνα μὴ ὥσπερ εἰκόνες ἄψυχοι διαμένωμεν παρὰ ζωγράφου μὲν ἀποτελεσθεῖσαι εἰκῆ δὲ κείμεναι καὶ μηδὲν οἴκοθεν πρὸς τὸ κάλλος ἑαυταῖς συμβαλλόμεναι, ἃς ὁ θεώμενος καὶ πρὸς ἀκρίβειαν γεγραμμένας κατανοῶν τὸν μὲν ζωγράφον εὐλόγως καὶ θαυμάζει καὶ ἐπαινεῖ, αὐτὰ δὲ δι᾽ ἑαυτὰ τὰ χρώματα ἢ τοὺς ἐφ᾽ ὧν γεγράφαται πίνακας οὐδενὸς ἀξιοῖ λόγου. ἵνα τοίνυν τὸ θαῦμα καὶ ἐμὸν γένηται καὶ συμμερίσωμαι τῷ θεῷ τὸν ἐκ τῆς καλῆς δημιουργίας ἔπαινον, ἐμοὶ κατέλιπε τὸ Καθ᾽ ὁμοίωσιν γεγενῆσθαι θεοῦ.

Ἔστιν οὖν δυνάμει μὲν τὸ ἐν ἐμοὶ λογικὸν καὶ νοερόν, ὃ δὴ καὶ Κατ᾽ εἰκόνα θεοῦ πεποιῆσθαί με δείκνυσιν, ἐνεργείᾳ δὲ τὸ καὶ ἀντιποιηθῆναι τῆς ἀρετῆς καὶ πράξει κατορθῶσαι τὸ ἀγαθὸν καὶ οὕτως ἐλθεῖν διὰ τῆς ἀρίστης πολιτείας εἰς τὸ Καθ᾽ ὁμοίωσιν τοῦ θεοῦ. ὥστε τὸ μὲν Κατ᾽ εἰκόνα θεοῦ ἀρχή ἐστι καὶ ῥίζα τοῦ ἀγαθοῦ, ἣν εὐθὺς ἐν τῷ κτίζεσθαι συγκαταβεβλημένην τῇ φύσει μου ἔσχηκα, τὸ δὲ Καθ᾽ ὁμοίωσιν θεοῦ ἔσχατον ἐκ τῶν ἔργων μου καὶ τῶν περὶ τὰ καλὰ πόνων καὶ τῆς παρ᾽ ὅλην ζωὴν ἐναρέτου διαγωγῆς περιγίνεταί μοι. εὐλόγως τοίνυν οὐχ ἅμα τῷ κτισθῆναι καὶ τὸ Καθ᾽ ὁμοίωσιν θεοῦ εὐθὺς γενέσθαι με ὁ κτίσας ἀπεφήνατο. ἄκουε γὰρ καὶ τί φησιν ἐν τῷ εὐαγγελίῳ· Γίνεσθε τέλειοι καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν· Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ὁρᾷς ποῦ καὶ πότε ἀποδίδωσιν ἡμῖν ὁ κύριος τὸ Καθ᾽ ὁμοίωσιν; ὅταν γένῃ μισοπόνηρος, ἀμνησίκακος, μὴ ἀμυνόμενος τὸν ἐχθρόν, ὅταν γένῃ φιλάδελφος, συμπαθής, ὡμοιώθης θεῷ. ἐὰν οἷός ἐστι περὶ σὲ τὸν ἁμαρτωλὸν ὁ θεὸς τὸν ἐναντιούμενον αὐτῷ καθ᾽ ἑκάστην, τοιοῦτος καὶ σὺ γένῃ ἐπὶ τὸν εἰς σὲ πεπλημμεληκότα ἀδελφόν, τῇ τελείᾳ ἀγάπῃ καὶ τῇ πρὸς τὸν πλησίον εὐσπλαγχνίᾳ ὡμοιώθης θεῷ. ἀνάλαβε τοιγαροῦν Σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ἵνα ἐνδύσῃ Χριστόν.

δι᾽ ὧν γὰρ ἀναλαμβάνεις τὴν συμπάθειαν, δι᾽ αὐτῶν ἐνδύῃ Χριστὸν καὶ τῇ πρὸς αὐτὸν οἰκειώσει πρὸς ὁμοίωσιν φθάνεις θεοῦ. οὕτως ἡ ἱστορία τῆς ἀνθρωπίνης πλάσεως παίδευσίς ἐστι τοῦ βίου τοῦ ἡμετέρου.

Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. ἐχέτω μέν φησιν ἐν αὐτῇ τῇ κτίσει τὸ Κατ᾽ εἰκόνα, γενέσθω δὲ καὶ ἔπειτα Καθ᾽ ὁμοίωσιν διὰ τῆς οἰκείας σπουδῆς, ἐπειδὴ τὴν δύναμιν τούτου ἔχει ἐν τῇ οἰκείᾳ φύσει λαβών. εἰ ἐποίησέ σε καὶ καθ᾽ ὁμοίωσιν θεοῦ ἐξ ἀρχῆς, ποῦ σου ἡ χάρις; πόθεν ἂν σὺ ἐστεφανοῦ; εἰ ὁ δημιουργὸς τὸ ὅλον τῇ φύσει ἀπέδωκε, πῶς ἄν σοι ἠνοίγετο ἡ βασιλεία τῶν οὐρανῶν; διὰ τοῦτο τὸ μὲν ἐδόθη, τὸ δὲ ἀτελὲς κατελείφθη, ἵνα σὺ σεαυτὸν τελειώσας ἄξιος γένῃ τῆς παρὰ τοῦ θεοῦ μισθαποδοσίας.

Πῶς οὖν γενώμεθα καθ᾽ ὁμοίωσιν; διὰ τοῦ εὐαγγελίου. τί γάρ ἐστι χριστιανισμὸς ἀλλ᾽ ἢ θεοῦ ὁμοίωσις κατὰ τὸ ἐνδεχόμενον ἀνθρώπου φύσει; εἰ ἀνεδέξω τὸ εἶναι χριστιανός, ἐπείχθητι γενέσθαι ὅμοιος θεῷ, ἔνδυσαι Χριστόν. πῶς δὲ ἐνδύσῃ ὁ μήπω τὸ βάπτισμα εἰληφώς; ὁ γὰρ τὸ ἔνδυμα τῆς ἀφθαρσίας μὴ δεξάμενος πόρρω πάνυ καθίσταται τῆς πρὸς θεὸν ὁμοιώσεως. εἰ ἔλεγόν σοι· δεῦρο, γενοῦ ὅμοιος βασιλεῖ, οὐκ ἂν εὐεργέτην με ἔκρινες καὶ πολλῷ τῷ τάχει ἔσπευδες ἐπὶ τὸ καλούμενον; ἐπεὶ δὲ βούλομαί σε ὅμοιον θεῷ ποιῆσαι, φεύγεις τὸν λόγον τὸν θεοποιοῦντά σε ἐπιφραξάμενος τὰ ὦτα, ἵνα μηδὲ ἀκούειν ἔχῃς τῶν σωτηρίων ῥημάτων;