Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας

Γρηγόριος ὁ Νύσσης

Προτυπώσεις της παρθενίας και η ασυμβατότητα σαρκικού και πνευματικού γάμου

Τυπολογικές προσεγγίσεις της πνευματικής τεκνογονίας και του άχραντου τόκου της Θεοτόκου, με έμφαση στον αποκλεισμό της ταυτόχρονης υπηρεσίας Θεού και σάρκας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 11 από 12

Κεφάλαιον ιθʹ Μνήμη Μαρίας τῆς ἀδελφῆς Ἀαρὼν ὡς ἀρξαμένης τούτου τοῦ κατορθώματος. Ἡμῖν δὲ δίδωσι τὰ τοιαῦτα ὑπονοεῖν καὶ ἡ προφῆτις Μαριὰμ εὐθέως μετὰ τὴν θάλασσαν ξηρὸν καὶ εὔηχον μεταχειριζομένη τὸ τύμπανον καὶ τοῦ χοροῦ τῶν γυναικῶν προπομπεύουσα· τάχα γὰρ διὰ τοῦ τυμπάνου τὴν παρθενίαν ἔοικεν ὁ λόγος αἰνίττεσθαι ὑπὸ τῆς Μαρίας πρώτης κατορθωθεῖσαν, δι᾽ ἧς οἶμαι καὶ τὴν θεοτόκον προδιατυποῦσθαι Μαρίαν. Ὥσπερ γὰρ τὸ τύμπανον πολὺν τὸν ἦχον ἀφίησι, πάσης ἰκμάδος κεχωρισμένον καὶ ξηρὸν εἰς ἄκρον γενόμενον, οὕτω καὶ ἡ παρθενία λαμπρά τε καὶ περιβόητος γίνεται μηδὲν ἐν ἑαυτῇ τῆς ζωτικῆς ἰκμάδος κατὰ τὸν βίον τοῦτον προσδεχομένη. Εἰ οὖν νεκρὸν μὲν σῶμα τὸ τύμπανον, ὅπερ ἡ Μαριὰμ μετεχειρίζετο, νέκρωσις δὲ σώματος ἡ παρθενία ἐστί, τάχα οὐ πολὺ τοῦ εἰκότος τὸ παρθένον εἶναι τὴν προφῆτιν ἀπεσχοίνισται. Ἀλλὰ ταῦτα μὲν στοχασμοῖς τισι καὶ ὑπονοίαις, οὐκ ἐκ φανερᾶς ἀποδείξεως οὕτως ἔχειν ὑπενοήσαμεν, τῷ τὴν προφῆτιν Μαριὰμ τοῦ χοροῦ τῶν παρθένων ἡγήσασθαι, εἰ καὶ πολλοὶ τῶν ἐπεσκεμμένων ἄγαμον αὐτὴν σαφῶς ἀπεφήναντο ἐκ τοῦ μηδαμοῦ τῆς ἱστορίας γάμον καὶ παιδοποιίαν αὐτῆς μνημονεύεσθαι.

Ἦ γὰρ ἂν οὐκ ἐκ τοῦ ἀδελφοῦ αὐτῆς Ἀαρών, ἀλλ᾽ ἐκ τοῦ ἀνδρός, εἴπερ ἦν, ὠνομάζετο καὶ ἐγνωρίζετο, ἐπειδὴ κεφαλὴ γυναικὸς οὐχ ὁ ἀδελφός, ἀλλ᾽ ὁ ἀνὴρ προσηγόρευται. Καίτοι παρ᾽ οἷς εὐλογίας μέρει τὸ παιδοποιεῖν ἐσπουδάζετο καὶ νόμιμον ἦν, εἰ φανείη τίμιον τὸ τῆς παρθενίας χάρισμα, ἐκ πολλοῦ τοῦ περιόντος ἡμεῖς ταύτην τὴν σπουδὴν ἀσπασώμεθα οἱ οὐ κατὰ σάρκα τῶν θείων λογίων, ἀλλὰ πνευματικῶς ἐξακούοντες. Ἀπεκαλύφθη γὰρ διὰ τῶν θείων λογίων τί ποτε τὸ κυοφορεῖν τε καὶ τίκτειν ἀγαθόν ἐστι, καὶ ποῖον εἶδος τῆς πολυτεκνίας παρὰ τοῖς ἁγίοις τοῦ θεοῦ ἐσπουδάζετο. Ὅ τε γὰρ προφήτης Ἡσαΐας καὶ ὁ θεῖος ἀπόστολος ἐναργῶς ταῦτα καὶ σαφῶς διεσήμαναν, ὁ μὲν λέγων· «Ἀπὸ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν», ὁ δὲ καυχώμενος ἐπὶ τῷ πάντων γενέσθαι πολυγονώτατος ὡς καὶ πόλεις ὅλας καὶ ἔθνη κυοφορῆσαι, οὐ μόνον Κορινθίους καὶ Γαλάτας διὰ τῶν οἰκείων ὠδίνων εἰς φῶς ἀγαγὼν καὶ ἐν κυρίῳ μορφώσας, ἀλλὰ καὶ «ἀπὸ Ἱερουσαλὴμ ἐν κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ καταπληρώσας» τῶν ἰδίων τέκνων τὴν οἰκουμένην, ἅπερ «ἐν Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγέννησεν».

Οὕτω μακαρίζεται καὶ ἐν τῷ εὐαγγελίῳ ἡ τῆς ἁγίας παρθένου κοιλία ἡ τῷ ἀχράντῳ τόκῳ ὑπηρετήσασα, ὡς οὔτε τοῦ τόκου τὴν παρθενίαν λύσαντος οὔτε τῆς παρθενίας τῇ τοιαύτῃ κυοφορίᾳ ἐμποδὼν γενομένης· ὅπου γὰρ πνεῦμα σωτηρίας γεννᾶται, καθὼς Ἡσαΐας φησίν, ἄχρηστα πάντως τῆς σαρκὸς τὰ θελήματα.

Κεφάλαιον κʹ Ὅτι ἀδύνατον ὁμοῦ ταῖς σωματικαῖς ὑπηρετεῖν ἡδοναῖς καὶ τὴν κατὰ θεὸν εὐφροσύνην καρποῦσθαι Ἔστι δέ τις καὶ παρὰ τῷ ἀποστόλῳ τοιοῦτος λόγος, ὡς ἄρα διπλοῦς ἡμῶν ἐστιν ὁ καθ᾽ ἕκαστον ἄνθρωπος, ὁ μὲν ὁρώμενος ἔξωθεν, ᾧ τὸ διαφθείρεσθαι κατὰ φύσιν ἐστίν, ὁ δὲ κατὰ τὸ κρυπτόμενον τῆς καρδίας νοούμενος, ὃς ἐπιδέχεται τὸ ἀνακαινοῦσθαι. Εἰ οὖν ἀληθὴς ὁ λόγος—πάντως δέ ἐστιν ἀληθὴς διὰ τὴν ἐν αὐτῷ λαλοῦσαν ἀλήθειαν—, οὐδὲν ἀπεικὸς καὶ γάμον διπλοῦν ἐννοεῖν ἑκατέρῳ τῶν ἐν ἡμῖν ἀνθρώπων πρόσφορόν τε καὶ κατάλληλον· καὶ τάχα ὁ τολμήσας εἰπεῖν τὴν σωματικὴν παρθενίαν τοῦ ἔνδοθεν καὶ πνευματικοῦ γάμου συνεργὸν καὶ πρόξενον γίνεσθαι οὐ πόρρω τοῦ εἰκότος ἀποτολμήσει.

Ὡς γὰρ οὐκ ἔστι κατὰ ταὐτὸν δύο τισὶ τέχναις ὑπηρετεῖν διὰ τῆς τῶν χειρῶν ἐνεργείας, οἷον γεωργοῦντα καὶ ναυτιλλόμενον, ἢ χαλκεύοντά τε καὶ τεκτονεύοντα, ἀλλ᾽ εἰ μέλλοι τις τῆς μιᾶς ὑγιῶς ἀντιλήψεσθαι, τῆς ἑτέρας ἀφεκτέον αὐτῷ· οὕτως ἡμῖν καὶ δύο προκειμένων γάμων, τοῦ μὲν διὰ σαρκὸς ἐπιτελουμένου, τοῦ δὲ διὰ πνεύματος, ἡ περὶ τὸν ἕνα σπουδὴ τὸν τοῦ ἑτέρου χωρισμὸν ἀναγκαῖον ποιεῖ. Οὔτε γὰρ δύο κατὰ ταὐτὸν ὁ ὀφθαλμὸς ἰδεῖν ἱκανός ἐστιν, εἰ μὴ ἀνὰ μέρος καὶ ἰδίᾳ ἑκατέρῳ τῶν ὁρατῶν ἐπερείσειεν, οὔτε ἡ γλῶσσα διαφόροις ὑπηρετήσει φωναῖς, Ἑβραίων τε ῥήματα καὶ Ἑλλήνων ἐν τῷ αὐτῷ φθεγγομένη, οὔτε ἡ ἀκοὴ διηγήσεώς τε πραγμάτων καὶ διδακτικῶν λόγων κατὰ ταὐτὸν ἀκροάσεται· ἡ γὰρ διαφορὰ τῆς φωνῆς, εἰ μὲν ἀνὰ μέρος ἀκούοιτο, ἐνσημανεῖται τῷ ἀκροωμένῳ τὴν ἔννοιαν, εἰ δὲ κατὰ ταὐτὸν μιχθεῖσα περιηχοίη τὴν ἀκοήν, συγχυσίς τις ἀδιάκριτος τὴν διάνοιαν λήψεται τῶν σημαινομένων ἐν ἀλλήλοις συγχεομένων.

Κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ ἐπιθυμητικὸν ἡμῶν φύσιν οὐκ ἔχει ὁμοῦ ταῖς σωματικαῖς ὑπηρετεῖν ἡδοναῖς καὶ τὸν πνευματικὸν μετιέναι γάμον. Οὐδὲ γὰρ διὰ τῶν ὁμοίων ἐπιτηδευμάτων δυνατόν ἐστιν ἑκατέρου τῶν σκοπῶν λαβέσθαι· τοῦ μὲν γὰρ ἐγκράτεια καὶ σώματος νέκρωσις καὶ τῶν κατὰ σάρκα πάντων ὑπεροψία πρόξενοι γίνονται, τῆς δὲ σωματικῆς συναφείας πάντα τὰ ἐναντία.

Οὐκοῦν ὥσπερ δύο κυρίων ἐν αἱρέσει προκειμένων, ἐπειδὴ κατὰ ταὐτὸν οὐκ ἔστιν ἀμφοτέρων γενέσθαι ὑπήκοον —«Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν»—, τὸν ὠφελιμώτερον ὁ εὖ φρονῶν ἐπιλέξεται· οὕτως ἡμῖν καὶ δύο προκειμένων γάμων, ἐπειδὴ οὐκ ἔστιν ἐν ἀμφοτέροις εἶναι —«Ὁ γὰρ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου»—, σωφρονούντων ἂν εἴη μήτε διαμαρτεῖν τῆς ἐκλογῆς τοῦ συμφέροντος μήτε τὴν ἐπὶ τοῦτον ἄγουσαν ὁδὸν ἀγνοῆσαι, ἣν οὐκ ἔστιν ἄλλως ἢ διὰ τοιαύτης τινὸς ἀναλογίας μαθεῖν.

Ὥσπερ γὰρ ἐν τῷ σωματικῷ γάμῳ ὁ μὴ ἀπόβλητος γενέσθαι σπουδάζων, καὶ τῆς τοῦ σώματος εὐεξίας καὶ τοῦ πρέποντος καλλωπισμοῦ καὶ πλούτου περιουσίας καὶ τοῦ μηδὲν μήτε ἐκ τοῦ βίου μήτε ἐκ τοῦ γένους ἐπάγεσθαί τι ὄνειδος πολλὴν ποιήσεται πρόνοιαν—οὕτω γὰρ ἂν τύχοι μάλιστα τῶν κατὰ γνώμην—· τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν πνευματικὸν γάμον ἑαυτῷ μετιὼν πρῶτον μὲν νέον ἑαυτὸν καὶ πάσης παλαιότητος κεχωρισμένον τῇ ἀνακαινώσει τοῦ νοὸς ἐπιδείξει, εἶτα πλούσιον ἐν οἷς τὸ πλουτεῖν ἐστι περισπούδαστον, οὐ τοῖς ἀπὸ γῆς σεμνυνόμενον χρήμασιν, ἀλλὰ τοῖς οὐρανίοις θησαυροῖς κομῶντα. Γένους δὲ σεμνότητα οὐ κατὰ τὴν αὐτόματον συντυχίαν πολλοῖς καὶ τῶν φαύλων προσοῦσαν κἀκεῖνος ἔχειν φιλοτιμήσεται, ἀλλὰ τὴν πόνῳ καὶ σπουδῇ δι᾽ οἰκείων κατορθωμάτων προσγινομένην, ἣν μόνοι αὐχοῦσιν οἱ τοῦ φωτὸς υἱοὶ καὶ τέκνα θεοῦ καὶ «τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν εὐγενεῖς» διὰ τῶν ἔργων τῶν φωτεινῶν χρηματίζοντες. Ἰσχὺν δὲ καὶ εὐεξίαν οὐ σῶμα ἀσκῶν οὐδὲ καταπιαίνων τὴν σάρκα περιποιήσεται, ἀλλὰ πᾶν τὸ ἐναντίον ἐν τῇ τοῦ σώματος ἀσθενείᾳ τελειῶν τὴν τοῦ πνεύματος δύναμιν. Οἶδα δὲ καὶ τὰ ἕδνα τοῦ γάμου τούτου οὐκ ἀπὸ φθαρτῶν χρημάτων πεποιημένα, ἀλλ᾽ ἐκ τοῦ ἰδίου πλούτου τῆς ψυχῆς δωροφορούμενα. Βούλει μαθεῖν τὰ τῶν δώρων ὀνόματα;

Ἄκουσον Παύλου τοῦ καλοῦ νυμφοστόλου ἐν τίσι πλουτοῦσιν οἱ ἐν παντὶ συνιστῶντες ἑαυτούς, ἐν οἷς ἄλλα τε πολλὰ καὶ μεγάλα εἰπών, «Καὶ ἐν ἁγνότητι» φησίν. Καὶ πάλιν ὅσα ἑτέρωθι ἐν τοῖς τοῦ πνεύματος καρποῖς ἀπαριθμεῖται, πάντα τοῦ γάμου τούτου δῶρά ἐστι. Καὶ εἴ τις μέλλοι πείθεσθαι τῷ Σολομῶντι καὶ τὴν ἀληθινὴν σοφίαν σύνοικόν τε καὶ βίου κοινωνὸν ἑαυτῷ λαμβάνειν, περὶ ἧς φησιν ὅτι «Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε, τίμησον αὐτήν, ἵνα σε περιλάβῃ», ἐπαξίως τῆς ἐπιθυμίας ταύτης παρασκευάσεται ἐν καθαρᾷ τῇ στολῇ τοῖς ἐν τῷ γάμῳ τούτῳ εὐφραινομένοις συνεορτάζων, ἵνα μὴ ἀπόβλητος γένηται, τῆς μὲν ἑορτῆς συμμετασχεῖν ἀξιῶν, τὸ δὲ ἔνδυμα τοῦ γάμου μὴ περικείμενος. Δῆλον δὲ ὅτι κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε ἀνδρῶν ὁμοίως καὶ γυναικῶν εἰς τὴν περὶ τὸν τοιοῦτον γάμον σπουδήν· ἐπειδὴ γάρ, καθώς φησιν ὁ ἀπόστολος, «οὐκ ἔνι ἄρσεν καὶ θῆλυ», «πάντα δὲ καὶ ἐν πᾶσι Χριστός», εἰκότως ὁ τῆς σοφίας ἐρασθεὶς τὸν ἔνθεον ἔχει τῆς ἐπιθυμίας σκοπόν, ὅς ἐστιν ἡ ἀληθὴς σοφία, καὶ ἡ τῷ ἀφθάρτῳ νυμφίῳ προσκολληθεῖσα ψυχὴ τῆς ἀληθινῆς σοφίας ἔχει τὸν ἔρωτα, ἥτις ἐστὶν ὁ θεός.

Ἀλλὰ τί μὲν ὁ πνευματικός ἐστι γάμος καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ καθαρός τε καὶ οὐράνιος ἔρως, μετρίως ἡμῖν ἐκ τῶν εἰρημένων ἀνακεκάλυπται.