Ἔργον
Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας
Η αναγωγή της διάνοιας στο νοητό κάλλος και η θεωρία του αληθινού αγαθού
Η αποδέσμευση της επιθυμίας από τις υλικές πλάνες και η ανάβαση της ψυχής στο άρρητο κάλλος του Θεού διά του Αγίου Πνεύματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αναγωγή της διάνοιας στο νοητό κάλλος και η θεωρία του αληθινού αγαθού
Η αποδέσμευση της επιθυμίας από τις υλικές πλάνες και η ανάβαση της ψυχής στο άρρητο κάλλος του Θεού διά του Αγίου Πνεύματος.
Κεφάλαιον ιʹ Τί τὸ ἀληθῶς ἐπιθυμητόν; Ὅση γάρ ἐστιν ἡ ζημία ἐν ἀποπτώσει γενέσθαι τῆς τοῦ ὄντως καλοῦ κτήσεως, τίς ἂν παραστήσειε λόγος; Ποίᾳ δ᾽ ἄν τις χρήσαιτο διανοίας ὑπερβολῇ; Πῶς ἂν ἐνδείξοιτο καὶ εἰς ὑπογραφὴν ἀγάγοι τὸ καὶ λόγῳ ἄρρητον καὶ νοήματι ἀκατάληπτον; Εἰ μὲν γάρ τις ἐπὶ τοσοῦτον τὸ τῆς καρδίας ὄμμα κεκάθαρται, ὡς δυνηθῆναι ποσῶς ἰδεῖν τὸ ἐν τοῖς μακαρισμοῖς ὑπὸ τοῦ κυρίου ἐπηγγελμένον, πάσης καταγνώσεται φωνῆς ἀνθρωπίνης, ὡς οὐδεμίαν ἐχούσης δύναμιν εἰς τὴν τοῦ νοηθέντος παράστασιν· εἰ δέ τις ἔτι τοῖς ὑλικοῖς ἐγκαθήμενος πάθεσι καθάπερ ὑπὸ λήμης τινὸς τῆς ἐμπαθοῦς διαθέσεως τὸ διορατικὸν τῆς ψυχῆς ἐπιπέπλασται, ματαία καὶ οὕτω πᾶσα λόγων ἰσχύς.
Ἐπὶ γὰρ τῶν ἀναισθήτως ἐχόντων ἐν τῷ ὁμοίῳ καθέστηκε τό τε ἐλαττοῦν διὰ τοῦ λόγου καὶ τὸ ὑπεραίρειν θαύματα, ὡς καὶ ἐπὶ τῆς ἡλιακῆς ἀκτῖνος τῷ μὴ τεθεαμένῳ τὸ φῶς ἀπὸ πρώτης γενέσεως ἀργὴ καὶ ἀνόνητος γίνεται ἡ διὰ τῶν λόγων τοῦ φωτὸς ἑρμηνεία· οὐ γάρ ἐστι δυνατὸν τὴν τῆς ἀκτῖνος λαμπηδόνα δι᾽ ἀκοῆς ἐναυγάσαι. Οὕτω καὶ ἐπὶ τοῦ νοητοῦ καὶ ἀληθινοῦ φωτὸς ἰδίων ὀφθαλμῶν ἑκάστῳ χρεία, ἵνα τὸ κάλλος ἐκεῖνο θεάσηται, ὅπερ ὁ μὲν ἰδὼν κατά τινα θείαν δωρεάν τε καὶ ἐπίπνοιαν ἀνερμήνευτον ἐν τῷ ἀπορρήτῳ τῆς συνειδήσεως ἔχει τὴν ἔκπληξιν· ὁ δὲ μὴ τεθεαμένος οὐδὲ γνώσεται τὴν ζημίαν ὧν ἀπεστέρηται.
Πῶς γὰρ ἄν τις αὐτῷ τὸ διαπεφευγὸς αὐτὸν ἀγαθὸν παραστήσειε; Πῶς ἄν τις ὑπ᾽ ὄψιν ἀγάγοι τὸ ἄφραστον; Ἰδίας φωνὰς σημαντικὰς ἐκείνου τοῦ κάλλους οὐ μεμαθήκαμεν. Ὑπόδειγμα τοῦ ζητουμένου ἐν τοῖς οὖσιν ἔστιν οὐδέν· ἐκ συγκρίσεως αὐτὸ δηλωθῆναι ἀμήχανον. Τίς γὰρ ὀλίγῳ σπινθῆρι προσεικάζει τὸν ἥλιον ἢ ῥανίδα βραχεῖαν πρὸς τὴν τῶν ἀβύσσων ἀπειρίαν ἀνθίστησιν; Ὃν γὰρ ἔχει λόγον πρὸς τὰς ἀβύσσους ἡ ὀλίγη σταγὼν ἢ πρὸς τὴν μεγάλην τοῦ ἡλίου ἀκτῖνα μικρὸν σπινθηράκιον, οὕτω διάκειται καὶ πάντα τὰ παρὰ τῶν ἀνθρώπων ὡς καλὰ θαυμαζόμενα πρὸς ἐκεῖνο τὸ κάλλος, ὃ περὶ τὸ πρῶτον ἀγαθὸν καὶ τὸ ἐπέκεινα παντὸς ἀγαθοῦ θεωρεῖται.
Τίς οὖν ἐπίνοια τὸ μέγεθος τῆς ζημίας τῷ παθόντι τὴν ζημίαν ταύτην ἐνδείξεται; Καλῶς μοι δοκεῖ ὁ μέγας Δαβὶδ τὴν ἀμηχανίαν ἐνδεδεῖχθαι ταύτην, ὃς ἐπειδή ποτε τῇ δυνάμει τοῦ πνεύματος ὑψωθεὶς τὴν διάνοιαν καὶ οἷον ἐκβὰς αὐτὸς ἑαυτὸν εἶδεν ἐκεῖνο τὸ ἀμήχανον καὶ ἀπερινόητον κάλλος ἐν τῇ μακαρίᾳ ἐκείνῃ ἐκστάσει—εἶδε δὲ πάντως ὡς ἀνθρώπῳ δυνατὸν ἰδεῖν ἔξω τῶν τῆς σαρκὸς προκαλυμμάτων γενόμενος καὶ εἰσελθὼν διὰ μόνης τῆς διανοίας εἰς τὴν τῶν ἀσωμάτων καὶ νοητῶν θεωρίαν— ἐπειδή τι καὶ εἰπεῖν ἄξιον τοῦ ὀφθέντος ἐπεπόθησεν, ἐκείνην ἐξεβόησε τὴν φωνήν, ἣν πάντες ᾄδουσιν, ὅτι «Πᾶς ἄνθρωπος ψεύστης»· τοῦτο δέ ἐστιν, ὥς γε ὁ ἐμὸς λόγος, ὅτι πᾶς ἄνθρωπος φωνῇ ἐπιτρέπων τὴν τοῦ ἀφράστου φωτὸς ἑρμηνείαν ὄντως ψεύστης ἐστίν, οὐχὶ τῷ μίσει τῆς ἀληθείας, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς διηγήσεως.
Τὸ μὲν γὰρ αἰσθητὸν κάλλος, ὅσον κάτω περὶ τὸν ἡμέτερον ἀναστρέφεται βίον, εἴτε ἐν ἀψύχοις ὕλαις εἴτε καὶ ἐν σώμασιν ἐμψύχοις διά τινος εὐχροίας ἐμφανταζόμενον, αὐτάρκης ἡμῶν ἡ κατὰ τὴν αἴσθησιν δύναμις καὶ θαυμάσαι καὶ ἀποδέξασθαι καὶ γνώριμον ἑτέρῳ ποιῆσαι, διὰ τῆς τῶν λόγων γραφῆς ὥσπερ ἐν εἰκόνι τινὶ τῷ λόγῳ τοῦ τοιούτου κάλλους ἐγγραφομένου· οὗ δὲ τὸ ἀρχέτυπον διαφεύγει τὴν κατανόησιν, πῶς ἂν ὁ λόγος ὑπ᾽ ὄψιν ἀγάγοι, οὐδεμίαν μηχανὴν ὑπογραφῆς ἐξευρίσκων, οὐ χροιὰν ἔχων εἰπεῖν, οὐ σχῆμα, οὐ μέγεθος, οὐ μορφῆς εὐμοιρίαν, οὐδέ τινα ὅλως φλυαρίαν τοιαύτην; Τὸ γὰρ ἀειδὲς πάντῃ καὶ ἀσχημάτιστον καὶ πηλικότητος πάσης ἀλλότριον καὶ πάντων, ὅσα περὶ σῶμα καὶ αἴσθησιν θεωρεῖται, πόρρωθεν ἱδρυμένον, πῶς ἄν τις διὰ τῶν μόνῃ τῇ αἰσθήσει καταλαμβανομένων γνωρίσειεν;
Οὐ μὴν διὰ τοῦτό γε ἀπογνωστέον ἡμῖν τῆς ἐπιθυμίας ταύτης, ὅτι ὑψηλοτέρα φαίνεται τῆς καταλήψεως, ἀλλ᾽ ὅσῳ μέγα τὸ ζητούμενον ὁ λόγος ἀπέδειξε, τοσούτῳ μᾶλλον ὑψοῦσθαι χρὴ τὴν διάνοιαν καὶ συνεπαίρεσθαι τῷ μεγέθει τοῦ ζητουμένου, ὡς μὴ παντελῶς ἔξω γενέσθαι τῆς τοῦ ἀγαθοῦ μετουσίας· κίνδυνος γὰρ οὐ μικρός, μὴ τῷ λίαν ὑψηλῷ τε καὶ ἀρρήτῳ παντάπασι τῆς περὶ αὐτοῦ ἐννοίας ἀπολισθήσωμεν, μηδενὶ γνωρίμῳ τὴν κατανόησιν αὐτῶν ἐπερείδοντες.
Κεφάλαιον ιαʹ Πῶς ἄν τις ἐν περινοίᾳ γένοιτο τοῦ ὄντως καλοῦ; Δεῖ τοίνυν τῆς ἀσθενείας ἕνεκεν ταύτης διὰ τῶν τῇ αἰσθήσει γνωρίμων χειραγωγεῖν πρὸς τὸ ἀόρατον τὴν διάνοιαν. Ἡ δὲ ἐπίνοια γένοιτ᾽ ἂν ἡμῖν τοιαύτη· ὥσπερ τοίνυν οἱ μὲν ἐπιπολαιότερον καὶ δίχα διανοίας τὰ πράγματα βλέποντες, ἐπειδὰν ἴδωσιν ἄνθρωπον ἢ ὅπερ ἂν τύχῃ τῶν φαινομένων, πλέον οὐδὲν τοῦ ὁρωμένου περιεργάζονται—ἀρκεῖ γὰρ αὐτοῖς θεασαμένοις τὸν ὄγκον τοῦ σώματος ὅλον νομίσαι τὸν τοῦ ἀνθρώπου λόγον κατειληφέναι—, ὁ δὲ διορατικὸς τὴν ψυχὴν καὶ πεπαιδευμένος μὴ μόνοις ὀφθαλμοῖς ἐπιτρέπειν τὴν τῶν ὄντων ἐπίσκεψιν, οὐ μέχρι τῶν φαινομένων στήσεται, οὐδὲ τὸ μὴ βλεπόμενον ἐν τοῖς μὴ οὖσι λογίζεται, ἀλλὰ καὶ φύσιν ψυχῆς περινοεῖ καὶ τὰς τῷ σώματι ἐμφαινομένας ποιότητας καὶ κοινῇ καὶ καθ᾽ ἑαυτὰς ἐπισκέπτεται· ἰδίᾳ τε γὰρ αὐτῶν ἑκάστην χωρίζει τῷ λόγῳ, καὶ πάλιν τὴν κοινὴν συνδρομήν τε καὶ σύμπνοιαν περὶ τὴν τοῦ ὑποκειμένου σύστασιν θεωρεῖ.
Οὕτως οὖν καὶ ἐν τῇ τοῦ καλοῦ ζητήσει ὁ μὲν ἀτελὴς τὴν διάνοιαν, ἐπειδὰν ἴδῃ τι πρᾶγμα, ᾧ κάλλους τινὸς περικέχυται φαντασία, αὐτὸ ἐκεῖνο καλὸν εἶναι τῇ ἑαυτοῦ φύσει οἰήσεται, ὅπερ ἂν τὴν αἴσθησιν αὐτοῦ δι᾽ ἡδονῆς ἐπισπάσηται, καὶ οὐδὲν ὑπὲρ τοῦτο πλέον περιεργάζεται· ὁ δὲ κεκαθαρμένος τὸν τῆς ψυχῆς ὀφθαλμὸν καὶ δυνατὸς τὰ τοιαῦτα βλέπειν, χαίρειν ἐάσας τὴν ὕλην τὴν ὑποβεβλημένην τῇ τοῦ καλοῦ ἰδέᾳ, οἷον ὑποβάθρᾳ τινὶ τῷ ὁρωμένῳ χρήσεται, πρὸς τὴν τοῦ νοητοῦ θεωρίαν κάλλους, οὗ κατὰ μετουσίαν τὰ ἄλλα γίνεται καὶ ὀνομάζεται καλά.
Δοκεῖ δέ μοι χαλεπὸν εἶναι τῶν πλείστων τῇ τοιαύτῃ παχύτητι τῆς διανοίας συζώντων τὸ διατεμόντας τῷ λόγῳ καὶ χωρίσαντας τὴν ὕλην ἀπὸ τοῦ ἐπιθεωρουμένου κάλλους αὐτὴν ἐφ᾽ ἑαυτῆς τοῦ καλοῦ τὴν φύσιν κατανοῆσαι.
Καὶ εἴ τις ἀκριβῶς ἐθέλοι τὴν αἰτίαν σκοπεῖν τῶν πεπλανημένων καὶ μοχθηρῶν ὑπολήψεων, οὐκ ἄν μοι δοκεῖ ἄλλην εὑρεῖν ἢ τὸ μὴ ἀκριβῶς ἡμῶν «γεγυμνάσθαι τὰ αἰσθητήρια πρὸς τὴν τοῦ καλοῦ καὶ μὴ τοιούτου διάκρισιν». Διὰ τοῦτο ἀποστάντες οἱ ἄνθρωποι τῆς περὶ τὸ ὄντως ἀγαθὸν σπουδῆς, οἱ μὲν εἰς ἔρωτα σαρκῶν κατωλίσθησαν, οἱ δὲ ἐπὶ τὴν ἄψυχον τῶν χρημάτων ὕλην ταῖς ἐπιθυμίαις ἔρρεψαν· ἄλλοι ἐν τιμαῖς καὶ δόξαις καὶ δυναστείαις τὸ καλὸν ὡρίσαντο· εἰσὶ δέ τινες οἳ περὶ τέχνας καὶ ἐπιστήμας τινὰς ἐπτοήθησαν· οἱ δὲ ἀνδραποδωδέστεροι τούτων λαιμὸν καὶ γαστέρα τοῦ ἀγαθοῦ ποιοῦνται κριτήρια. Εἰ δὲ ἀποστάντες τῶν ὑλικῶν νοημάτων καὶ τῶν περὶ τὰ φαινόμενα προσπαθειῶν ἀνεζήτουν τὴν ἁπλῆν τε καὶ ἄϋλον καὶ ἀσχημάτιστον τοῦ καλοῦ φύσιν, οὐκ ἂν περὶ τὴν αἵρεσιν τῶν ἐπιθυμιῶν ἐπλανήθησαν οὐδ᾽ ἂν τοσοῦτον ὑπὸ ταῖς τοιαύταις ἀπάταις παρελογίσθησαν, ὡς μηδὲ τὸ πρόσκαιρον τῆς ἐν τούτοις ἡδονῆς βλέποντας πρὸς τὴν ὑπεροψίαν τούτων ὁδηγηθῆναι.
Οὐκοῦν αὕτη ἂν γένοιτο ἡμῖν ὁδὸς εἰς τὴν τοῦ καλοῦ εὕρεσιν ἄγουσα· τὸ πάντα τὰ ἄλλα, ὅσα τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐφέλκεται, καλὰ εἶναι νομιζόμενα καὶ διὰ τοῦτο σπουδῆς τινος καὶ ἀποδοχῆς ἀξιούμενα, ταῦτα ὑπερβαίνοντας ὡς ταπεινά τε καὶ πρόσκαιρα, μηδενὶ τούτων προσαναλίσκειν τὴν ἐπιθυμητικὴν ἡμῶν δύναμιν, μήτε μὴν ἀργὴν καὶ ἀκίνητον ἐν ἑαυτοῖς κατακλείσαντας ἔχειν, ἀλλ᾽ ἐκκαθάραντας αὐτὴν ἀπὸ τῆς τῶν ταπεινῶν προσπαθείας ἐκεῖ ἀνάγειν, ὅπου οὐκ ἐφικνεῖται ἡ αἴσθησις, ὡς μήτε οὐρανοῦ κάλλος θαυμάσαι μήτε φωστήρων αὐγὰς μήτε ἄλλο τι τῶν φαινομένων καλῶν, ἀλλὰ διὰ τοῦ πᾶσι τούτοις ἐπιθεωρουμένου κάλλους χειραγωγεῖσθαι πρὸς τὴν ἐκείνου τοῦ κάλλους ἐπιθυμίαν, οὗ καὶ «οὐρανοὶ διηγοῦνται δόξαν καὶ στερέωμα καὶ πᾶσα ἡ κτίσις ἀναγγέλλει τὴν γνῶσιν».
Οὕτω γὰρ ἀνιοῦσα ἡ ψυχὴ καὶ πᾶν τὸ καταλαμβανόμενον ὡς μικρότερον τοῦ ζητουμένου καταλιμπάνουσα γένοιτο ἂν ἐν περινοίᾳ «τῆς μεγαλοπρεπείας ἐκείνης τῆς ὑπεράνω τῶν οὐρανῶν ἐπηρμένης». Ἀλλὰ πῶς ἄν τις τῶν ὑψηλῶν ἐφίκοιτο περὶ τὰ ταπεινὰ τὴν σπουδὴν ἔχων; Πῶς δ᾽ ἄν τις πρὸς τὸν οὐρανὸν ἀναπταίη μὴ πτερωθεὶς τῷ οὐρανίῳ πτερῷ καὶ ἀνωφερὴς καὶ μετέωρος διὰ τῆς ὑψηλῆς πολιτείας γενόμενος; Τίς οὕτως ἔξω τῶν εὐαγγελικῶν μυστηρίων ἐστίν, ὡς ἀγνοεῖν ὅτι ἓν ὄχημα τῇ ἀνθρωπίνῃ ψυχῇ τῆς ἐπὶ τοὺς οὐρανοὺς πορείας ἐστί, τὸ τῷ εἴδει τῆς καταπτάσης περιστερᾶς ἑαυτὸν ὁμοιῶσαι, ἧς τὰς πτέρυγας γενέσθαι αὐτῷ καὶ Δαβὶδ ὁ προφήτης ἐπόθησεν; Οὕτω γὰρ ἐν αἰνίγματι τὴν τοῦ πνεύματος δύναμιν τῇ γραφῇ σύνηθες ὀνομάζειν, εἴτε διότι χολῆς ἐστιν ἄμοιρον τοῦτο τὸ ὄρνεον, ἢ καὶ ὅτι δυσωδίας ἐχθρόν, καθώς φασιν οἱ ταῦτα παρατηρήσαντες.
Οὐκοῦν ὁ πάσης πικρίας καὶ σαρκικῆς δυσωδίας ἑαυτὸν ἀποστήσας καὶ πάντων τῶν ταπεινῶν τε καὶ χαμαιζήλων ὑπεραρθείς, μᾶλλον δὲ παντὸς τοῦ κόσμου γεγονὼς ὑψηλότερος ἐν τῷ προειρημένῳ πτερῷ, ἐκεῖνος εὑρήσει τὸ μόνον ἐπιθυμίας ἄξιον καὶ γενήσεται καὶ αὐτὸς καλὸς τῷ καλῷ προσπελάσας· καὶ ἐν αὐτῷ γεγονὼς λαμπρός τε καὶ φωτοειδὴς ἐν τῇ μετουσίᾳ τοῦ ἀληθινοῦ φωτὸς καταστήσεται.
Ὥσπερ γὰρ ἐν νυκτὶ τὰς ἀθρόας τοῦ ἀέρος ἐκλάμψεις, ἅς τινες διᾴττοντας καλοῦσιν ἀστέρας, οὐδὲν ἄλλο φασὶν οἱ ταῦτα φιλοσοφήσαντες ἢ ἀέρα εἶναι ὑπὸ βίας πνευμάτων τινῶν εἰς τὸν αἰθέριον τόπον ὑπερχεόμενον— λέγουσι γὰρ τὸν πυροειδῆ τοῦτον ὁλκὸν ἐκφλογωθέντος ἐν τῷ αἰθέρι τοῦ πνεύματος ἐν τῷ οὐρανῷ ἐγχαράσσεσθαι— ὥσπερ οὖν ὁ περίγειος οὗτος ἀὴρ ἀνωσθεὶς ὑπὸ τῆς βίας τοῦ πνεύματος φωτοειδὴς γίνεται τῷ καθαρῷ τοῦ αἰθέρος ἐναλλοιούμενος, οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος καταλιπὼν τὸν θολερὸν τοῦτον καὶ αὐχμώδη βίον, ἐπειδὰν καθαρὸς γενόμενος ἐν τῇ δυνάμει τοῦ πνεύματος φωτοειδὴς γένηται καὶ ἐμμιχθῇ τῇ ἀληθινῇ καὶ ὑψηλῇ καθαρότητι, διαφαίνεται καὶ αὐτὸς ἐν ἐκείνῃ καὶ ἀκτίνων ἐμπίμπλαται καὶ φῶς γίνεται κατὰ τὴν τοῦ κυρίου ὑπόσχεσιν, ὃς «τοὺς δικαίους λάμψειν καθ᾽ ὁμοιότητα τοῦ ἡλίου» κατεπηγγείλατο.
Τοῦτο καὶ ἐπὶ τῆς γῆς ὁρῶμεν γινόμενον ἐπὶ κατόπτρου ἢ ὕδατος ἢ ἄλλου τινὸς τῶν ἀποστίλβειν διὰ λειότητα δυναμένων· ὅταν γάρ τι τούτων δέξηται τὴν τοῦ ἡλίου ἀκτῖνα, καὶ ἄλλην ἐφ᾽ ἑαυτοῦ ἀκτῖνα ποιεῖ, οὐκ ἂν τοῦτο ποιῆσαν εἰ ῥύπῳ τινὶ τὸ καθαρόν τε καὶ στίλβον τῆς ἐπιφανείας ἀχρειωθείη. Εἴτε οὖν ἡμεῖς ἄνω γενοίμεθα καταλιπόντες τὸ περίγειον σκότος, ἐκεῖ φωτοειδεῖς γενησόμεθα τῷ ἀληθινῷ φωτὶ τοῦ Χριστοῦ ἐμπελάσαντες, εἴτε «τὸ φῶς τὸ ἀληθινόν», «τὸ καὶ ἐν τῇ σκοτίᾳ» λάμπον, καὶ μέχρις ἡμῶν καταβαίη καὶ ἡμεῖς φῶς ἐσόμεθα, καθώς φησι τοῖς μαθηταῖς που ὁ κύριος, εἰ μή τις ἀπὸ κακίας ῥύπος τῇ καρδίᾳ προσπεπλασμένος τὴν χάριν τοῦ ἡμετέρου φωτὸς ἀμαυρώσειε.
Τάχα τοίνυν ἡμᾶς ἠρέμα διὰ τῶν ὑποδειγμάτων ὁ λόγος προσήγαγε τῇ ἐπινοίᾳ τῆς πρὸς τὸ κρεῖττον ἡμῶν ἀλλοιώσεως, καὶ ἐδείχθη μὴ δυνατὸν ἑτέρως εἶναι συναφθῆναι τὴν ψυχὴν τῷ ἀφθάρτῳ θεῷ, μὴ καὶ αὐτὴν ὡς οἷόν τε καθαρὰν γενομένην διὰ τῆς ἀφθαρσίας, ὡς ἂν διὰ τοῦ ὁμοίου καταλάβοι τὸ ὅμοιον, οἱονεὶ κάτοπτρον τῇ καθαρότητι τοῦ θεοῦ ἑαυτὴν ὑποθεῖσα, ὥστε κατὰ μετοχὴν καὶ ἐμφάνειαν τοῦ πρωτοτύπου κάλλους καὶ τὸ ἐν αὐτῇ μορφωθῆναι.
Εἰ δή τις τοιοῦτός ἐστιν, οἷος ἤδη πάντα καταλιπεῖν τὰ ἀνθρώπινα, εἴτε σώματα εἴτε χρήματα εἴτε τὰ ἐν ἐπιστήμαις ἢ τέχναις ἐπιτηδεύματα ἢ καὶ ὅσα ἐν ἔθεσι καὶ νόμοις δεξιὰ θεωρεῖται—περὶ τὰ τοιαῦτα γὰρ ἡ πλάνη τῆς τοῦ καλοῦ κατανοήσεως, ἐν οἷς ἡ αἴσθησις κριτήριον γίνεται—, ὁ τοιοῦτος πρὸς ἐκεῖνο μόνον ἐρωτικῶς τε καὶ ἐπιθυμητικῶς ἕξει, ὃ οὐχ ἑτέρωθεν ἔχει τὸ καλὸν εἶναι οὐδὲ ποτὲ ἢ πρός τι τοιοῦτόν ἐστιν, ἀλλ᾽ ἐξ ἑαυτοῦ καὶ δι᾽ ἑαυτοῦ καλὸν καὶ ἐν ἑαυτῷ τοιοῦτον, ἀεὶ καλὸν ὂν καὶ οὐδέποτε καλὸν γενόμενον ἢ ποτὲ οὐκ ἐσόμενον, ἀλλὰ πάντοτε ὡσαύτως ἔχον προσθήκης τε καὶ αὐξήσεως ὑπεράνω καὶ ἀνεπίδεκτον πάσης τροπῆς τε καὶ ἀλλοιώσεως.
Τῷ τοίνυν πάσας ἑαυτοῦ τὰς τῆς ψυχῆς δυνάμεις ἐκ «παντὸς εἴδους κακίας» ἀποκαθάραντι τολμῶ καὶ λέγω ὅτι ἐμφανὲς γίνεται τὸ μόνον τῇ φύσει καλόν. Καθάπερ γὰρ ὀφθαλμῷ τὴν λήμην ἀπορρυψαμένῳ τὰ ἐν τῷ ἀέρι τηλαυγῶς καθορᾶται, οὕτω καὶ τῇ ψυχῇ διὰ τῆς ἀφθαρσίας παραγίνεται ἡ δύναμις τῆς τοῦ φωτὸς ἐκείνου κατανοήσεως, καὶ ἡ ἀληθινὴ παρθενία καὶ ἡ περὶ τὴν ἀφθαρσίαν σπουδὴ εἰς τοῦτον τὸν σκοπὸν καταλήγει, τὸ δι᾽ αὐτῆς δυνηθῆναι τὸν θεὸν ἰδεῖν· ὅτι γὰρ τὸ κυρίως καὶ πρώτως καὶ μόνως καλὸν καὶ ἀγαθὸν καὶ καθαρὸν ὁ τῶν ὅλων ἐστὶ θεός, οὐδεὶς οὕτω τυφλὸς τὴν διάνοιαν, ὡς μὴ καὶ ἀφ᾽ ἑαυτοῦ συνιδεῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.