Ἔργον
Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας
Προοίμιο και πίνακας κεφαλαίων
Εισαγωγική σύνοψη του σκοπού του έργου και αναλυτικός κατάλογος των περιεχομένων των είκοσι τριών κεφαλαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και πίνακας κεφαλαίων
Εισαγωγική σύνοψη του σκοπού του έργου και αναλυτικός κατάλογος των περιεχομένων των είκοσι τριών κεφαλαίων.
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ Ἐπιστολὴ μηνύουσα τὰ ὑποτεταγμένα τῶν κγʹ κεφαλαίων ἅτινά ἐστι προτροπὴ εἰς τὸν κατ᾽ ἀρετὴν βίον. Ὁ μὲν σκοπὸς τοῦ λόγου ἐστὶν ἐπιθυμίαν τῆς κατ᾽ ἀρετὴν ζωῆς τοῖς ἐντυγχάνουσιν ἐμποιῆσαι· πολλῶν δὲ τῷ κοινοτέρῳ βίῳ, καθὼς ὠνόμασεν ὁ θεῖος ἀπόστολος, τῶν περισπασμῶν ἐγκειμένων ἀναγκαίως ὁ λόγος ὥσπερ τινὰ θύραν καὶ εἴσοδον τῆς σεμνοτέρας διαγωγῆς τὸν τῆς παρθενίας ὑποτίθεται βίον, ὡς οὔτε τοῖς ἐμπλακεῖσι τῇ τοῦ βίου κοινότητι ῥᾴδιον τὸ καθ᾽ ἡσυχίαν προσφιλοσοφεῖν τῇ θειοτέρᾳ ζωῇ καὶ τοῖς ἀποταξαμένοις πάντῃ τῷ ταραχώδει βίῳ πολλῆς εὐκολίας οὔσης ταῖς ὑψηλοτέραις ἀσχολίαις παρεδρεύειν ἀπερισπάστως. Καὶ ἐπειδὴ καθ᾽ ἑαυτήν πως ἀργοτέρα πρὸς τὸ πείθειν ἐστὶν ἡ συμβουλὴ καὶ οὐκ ἄν τις ῥᾳδίως ὑπαγάγοιτό τινα ψιλῷ τῷ λόγῳ πρός τι τῶν ὠφελούντων ἐγκελευόμενος, εἰ μὴ πρότερον ἀποσεμνύνειεν ἐκεῖνο πρὸς ὃ τὸν ἀκροατὴν παρορμᾷ, τούτου χάριν ἀπὸ τῶν ἐγκωμίων τῆς παρθενίας ὁ λόγος ἀρξάμενος, οὕτως εἰς τὴν συμβουλὴν καταλήγει. Μᾶλλον δέ πως τοῦ ἐν ἑκάστῳ καλοῦ καὶ διὰ τῆς παραθέσεως τῶν ἐναντίων φανερουμένου ἀναγκαίως καὶ τῆς δυσχερείας τοῦ κοινοτέρου βίου μνήμη τις γέγονεν. Εἶτα εὐμεθόδως ὑπογραφή τις παρεισήχθη τοῦ κατὰ φιλοσοφίαν βίου, καὶ τὸ μὴ δύνασθαι τούτου τυχεῖν τὸν ἐν κοσμικαῖς ὄντα φροντίσι κατεσκευάσθη.
Τῆς δὲ σωματικῆς ἐπιθυμίας ἀργούσης ἐν τοῖς ἀποταξαμένοις, ἀκολούθως ἐπεζητήθη τί τὸ ἀληθῶς ἐπιθυμητόν, οὗ χάριν καὶ τὴν δύναμιν παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως ἡμῶν εἰλήφαμεν. Τούτου δὲ καθ᾽ ὅσον οἷόν τε ἦν ἐκκαλυφθέντος ἐφάνη ἀκολούθως καί τινα μέθοδον πρὸς τὸ τυχεῖν τοῦ ἀγαθοῦ τούτου ἐπινοῆσαι.
Εὑρέθη τοίνυν ἡ ἀληθὴς παρθενία ἡ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ καθαρεύουσα πρὸς τὴν τοιαύτην ἐπίνοιαν ἐπιτηδείως ἔχουσα, ὥστε πάντα τὸν διὰ μέσου λόγον, κἂν πρὸς ἕτερά τινα βλέπειν δοκῇ, πρὸς τὸ τῆς παρθενίας συντείνειν ἐγκώμιον. Τὰς δὲ μερικὰς ὑποθήκας τοῦ τοιούτου βίου, ὅσαι τοῖς ἀκριβῶς μετιοῦσι τὴν σεμνότητα ταύτην ἐπετηδεύθησαν, φεύγων τὴν ἀμετρίαν ὁ λόγος παρέδραμε καθολικῶς τε διὰ τῶν γενικωτέρων παραγγελμάτων προαγαγὼν τὴν παραίνεσιν ἐμπεριείληφε τρόπον τινὰ τὰ καθ᾽ ἕκαστον, ὡς μήτε τι παριδεῖν τῶν ἀναγκαίων καὶ τὴν ἀμετρίαν φυλάξασθαι. Ἔθους δὲ πᾶσιν ὄντος προθυμότερον ἀντιλαμβάνεσθαι παντὸς ἐπιτηδεύματος, εἴ τινας ἐν ἐκείνῳ προευδοκιμήσαντας ἴδοιεν, ἀναγκαίως καὶ τῶν ἐν ἀγαμίᾳ διαλαμψάντων ἁγίων μνήμην ἐποιησάμεθα. Καὶ ἐπειδὴ μὴ τοσοῦτον τὰ ἐν τοῖς διηγήμασιν ὑποδείγματα δύναται πρὸς κατόρθωσιν ἀρετῆς ὅσον ἡ ζῶσα φωνὴ καὶ τὰ ἐνεργούμενα τῶν ἀγαθῶν ὑποδείγματα, ἀναγκαίως πρὸς τῷ τέλει τοῦ λόγου τοῦ θεοσεβεστάτου ἐπισκόπου καὶ πατρὸς ἡμῶν ἐπεμνήσθημεν, ὡς μόνου δυνατῶς ἔχοντος τὰ τοιαῦτα παιδεύειν.
Ἡ δὲ μνήμη οὐκ ἐπ᾽ ὀνόματος γέγονεν, ἀλλὰ διά τινων γνωρισμάτων τὸ ἐκεῖνον εἶναι τὸν δηλούμενον ὁ λόγος ᾐνίξατο, ἵνα μὴ τοῖς μετὰ ταῦτα καθομιλοῦσι τῷ λόγῳ ἀνόνητος ἡ συμβουλὴ εἶναι δόξῃ, τῷ παρελθόντι τὸν βίον προσφοιτᾶν τοὺς νέους κελεύουσα, ἀλλὰ πρὸς τοῦτο βλέποντες μόνον, οἷον εἶναι προσήκει τὸν τοῦ τοιούτου βίου καθηγητήν, ἐκλέγωνται ἑαυτοῖς εἰς ὁδηγίαν τοὺς ἀεὶ παρὰ τῆς τοῦ θεοῦ χάριτος εἰς προστασίαν τῆς κατ᾽ ἀρετὴν πολιτείας ἀναδεικνυμένους· ἢ γὰρ εὑρήσουσι τὸν ζητούμενον ἢ οἷον χρὴ εἶναι οὐκ ἀγνοήσουσιν.
Ἡ δὲ ἀκολουθία τῶν νοημάτων ἐστὶν αὕτη· αʹ. Ὅτι κρείττων ἐγκωμίων ἡ παρθενία ἐστίν. βʹ. Ὅτι ἴδιον τῆς θείας τε καὶ ἀσωμάτου φύσεως κατόρθωμά ἐστιν ἡ παρθενία. γʹ. Μνήμη τῶν ἐκ τοῦ γάμου δυσχερῶν καὶ ἔνδειξις τοῦ τὸν γεγραφότα τὸν λόγον μὴ ἄγαμον εἶναι.
δʹ. Ὅτι πάντα τὰ κατὰ τὸν βίον ἄτοπα τὴν ἀρχὴν ἀπὸ τοῦ γάμου ἔχει· ἐν ᾧ καὶ οἷος ὁ κατὰ ἀλήθειαν ἀποταξάμενος τῷ βίῳ ἐστίν. εʹ. Ὅτι προηγεῖσθαι χρὴ τὴν τῆς ψυχῆς ἀπάθειαν τῆς σωματικῆς καθαρότητος. ϛʹ. Ὅτι Ἠλίας καὶ Ἰωάννης τῆς ἀκριβείας τοῦ βίου τούτου ἐπεμελήθησαν.
ζʹ. Ὅτι οὐδὲ ὁ γάμος τῶν κατεγνωσμένων ἐστίν. ηʹ. Ὅτι δύσκολόν ἐστι τοῦ σκοποῦ τυχεῖν τὸν εἰς πολλὰ τῇ ψυχῇ μεριζόμενον. θʹ. Ὅτι δυσμετάθετον ἐπὶ παντὸς ἡ συνήθεια. ιʹ. Τί τὸ ἀληθῶς ἐπιθυμητόν; ιαʹ. Πῶς ἄν τις ἐν περινοίᾳ γένοιτο τοῦ ὄντως καλοῦ;
ιβʹ. Ὅτι ὁ ἑαυτὸν ἐκκαθάρας ἐν ἑαυτῷ τὸ θεῖον κάλλος κατόψεται· ἐν ᾧ καὶ περὶ τῆς τοῦ κακοῦ αἰτίας. ιγʹ. Ὅτι ἀρχὴ τῆς ἑαυτοῦ ἐπιμελείας ἡ ἀπαλλαγὴ τοῦ γάμου ἐστίν. ιδʹ. Ὅτι ἡ παρθενία κρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστίν.
ιεʹ. Ὅτι ἡ ἀληθὴς παρθενία ἐν παντὶ ἐπιτηδεύματι θεωρεῖται. ιϛʹ. Ὅτι τὸ ὁπωσοῦν ἔξω γενέσθαι τῆς ἀρετῆς ἴσον κίνδυνον ἔχει. ιζʹ. Ὅτι ἀτελὴς εἰς τὸ ἀγαθὸν ὁ καὶ ἑνί τινι τῶν κατ᾽ ἀρετὴν ἐλλείπων. ιηʹ. Ὅτι χρὴ πάσας τὰς τῆς ψυχῆς δυνάμεις πρὸς ἀρετὴν βλέπειν.
ιθʹ. Μνήμη Μαρίας τῆς ἀδελφῆς Ἀαρὼν ὡς ἀρξαμένης τούτου τοῦ κατορθώματος. κʹ. Ὅτι ἀδύνατον ὁμοῦ ταῖς σωματικαῖς ὑπηρετεῖν ἡδοναῖς καὶ τὴν κατὰ θεὸν εὐφροσύνην καρποῦσθαι. καʹ. Ὅτι χρὴ τὸν ἀκριβῶς ζῆν προελόμενον πρὸς πᾶν εἶδος σωματικῆς ἡδονῆς ἀλλοτρίως ἔχειν.
κβʹ. Ὅτι οὐ δεῖ πέρα τοῦ δέοντος ἀσκεῖν τὴν ἐγκράτειαν καὶ ὅτι ὁμοίως ἐναντιοῦται τῇ ψυχῇ πρὸς τελείωσιν ἥ τε πολυσαρκία τοῦ σώματος καὶ ἡ ἄμετρος κακοπάθεια. κγʹ. Ὅτι χρὴ τὸν τὴν ἀκρίβειαν τοῦ βίου τούτου μαθεῖν βουλόμενον παρὰ τοῦ κατορθώσαντος διδάσκεσθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.