Ἔργον
Γρηγόριος ὁ Νύσσης – Περὶ παραδείσου
Η δημιουργία του αισθητού Παραδείσου και η πλάση του ανθρώπου
Περιγραφή της φυσικής τελειότητας του Παραδείσου και θεολογική διάκριση μεταξύ της ασώματης κατ' εικόνα δημιουργίας και της σωματικής πλάσης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η δημιουργία του αισθητού Παραδείσου και η πλάση του ανθρώπου
Περιγραφή της φυσικής τελειότητας του Παραδείσου και θεολογική διάκριση μεταξύ της ασώματης κατ' εικόνα δημιουργίας και της σωματικής πλάσης.
ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ Καί γε ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. Νοήσωμεν ἀξίαν θεοῦ φυτείαν καὶ παράδεισον πρέποντα τῇ φιλοκαλίᾳ τοῦ τοιούτου καὶ τηλικούτου δημιουργοῦ. ἐν τοῖς κατόπιν εἴρηται Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον σπεῖρον σπέρμα, ποιοῦν καρπόν. εἰ ἐκ τῶν κοινῶν ξύλων ἦν ὁ παράδεισος, ἐμπεριείχετο δηλονότι τῇ πρώτῃ γενέσει τῶν φυτῶν καὶ οὐδὲν ἐδεῖτο ἐξαιρέτου φυτείας θεοῦ τὰ νῦν ἐν τῷ παραδείσῳ ὑπ᾽ αὐτοῦ τοῦ θεοῦ φυτευόμενα δένδρα. νῦν μέντοι ὡς διάφορον παρὰ τὰ ἤδη ὑπάρχοντα γένη φυτῶν τὸ ἐν τῷ παραδείσῳ ὑπ᾽ αὐτοῦ τοῦ θεοῦ φιλοτεχνηθὲν σύστημα δένδρων ὑπὸ τοῦ λόγου δείκνυται. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἐξαιρέτου τῆς πλάσεως παρὰ τὰ λοιπὰ ζῷα ἠξίωσεν, οὕτω καὶ τὸ ἐνδιαίτημα τοῦ ἀνθρώπου τῆς ἰδίας ἑαυτοῦ χειρὸς ἔργον ἐποίησεν, τόπον ὑπερφέροντα τῆς ὅλης κτίσεως, θαυμαστὸν τῷ κάλλει, ἐν περιόπτῳ κείμενον, ἀνεπισκότητον διὰ ὕψος, πάσαις ταῖς τῶν ἄστρων ἀνατολαῖς καταλαμπόμενον, πεφωτισμένον πάντοθεν, τὴν ἐκ τῶν ὡρῶν εὐκρασίαν ἡδίστην ἔχοντα, ἀέρι διαυγεστάτῳ περιλαμπόμενον.
ἐκεῖ οὖν ἐφύτευσεν, ὅπου οὐκ ἀνέμων βίαι, οὐχ ὡρῶν ἀμετρίαι, οὐ χάλαζα, οὐ πρηστῆρες, οὐ λαίλαπες, οὐ σκηπτοί, οὐ χειμερινὴ πῆξις, οὐχ ὑγρότης ἦρος, οὐ θερινὴ πύρωσις, οὐ φθινοπωρινὴ ξηρότης, ἀλλ᾽ εὔκρατος καὶ εἰρηνικὴ συμφωνία τῶν ὡρῶν πρὸς ἀλλήλας ἑκάστης αὐτῶν καὶ ἰδίῳ κάλλει κεκοσμημένης καὶ μὴ ἐπιβουλευομένης παρὰ τῆς γείτονος· οὔτε τοῖς ἠρινοῖς κάλλεσι τοῦ θέρους λυμαινομένου οὔτε τῶν θερινῶν ἢ μετοπωρινῶν καρπῶν καταρρυσουμένων ὑπὸ τοῦ γήρως. 〈σὺν〉 ἀλλήλαις γὰρ τὸν τόπον ἐκεῖνον αἱ ὧραι περιεχόρευον, ἀλλ᾽ ὁμοῦ καὶ τοῖς παρ᾽ ἑαυταῖς ἐξαιρέτοις δορυφοροῦσαι συνέτρεχον· τοῦ ἦρος τὰ τερπνά, τοῦ θέρους τὰ τρόφιμα, αἱ μετοπωριναὶ εὐφροσύναι, αἱ χειμεριναὶ ἀναπαύσεις. ἡ γῆ πίων, μαλακή, ὄντως ῥέουσα γάλα καὶ μέλι, πρὸς καρπογονίαν ἐπιτηδεία, κατάρρυτος πᾶσα ὕδασι γονιμωτάτοις οἷόν τι κάλλος ἀμήχανον παρεχομένοις. λεπτὰ γὰρ καὶ διαφανῆ τὰ ὕδατα, πολὺ μὲν τῇ ὄψει τὸ τερπνὸν ἔχοντα, πλέον δὲ τοῦ τερπνοῦ τὸ ὠφέλιμον παρεχόμενα.
Πρότερον οὖν αὐτὸν ἐδημιούργησε τὸν τόπον ἄξιον τῆς ὑποδοχῆς τῶν τοῦ θεοῦ φυτευμάτων, ἔπειτα ἐφύτευσεν ἐν αὐτῷ παντοδαπὰ κάλλη τῶν δένδρων ὄψιν τε χαριεστάτην καὶ ἀπόλαυσιν ἡδίστην δι᾽ ἑαυτῶν χαριζόμενα. πῶς σοι δυνηθῶ ὑπ᾽ ὄψιν ἐναργῶς ἀγαγεῖν τὴν πατρίδα, ἵνα σεαυτὸν ἐκ τῆς ἐξορίας ταύτης ἀνακαλέσῃ; οἱ λειμῶνες εὐανθεῖς ἥδιστον θέαμα· τὸ τούτων χαριέστερον τῇ διανοίᾳ φαντάσθητι. ἐνταῦθα τὸ ῥόδον μετὰ τῆς ἀκάνθης ἐστί, κεκραμένην ἔχον τὴν ἀηδίαν τῇ χάριτι, μονονουχὶ διαμαρτυρόμενον ἡμῖν ὅτι τὰ τερπνὰ ὑμῖν, ὦ ἄνθρωποι, τοῖς λυπηροῖς ἀναμέμικται. τῷ ὄντι γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀκραιφνές, ἀλλ᾽ εὐθὺς αἱ λῦπαι ταῖς εὐφροσύναις παραπεπήγασι· τῷ γάμῳ ἡ χηρεία, τῇ παιδοτροφίᾳ ἡ μέριμνα, ταῖς εὐπαιδίαις αἱ ἀποβολαί, ταῖς περιφανείαις αἱ ἀτιμίαι, ταῖς εὐημερίαις αἱ ζημίαι, ταῖς τρυφαῖς αἱ πλησμοναί, ταῖς ὑγείαις αἱ ἀρρωστίαι. ἀνθηρὸν τὸ ῥόδον, ἀλλ᾽ ἐμοὶ κατήφειαν ἐμποιεῖ· ὁσάκις γὰρ ἂν ἴδω τὸ ἄνθος, τῆς ἁμαρτίας ὑπομιμνήσκομαι τῆς ἐμῆς, δι᾽ ἣν ἀκάνθας ἡ γῆ καὶ τριβόλους ἀνατέλλειν κατεδικάσθη. καὶ ἐνταῦθα μὲν ὀλιγοχρόνιος τῶν ἠρινῶν ἀνθῶν ἡ χάρις ἐπιποθοῦντας ἡμᾶς ἐπιλείπουσα· οὐ γὰρ ἔφθημεν δρεψάμενοι καὶ ἐν ταῖς χερσὶν ἡμῶν ἀπεμαράνθη.
ἐκεῖ μέντοι τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον, ἀλλὰ διαρκὲς τὸ τερπνὸν ἔχον· χαρίεσσαν τὴν ὄψιν, ἀτέλεστον τὴν ἀπόλαυσιν, τὴν εὐωδίαν ἀκόρεστον, τὴν εὔχροιαν ἐξαστράπτουσαν. οὐ βίαι ἀνέμων παραλυποῦσιν, οὐ νεομηνίαι ἀπομαραίνουσιν, οὐ παγετὸς ἀποπήγνυσιν, οὐχ ἡλίου φλόγωσις καταφρύσσει, ἀλλὰ πνεῦμα μέτριον, λεπτὴν καὶ ἡδεῖαν ἀναπνοὴν παρεχόμενον, κούφως αὐτοῖς καὶ προσηνῶς ἐπιπνέον, ἀδάμαστον χρόνῳ τὴν χάριν αὐτῶν διασῴζει. τὰ δὲ τῶν φυτῶν κάλλη ἄξια καὶ αὐτὰ τῆς δημιουργίας καὶ τῆς φυτείας τοῦ κτίσαντος· ὅσα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰ μονοστέλεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλλοβόλα, τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰ ἄκαρπα· τὰ μὲν † τῆς χρείας ὁρώμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν συμβαλλόμενα· πάντα μεγέθει καὶ κάλλει διαφέροντα, κατάσκια τοῖς κλάδοις, ἀμφιθαλῆ ταῖς κόμαις, βρύοντα τοῖς καρποῖς, ἄλλοις ὁμοῦ ἄλλην χρείαν καὶ τέρψιν πεποιημένα. ἑκάστου γὰρ τῶν καρπῶν πολὺ μὲν τὸ χαρίεν, πλέον δὲ πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες.
Πῶς σοι παραστήσω τῆς ἡδονῆς ἐκείνης τὸ ὑπερβάλλον; ἐὰν συγκρίνω τοῖς ὧδε, καθυβρίζω μᾶλλον τῇ παραθέσει ἤ τινά σοι ἐνάργειαν ἐκ τῆς εἰκόνος παρίστημι. πάντα τέλεια, πάντα ὥριμα, οὐ κατὰ μικρὸν αὐξηθέντα· οὐ γὰρ ἀπὸ ἄνθους ἐπὶ τὴν ἀκμὴν αὔξεται, ἀλλ᾽ ἐπὶ τῆς οἰκείας ἀκμῆς ἐκφανέντα, φύσεως ἀποτελέσματα οὐκ ἀνθρωπίνης ἐπιτεχνήσεως. ἐκεῖ καὶ ὀρνίθων παντοδαπῶν γένη τῷ τε τῶν πτερῶν ἄνθει καὶ τῇ ἐκ φύσεως μουσικῇ ἀπόλαυσίν τινα θαυμαστὴν δι᾽ ἑαυτῶν παρεχόμενα· ὥστε διὰ πασῶν τῶν αἰσθήσεων εὐωχεῖσθαι τὸν ἄνθρωπον τὰ μὲν ὁρῶντα, τῶν δὲ ἀκούοντα, ἄλλων ἁπτόμενον, ἄλλων ὀσφραινόμενον, ἑτέρων ἀπογευόμενον. καὶ ζῴων ποικίλων θεάματα πάντων ἡμέρων, πάντων ὁμοήθων ἀλλήλοις καὶ ἀκουόντων καὶ φθεγγομένων εὐσύνετα. οὐ φρικτὸς ὁ ὄφις τότε, ἀλλὰ προσηνὴς καὶ ἥμερος, οὐχὶ φοβερὸν ἐπικυμαίνων τῇ γῇ καὶ ἐφέρπων, ἀλλ᾽ ὑψηλὸς ἐπὶ ποδῶν βεβηκώς.
Ἐκεῖ ἔθετο τὸν ἄνθρωπον ὃν ἔπλασεν. ἀλλαχοῦ ἔπλασε κἀκεῖ εἰσήγαγεν. ὡς τοὺς φωστῆρας ἐποίησεν ὁ θεὸς καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι, οὕτω καὶ τὸν ἄνθρωπον ἔπλασε μὲν χοῦν ἀπὸ τῆς γῆς, ἔθετο δὲ ἐν τῷ παραδείσῳ. σημείωσαι δὲ ὅτι οὐκ εἴρηται ὃν ἐποίησεν, ἀλλ᾽ Ὃν ἔπλασεν. ὃν μὲν γὰρ ἐποίησεν, ὁ κατ᾽ εἰκόνα ἐστίν· οὗτος δὲ ἀσώματος. τὸ δὲ ἀσώματον τόπῳ οὐ περιγράφεται. ἀκολουθεῖ μὲν γὰρ τῷ πλάσματι τὸ ποίημα, τουτέστι τῷ σώματι ἡ ψυχή. ὁμοῦ γάρ ἐστι τὸ σύνθετον, ἀλλὰ προηγουμένως μὲν τῶν σωμάτων ὁ τόπος, ἡ δὲ ψυχὴ κατ᾽ ἐπακολούθημά ἐστιν ἐν τόπῳ διὰ τῆς πρὸς τὸ σῶμα σχέσεως, οὐκ ἐκ τῆς οἰκείας φύσεως ἐμπεριγραφομένη τόποις [τῷ σώματι].
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.