Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ παραδείσου

Γρηγόριος ὁ Νύσσης

Η βιβλική ερμηνεία της θείας φυτείας και η νοητή θεώρηση

Ανάλυση της έννοιας της φυτείας του Θεού βάσει γραφικών χωρίων, προτροπή για πνευματική αναγωγή και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 3

Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν τῆς τοῦ θεοῦ χειρός, μνήσθητι τῶν ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ κυρίου εἰρημένων ὅτι Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. ἐξ ἐκείνης εἰσὶ τῆς φυτείας οἱ Πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου καὶ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐξανθοῦντες. καὶ πάλιν ἐν τῷ προφήτῃ· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. ἀποτολμᾷ καὶ λέγει ὁ μιμητὴς τοῦ Χριστοῦ ὅτι Θεοῦ συνεργοί ἐσμεν· θεοῦ γεώργιόν ἐστε· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξανεν. καὶ ὁ δίκαιος ὡμοίωται τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν.

Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ γενέσθαι ἐκείνου, ἵνα γένῃ κατὰ τὰς αὐγὰς τοῦ θείου φωτός, ἐν οἷς τὸ φῶς τῆς γνώσεως ἀνατέλλει ὡς ὁ παράδεισος τῆς τρυφῆς φυτευόμενος. κἂν χωρίον δέ τι νοῇς δεκτικὸν τῶν ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις ἀγαθοῖς ἀπολαύοντες τῆς τοῦ θεοῦ χάριτος καὶ τῆς θείας καὶ νοητῆς τερπνότητος διαιτῶνται, οὐκ ἀποπίπτεις τῆς πρεπούσης περὶ αὐτοῦ εἰκασίας. ἐκεῖ γ᾽ οὖν ἐρριζωμέναι τινὲς καὶ παγίως ἐρηρεισμέναι ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν ἁγίων, αἷς ὁ ἄνθρωπος παρεδόθη ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος συγγυμνασίας πρὸς τὴν τελείωσιν. ἐν ᾧ τὸ σύστημα τῶν ἁγίων, ἐν ᾧ αἱ ἀνατολαὶ τοῦ φωτός, ἐν ᾧ ἡ τρυφὴ τῆς ψυχῆς, ἐκεῖ ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον. εἰ σάρκινος εἶ, ἔχεις τὴν ὑπογραφὴν τοῦ σωματικοῦ ἐκείνου καὶ τὴν ἡδίστην ἐμφόρησιν· εἰ μεγάλην ἡγῇ τὴν ἀπόλαυσιν τῶν αἰσθητῶν, ἐπείγου πρὸς ταύτην, ἐν ᾗ χορηγία τρυφῆς ἀδιάλειπτος. εἰ πνευματικὸς εἶ καὶ ὑψηλότερα φρονεῖς τῶν σωματικῶν ἀπολαύσεων, ἀνάβηθι τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων καὶ κατάμαθε τοὺς ἐν αὐτοῖς τῆς δικαιοσύνης καρπούς, θέασαι τὸν ποταμὸν τοῦ θεοῦ τὸν πεπληρωμένον ὑδάτων, οὗ Τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, ἐκείνην τὴν πόλιν, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.

ἐκείνην τὴν πόλιν διαρρέει ὁ ποταμὸς τοῦ θεοῦ οὗτος ὁ ἀρχόμενος ἐξ Ἐδὲμ ὁ ποτίζων τὸν παράδεισον. πάντα ταῦτα τῇ διανοίᾳ καταμαθὼν δόξαζε τὸν θεόν, ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰώνας τῶν αἰώνων. ἀμήν.