Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ ψυχῆς καὶ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Η ανάσταση ως αποκατάσταση της φύσης στην αρχέγονη κατάσταση

Η τελική ερμηνεία της αναστάσεως ως επιστροφής του ανθρώπου στην προπτωτική μακαριότητα. Επεξηγείται η κάθαρση από τη φθορά και η επαναφορά του αρχέγονου κάλλους της θείας εικόνας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 9 από 9

Ἔχει δὲ οὐχ οὕτω, φησὶν, ἡ ἀλήθεια, κἂν ἀδυνάτως ἔχωμεν ἐκ τῶν ὁμοίων ἀντιρητορεύειν τῷ λόγῳ, ἀλλ᾽ ὁ μὲν ἀληθὴς περὶ τούτων λόγος ἐν τοῖς ἀποκρύφοις σοφίας θησαυροῖς τεταμίευται, τότε εἰς τὸ ἐμφανὲς ἥξων, ὅταν ἔργῳ τὸ τῆς ἀναστάσεως διδαχθῶμεν μυστήριον, ὅτε οὐκέτι δεήσει ῥημάτων ἡμῖν πρὸς τὴν ἐλπιζομένων φανέρωσιν. Ἀλλ᾽ ὥσπερ ἐν νυκτὶ πολλῶν κινουμένων τοῖς διαγρυπνοῦσι λόγοις περὶ τῆς τοῦ ἡλίου λαμπηδόνος, οἵα ἐστὶν, ἀργὴν ποιεῖ τὴν τοῦ λόγου ὑπογραφὴν προφανεῖσα μόνον τῆς ἀκτῖνος ἡ χάρις, οὕτω πάντα λογισμὸν στοχαστικῶς τῆς μελλούσης καταστάσεως ἐφαπτόμενον, ἀντ᾽ οὐδενὸς ὑποδείκνυσιν, ὅτε γένηται ἡμῖν ἐν τῇ πείρᾳ τὸ προσδοκώμενον. Ἐπειδὴ δὲ χρὴ μὴ παντάπασιν ἀνεξετάστους ἐαθῆναι τὰς ἀντυπενεχθείσας ἡμῖν ἐνστάσεις, οὑτωσὶ τὸν περὶ τούτων λόγον διαληψόμεθα. Νοῆσαι χρὴ πρῶτον τίς ὁ σκοπὸς τοῦ κατὰ τὴν ἀνάστασιν δόγματος, καὶ ὅτου χάριν καὶ εἴρηται τοῦτο παρὰ τῆς ἁγίας φωνῆς καὶ πεπίστευται. Οὐκοῦν, ὡς ἄν τις ὅρῳ τινὶ τὸ τοιοῦτον περιλαβὼν ὑπογράψειεν, οὕτως ἐροῦμεν· ὅτι ἀνάστασίς ἐστιν ἡ εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἡμῶν ἀποκατάστασις.

Ἀλλ᾽ ἐν τῇ πρώτῃ ζωῇ, ἧς αὐτὸς γέγονε δημιουργὸς ὁ Θεὸς, οὔτε γῆρας ἦν, ὡς εἰκὸς, οὔτε νηπιότης, οὔτε κατὰ τὰς πολυτρόπους ἀῤῥωστίας πάθη, οὔτε ἄλλο τῆς σωματικῆς ταλαιπωρίας οὐδὲν (οὔτε γὰρ εἰκὸς ἦν τὰ τοιαῦτα δημιουργεῖν τὸν Θεὸν), ἀλλὰ θεῖόν τι χρῆμα ἦν ἡ ἀνθρωπίνη φύσις πρὶν ἐν ὁρμῇ γίνεσθαι τοῦ κακοῦ τὸ ἀνθρώπινον. Ταῦτα δὲ πάντα τῇ εἰσόδῳ τῆς κακίας ἡμῖν συνεισέβαλεν. Οὐκοῦν οὐδεμίαν ἀνάγκην ἕξει ὁ ἄνευ κακίας βίος ἐν τοῖς διὰ ταῦτα συμβεβηκόσιν εἶναι.

Ὥσπερ γὰρ ἐπακολουθεῖ τῷ διὰ κρυμῶν ὁδοιποροῦντι τὸ ψύχεσθαι τὸ σῶμα, ἢ τῷ διὰ θερμῶν ἀκτίνων πορευομένῳ τὸ μελαίνεσθαι τὴν ἐπιφάνειαν εἰ δὲ ἐκτὸς ἑκατέρου γένοιτο τούτων συναπαλλαγήσεται πάντως καὶ τοῦ μελασμοῦ καὶ τῆς ψύξεως, καὶ οὐκ ἄν τις εὐλόγως ἐπιζητοίη τὸ ἔκ τινος αἰτίας συμβαῖνον, τῆς αἰτίας οὐκ οὔσης· οὕτως ἡ φύσις ἡμῶν ἐμπαθὴς γενομένη, τοῖς ἀναγκαίως ἐπακολουθοῦσι τῇ παθητικῇ ζωῇ συνηνέχθη.

Πρὸς δὲ τὴν ἀπαθῆ μακαριότητα πάλιν ἀναδραμοῦσα, οὐκέτι τοῖς ἐπακολουθοῦσι τῆς κακίας συνενεχθήσεται. Ἐπεὶ οὖν ὅσα ἐκ τῆς ἀλόγου ζωῆς τῇ ἀνθρωπίνῃ κατεμίχθη φύσει, οὐ πρότερον ἦν ἐν ἡμῖν πρὶν εἰς πάθος διὰ κακίας πεσεῖν τὸ ἀνθρώπινον, ἀναγκαίως καταλιπόντες τὸ πάθος, καὶ πάντα ὅσα μετ᾽ αὐτοῦ καθορᾶται συγκαταλείψομεν.

Ὥστε οὐκ ἄν τις εὐλόγως ἐν τῷ βίῳ ἐκείνῳ τὰ ἐκ τοῦ πάθους ἡμῖν συμβεβηκότα ζητήσειεν. Ὥσπερ γὰρ εἴ τις ῥωγαλέον περὶ αὐτὸν ἔχων χιτῶνα, γυμνωθείη τοῦ περιβλήματος, οὐκέτι ἂν τὴν τοῦ ἀποῤῥιφέντος ἀσχημοσύνην ἐφ᾽ ἑαυτοῦ βλέποι, οὕτω καὶ ἡμῶν ἀποδυσαμένων τὸν νεκρὸν ἐκεῖνον καὶ εἰδεχθῆ χιτῶνα, τὸν ἐκ τῶν ἀλόγων δερμάτων ἡμῖν ἐπιβληθέντα (δέρμα δὲ ἀκούων τὸ σχῆμα τῆς ἀλόγου φύσεως νοεῖν μοι δοκῶ, ᾧ πρὸς τὸ πάθος οἰκειωθέντες περιεβλήθημεν), πάντα ὅσα τοῦ ἀλόγου δέρματος περὶ ἡμᾶς ἦν ἐν τῇ ἀπεκδύσει τοῦ χιτῶνος συναποβαλλόμεθα. Ἔστι δὲ ἃ προσέλαβεν ἀπὸ τοῦ ἀλόγου δέρματος, ἡ μίξις, ἡ σύλληψις, ὁ τόκος, ὁ ῥύπος, ἡ θηλὴ, ἡ τροφὴ, ἡ ἐκποίησις, ἡ κατ᾽ ὀλίγον ἐπὶ τὸ τέλειον αὔξησις, ἡ ἀκμὴ, τὸ γῆρας, ἡ νόσος, ὁ θάνατος. Εἰ οὖν ἐκεῖνο περὶ ἡμᾶς οὐκ ἔσται, πῶς ἡμῖν τὰ ἐξ ἐκείνου ὑπολειφθήσεται; Ὥστε μάταιον ἄλλης τινὸς καταστάσεως κατὰ τὴν μέλλουσαν ζωὴν ἐλπιζομένης, διὰ τῶν μηδὲν αὐτῇ κοινωνούντων ἐνίστασθαι πρὸς τὸ δόγμα τῆς ἀναστάσεως.

Τί γὰρ κοινὸν ἔχει ἡ ῥικνότης καὶ πολυσαρκία καὶ τηκεδὼν, καὶ πληθώρα, καὶ εἴ τι ἄλλο τῇ ῥευστῇ φύσει τῶν σωμάτων ἐπισυμβαίνει πρὸς τὴν ζωὴν ἐκείνην, ἣ τῆς ῥοώδους τε καὶ παροδικῆς τοῦ βίου διαγωγῆς ἠλλοτρίωται; Ἓν ζητεῖ μόνον ὁ τῆς ἀναστάσεως λόγος, τὸ φυῆναι διὰ γενέσεως ἄνθρωπον· μᾶλλον δὲ, καὶ καθώς φησι τὸ Εὐαγγέλιον, εἰ ἐγενήθη ἄνθρωπος εἰς τὸν κόσμον, τὸ δὲ μακρόβιον ἢ ὠκύμορον, ἢ τὸν τοῦ θανάτου τρόπον τοιῶσδε ἢ ἑτέρως συμβεβηκέναι, μάταιον τῷ τῆς ἀναστάσεως λόγῳ συνεξετάζειν. Ὅπως γὰρ ἂν τοῦτο δῶμεν καθ᾽ ὑπόθεσιν ἔχειν, ἐν τῷ ὁμοίῳ πάντως ἐστὶν, οὔτε δυσκολίας, οὔτε ῥᾳστώνης ἐκ τῆς τοιαύτης διαφορᾶς περὶ τὴν ἀνάστασιν οὔσης. Τὸν γὰρ τοῦ ζῇν ἀρξάμενον, ζῆσαι χρὴ πάντως, τῆς ἐν τῷ μέσῳ διὰ τοῦ θανάτου συμβάσης αὐτῷ διαλύσεως ἐν τῇ ἀναστάσει διορθωθείσης. Τὸ δὲ πῶς ἢ πότε ἡ διάλυσις γίνεται, τί τοῦτο πρὸς τὴν ἀνάστασιν; Πρὸς ἕτερον γὰρ σκοπὸν βλέπει ἡ περὶ τούτου σκέψις, οἷον καθ᾽ ἡδονήν τις ἐβίω, ἢ ἀνιώμενος, κατ᾽ ἀρετὴν ἢ κακίαν, ἐπαινετὸς ἢ ὑπαίτιος, ἐλεεινῶς ἢ μακαρίως παρῆλθε τὸν χρόνον.

Ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα ἐκ τοῦ μέτρου τῆς ζωῆς καὶ ἐκ τοῦ εἴδους κατὰ τὸν βίον εὑρίσκεται, καὶ οὕτω πρὸς τὴν κρίσιν τῶν βεβιωμένων, ἀναγκαῖον ἂν εἴη τῷ κριτῇ πάθος καὶ λώβην, καὶ νόσον, καὶ γῆρας, καὶ ἀκμὴν, καὶ νεότητα, καὶ πλοῦτον, καὶ πενίαν διερευνᾶσθαι· ὅπως τις δι᾽ ἑκάστου τούτων γενόμενος, ἢ εὖ ἢ κακῶς τὸν συγκληρωθέντα βίον παρέδραμε, καὶ ἢ πολλῶν ἐγένετο δεκτικὸς ἀγαθῶν, ἢ κακῶν, ἐν μακρῷ τῷ χρόνῳ, ἢ οὐδὲ τὴν ἀρχὴν ὅλως ἑκατέρου τούτων ἐφήψατο, ἐν ἀτελεῖ τῇ διανοίᾳ τοῦ ζῇν παυσάμενος;

Ὅταν δὲ πρὸς τὴν πρώτην τοῦ ἀνθρώπου κατασκευὴν δι᾽ ἀναστάσεως ὁ Θεὸς ἐπανάγῃ τὴν φύσιν, ἀργὸν ἂν εἴη τὰ τοιαῦτα λέγειν, καὶ τὸ διὰ τῶν τοιούτων ἐνστάσεων οἴεσθαι τὴν τοῦ Θεοῦ δύναμιν πρὸς τὸν σκοπὸν ἐμποδίζεσθαι.

Σκοπὸς δὲ αὐτῷ εἷς, τὸ τελειωθέντος ἢ διὰ τῶν καθ᾽ ἕκαστον ἀνθρώπων, παντὸς τοῦ τῆς φύσεως ἡμῶν πληρώματος, τῶν μὲν εὐθὺς ἤδη κατὰ τὸν βίον τοῦτον ἀπὸ κακίας κεκαθαρμένων, τῶν δὲ μετὰ ταῦτα διὰ τοῦ πυρὸς τοῖς καθήκουσι χρόνοις ἰατρευθέντων, τῶν δὲ ἐπίσης καὶ τοῦ καλοῦ καὶ τοῦ κακοῦ τὴν πεῖραν παρὰ τὸν τῇδε βίον ἀγνοησάντων, πᾶσι προθεῖναι τὴν μετουσίαν τῶν ἐν αὐτῷ καλῶν, ἅπερ φησὶν ἡ Γραφὴ, μήτε ὀφθαλμὸν ἰδεῖν, μήτε ἀκοὴν δέξασθαι, μήτε λογισμοῖς ἐφικτὸν γενέσθαι.

Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶ, κατά γε τὸν ἐμὸν λόγον, ἢ τὸ ἐν αὐτῷ τῷ Θεῷ γενέσθαι· τὸ γὰρ ἀγαθὸν τὸ ὑπὲρ ἀκοὴν καὶ ὀφθαλμὸν καὶ καρδίαν, αὐτὸ ἂν εἴη τὸ τοῦ παντὸς ὑπερκείμενον. Ἡ δὲ τοῦ κατ᾽ ἀρετὴν ἢ κακίαν βίου διαφορὰ ἐν τῷ μετὰ ταῦτα κατὰ τοῦτο δειχθήσεται μάλιστα, ἐν τῷ θᾶττον ἢ σχολαιότερον μετασχεῖν τῆς ἐλπιζομένης μακαριότητος.

Τῷ γὰρ μέτρῳ τῆς ἐγγενομένης ἑκάστῳ κακίας ἀναλογήσεται πάντως καὶ ἡ τῆς ἰατρείας παράτασις. Ἰατρεία δὲ ἂν εἴη ψυχῆς τὸ τῆς κακίας καθάρσιον· τοῦτο δὲ ἄνευ ἀλγεινῆς διαθέσεως κατορθωθῆναι οὐχ οἷόν τε, καθὼς ἐν τοῖς προλαβοῦσιν ἐξήτασται. Μᾶλλον δὲ ἄν τις ἐπιγνοίη τῶν ἐνστάσεων τὸ περιττὸν καὶ ἀνοίκειον, εἰς τὸ βάθος τῆς ἀποστολικῆς διακύψας σοφίας. Τοῖς γὰρ Κορινθίοις τὸ περὶ τούτων σαφηνίζων μυστήριον, τάχα ταῦτα προτεινόντων αὐτῷ κἀκείνων, ἃ παρὰ τῶν νῦν κατεπιχειρούντων τοῦ δόγματος ἐπὶ ἀνατροπῇ τῶν πεπιστευμένων προφέρεται, τῷ ἰδίῳ ἀξιώματι τὸ τῆς ἀμαθίας αὐτῶν ἐπικόπτων θράσος, οὑτωσὶ λέγει. «Ἐρεῖς οὖν μοι· Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρων,» φησὶ, «σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἢ ἄλλου τινὸς τῶν σπερμάτων· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν.» Ἐνταῦθα γὰρ ἐπιστομίζειν μοι δοκεῖ τοὺς ἀγνοοῦντας τὰ οἰκεῖα μέτρα τῆς φύσεως, καὶ πρὸς τὴν ἑαυτῶν ἰσχὺν τὴν θείαν ἀντεξετάζοντας δύναμιν, καὶ οἰομένους τοσοῦτον εἶναι τῷ Θεῷ δυνατὸν, ὅσον χωρεῖ καὶ ἡ ἀνθρωπίνη κατάληψις· τὸ δὲ ὑπὲρ ἡμᾶς ὂν, καὶ τοῦ Θεοῦ παριέναι τὴν δύναμιν.

Ὁ γὰρ ἐρωτήσας τὸν Ἀπόστολον τὸ πῶς ἐγείρονται οἱ νεκροὶ, ὡς ἀμήχανον ὂν τὸ ἐσκεδασμένων τῶν τοῦ σώματος στοιχείων εἰς συνδρομὴν πάλιν ἐλθεῖν ἀποφαίνεται· καὶ ὡς τούτου μὴ δυναμένου, ἄλλου δὲ σώματος παρὰ τὴν συνδρομὴν τῶν στοιχείων οὐχ ὑπολειπομένου, τοῦτόν φησι κατὰ τοὺς δεινοὺς τῶν διαλεγομένων συμπεράνας διά τινος ἀκολουθίας ἅπερ ὑπέθετο· Εἰ σῶμά ἐστι συνδρομὴ στοιχείων, τούτων δὲ ἀμήχανος ἐκ δευτέρου ἡ σύνοδος, ποίῳ χρήσονται σώματι οἱ ἀνιστάμενοι; Τοῦτο τοίνυν τὸ δοκοῦν διά τινος τεχνικῆς σοφίας αὐτοῖς συμπεπλέχθαι, ἀφροσύνην ὠνόμασε, τῶν μὴ κατιδόντων ἐν τῇ λοιπῇ κτίσει τὸ ὑπερέχον τῆς θείας δυνάμεως. Καταλιπὼν γὰρ τὰ ὑψηλότερα τοῦ Θεοῦ θαύματα, δι᾽ ὧν ἦν εἰς ἀπορίαν ἀγαγεῖν τὸν ἀκούοντα, οἷον, τί τὸ οὐράνιον σῶμα, καὶ πόθεν, τί δὲ τὸ ἡλιακὸν, ἢ τὸ σεληναῖον, ἢ τὸ ἐν τοῖς ἄστροις φαινόμενον, ὁ αἰθὴρ, ὁ ἀὴρ, τὸ ὕδωρ, ἡ γῆ; ἀλλ᾽ ἐκ τῶν συντρόφων ἡμῖν καὶ κοινοτέρων ἐλέγχει τῶν ἐνισταμένων τὸ ἀνεπίσκεπτον.

Οὐδὲ ἡ γεωργία σε διδάσκει, φησὶν, ὅτι μάταιός ἐστιν ὁ πρὸς τὸ ἑαυτοῦ μέτρον τῆς θείας δυνάμεως τὸ ὑπερέχον στοχαζόμενος; πόθεν τοῖς σπέρμασι τὰ περιφυόμενα σώματα; τί δὲ καθηγεῖται τῆς βλάστης αὐτῶν; οὐχὶ θάνατος, εἴπερ θάνατός ἐστιν ἡ τοῦ συνεστηκότος διάλυσις; Τὸ γὰρ σπέρμα μὴ ἀνέλθοι εἰς ἔκφυσιν μὴ διαλυθὲν ἐν τῇ βώλῳ, καὶ γενόμενον ἀραιὸν καὶ πολύπορον, ὥστε καταμιχθῆναι πρὸς τὴν παρακειμένην ἰκμάδα τῇ οἰκείᾳ ποιότητι, καὶ οὕτως εἰς ῥίζαν καὶ βλάστην μεταποιηθῆναι, καὶ μηδὲ ἐν τούτῳ μεῖναι, ἀλλὰ μεταβαλεῖν εἰς καλάμην, τοῖς διὰ μέσου γόνασιν, οἷόν τισι συνδέσμοις ὑπεζωσμένην, πρὸς τὸ δύνασθαι φέρειν ἐν ὀρθίῳ τῷ σχήματι τὸν στάχυν τῷ καρπῷ βαρυνόμενον. Ποῦ τοίνυν ταῦτα περὶ τὸν σῖτον ἦν πρὸ τῆς ἐν τῇ βώλῳ αὐτοῦ διαλύσεως; Ἀλλὰ μὴν ἐκεῖθεν τοῦτό ἐστιν. Εἰ γὰρ μὴ ἐκεῖνο πρότερον ἦν, οὐδ᾽ ἂν ὁ στάχυς ἐγένετο.

Ὥσπερ τοίνυν τὸ κατὰ τὸν στάχυν σῶμα ἐκ τοῦ σπέρματος φαίνεται, τῆς θείας δυνάμεως ἐξ αὐτοῦ ἐκείνου τοῦτο φιλοτεχνούσης, καὶ οὔτε δι᾽ ὅλου ταὐτόν ἐστι τῷ σπέρματι, οὔτε παντάπασιν ἕτερον· οὕτω, φησὶ, καὶ τὸ μυστήριον τῆς ἀναστάσεως ἤδη σοι διὰ τῶν ἐν τοῖς σπέρμασι θαυματοποιουμένων προερμηνεύεται, ὡς τῆς θείας δυνάμεως ἐν τῷ περιόντι τῆς ἐξουσίας, οὐ μόνον ἐκεῖνο τὸ διαλυθέν σοι πάλιν ἀποδιδούσης, ἀλλὰ μεγάλα τε καὶ καλὰ προστιθείσης, δι᾽ ὧν σοι πρὸς τὸ μεγαλοπρεπέστερον ἡ φύσις κατασκευάζεται. «Σπείρεται,» φησὶν, «ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν.»

Ὡς γὰρ καταλιπὼν μετὰ τὸ διαλυθῆναι ἐν τῇ βώλῳ σῖτος τὴν ἐν τῷ ποσῷ βραχύτητα, καὶ τὴν ἐν τῷ ποιῷ σχήματος αὐτοῦ ἰδιότητα, ἑαυτὸν οὐκ ἀφῆκεν, ἀλλ᾽ ἐν αὐτῷ μένων στάχυς γίνεται, πάμπολλα διαφέρων αὐτὸς ἑαυτοῦ, μεγέθει, καὶ κάλλει, καὶ ποικιλίᾳ, καὶ σχήματι· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις ἐναφεῖσα τῷ θανάτῳ πάντα τὰ περὶ αὐτὴν ἰδιώματα, ὅσα διὰ τῆς ἐμπαθοῦς διαθέσεως ἐπεκτήσατο, τὴν ἀτιμίαν λέγω, τὴν φθορὰν, τὴν ἀσθένειαν, τὴν κατὰ τῆς ἡλικίας διαφορὰν, ἑαυτὴν οὐκ ἀφίησιν, ἀλλ᾽ ὥσπερ εἰς στάχυν τινὰ πρὸς τὴν ἀφθαρσίαν μεθίσταται, καὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν δύναμιν, καὶ τὴν ἐν παντὶ τελειότητα, καὶ τὸ μηκέτι τὴν ζωὴν αὐτῆς οἰκονομεῖσθαι τοῖς φυσικοῖς ἰδιώμασιν, ἀλλ᾽ εἰς πνευματικήν τινα καὶ ἀπαθῆ μεταβῆναι κατάστασιν. Αὕτη γάρ ἐστιν ἡ τοῦ ψυχικοῦ σώματος ἰδιότης, ἀεὶ διά τινος ῥοῆς καὶ κινήσεως ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἀλλοιοῦσθαι, καὶ μεταβάλλειν εἰς ἕτερον. Ἃ γὰρ οὖν οὐκ ἐπ᾽ ἀνθρώποις μόνον ὁρῶμεν, ἀλλὰ καὶ ἐν φυτοῖς καὶ ἐν βοσκήμασι, τούτων οὐδὲν ἐν τῷ τῷδε βίῳ ὑπολειφθήσεται.

Δοκεῖ δέ μοι καὶ διὰ πάντων συναγορεύειν ὁ ἀποστολικὸς λόγος τῇ καθ᾽ ἡμᾶς ὑπολήψει τῆς ἀναστάσεως, καὶ τοῦτο δεικνύειν ὅπερ ὁ ἡμέτερος ὁρισμὸς περιέχει λέγων, Μηδὲν ἕτερον εἶναι ἀνάστασιν, ἢ τὴν εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἡμῶν ἀποκατάστασιν.

Ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ κοσμογονίᾳ τοῦτο παρὰ τῆς Γραφῆς μεμαθήκαμεν, ὅτι πρῶτον ἐβλάστησεν ἡ γῆ βοτάνην χόρτου, καθὼς ὁ λόγος φησὶν, εἶτα ἐκ τῆς βλάστης σπέρμα ἐγένετο, οὗπερ ἐπὶ τὴν γῆν καταῤῥυέντος, τὸ αὐτὸ πάλιν εἶδος τοῦ ἐξ ἀρχῆς φυέντος ἀνέδραμε· φησὶ δὲ τοῦτο ὁ θεῖος Ἀπόστολος καὶ ἐπὶ τῆς ἀναστάσεως γίνεσθαι. Οὐ μόνον δὲ τοῦτο παρ᾽ αὐτοῦ διδασκόμεθα, τὸ πρὸς τὸ μεγαλοπρεπέστατον μεθίστασθαι τὸ ἀνθρώπινον, ἀλλ᾽ ὅτι τὸ ἐλπιζόμενον οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅπερ ἐν πρώτοις ἦν. Ἐπειδὴ γὰρ τὸ κατ᾽ ἀρχὰς οὐχ ὡς στάχυς ἀπὸ τοῦ σπέρματος, ἀλλ᾽ ἐκεῖθεν τὸ σπέρμα· μετὰ ταῦτα δὲ οὗτος τῷ σπέρματι περιφύεται, ἡ τοῦ ὑποδείγματος ἀκολουθία σαφῶς ἐπιδείκνυσι, τὸ πᾶσαν τὴν διὰ τῆς ἀναστάσεως ἀναβλαστήσουσαν ἡμῖν μακαριότητα, πρὸς τὴν ἐξ ἀρχῆς ἐπανιέναι χάριν. Στάχυς γὰρ ὄντες καταρχὰς τρόπον τινὰ καὶ ἡμεῖς, ἐπειδὴ τῷ καύσωνι τῆς κακίας κατεξηράνθημεν, ὑπολαβοῦσα ἡμᾶς ἡ γῆ διὰ τοῦ θανάτου λυθέντας, πάλιν κατὰ τὸ ἔαρ τῆς ἀναστάσεως στάχυν ἀναδείξει τὸν γυμνὸν τοῦτον κόκκον τοῦ σώματος, εὐμεγέθη τε καὶ ἀμφιλαφῆ καὶ ὄρθιον, καὶ εἰς τὸ οὐράνιον ὕψος ἀνατεινόμενον, ἀντὶ καλάμης ἢ ἀνθέρικος τῇ ἀφθαρσίᾳ καὶ τοῖς λοιποῖς τῶν θεοπρεπῶν γνωρισμάτων ὡραϊζόμενον. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν.»

Ἡ δὲ ἀφθαρσία, καὶ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ δύναμις, ἴδια τῆς θείας φύσεως εἶναι ὁμολογεῖται, ἅπερ πρότερόν τε περὶ τὸν κατ᾽ εἰκόνα γενόμενον ἦν, καὶ εἰσαῦθις ἐλπίζεται. Ὁ γὰρ πρῶτος στάχυς ὁ πρῶτος ἄνθρωπος ἦν Ἀδάμ. Ἀλλ᾽ ἐπειδὴ τῇ τῆς κακίας εἰσόδῳ εἰς πλῆθος ἡ φύσις κατεμερίσθη, καθὼς γίνεται ὁ καρπὸς ἐν τῷ στάχυϊ· οὕτως οἱ καθ᾽ ἕκαστον γυμνωθέντες τοῦ κατὰ τὸν στάχυν ἐκεῖνον εἴδους, καὶ τῇ γῇ καταμιχθέντες, πάλιν ἐν τῇ ἀναστάσει κατὰ τὸ ἀρχέγονον κάλλος ἀναφυόμεθα, ἀντὶ ἑνὸς τοῦ πρώτου στάχυος ἀνάπειροι μυριάδες τῶν ληΐων γενόμενοι· Ὁ δὲ κατ᾽ ἀρετὴν βίος ἐν τούτῳ πρὸς τὴν κακίαν τὸ διάφορον ἔχει, ὅτι οἱ μὲν ἐνταῦθα παρὰ τὸν βίον δι᾽ ἀρετῆς ἑαυτοὺς γεωργήσαντες, εὐθὺς ἐν τελείῳ τῷ στάχυϊ φαίνονται· οἷς δὲ διὰ κακίας ἐξίτηλός τε καὶ ἀνεμόφθορος ὁ κόκκος γέγονε παρὰ τὸν βίον τοῦτον ἡ ἐν τῷ ψυχικῷ σπέρματι δύναμις, καθάπερ τὰ λεγόμενα κεράσβολα οἱ τῶν τοιούτων ἐπιστήμονες λέγουσι γίνεσθαι· οὕτω καὶ οὗτοι, κἂν φύωσι διὰ τῆς ἀναστάσεως, πολλὴν ἀποτομίαν παρὰ τῷ κριτῇ ἕξουσιν, ἅτε δὴ οὐκ ἰσχύοντες ἀναδραμεῖν ἐπὶ τὸ εἶδος τοῦ στάχυος, καὶ γενέσθαι ἐκεῖνο ὅπερ ἦμεν πρὸ τῆς ἐπὶ τὴν γῆν καταπτώσεως.

Ἡ δὲ θεραπεία τοῦ ἐπιστατοῦντος τῶν γεννημάτων, ἡ τῶν ζιζανίων τε καὶ τῶν ἀκανθῶν ἐστι συλλογὴ, τῶν συναναφυέντων τῷ σπέρματι, πάσης τῆς ὑποτρεφούσης τὴν ῥίζαν δυνάμεως πρὸς τὸν νόθον μεταῤῥυείσης, δι᾽ ὧν ἄτροφόν τε καὶ ἀτελεσφόρητον τὸ γνήσιον ἔμεινε σπέρμα τῇ παρὰ φύσιν βλαστῇ συμπεπλεγμένον.

Ἐπειδὰν οὖν πᾶν ὅσον νόθον τε καὶ ἀλλότριον ἐκτιλῇ τοῦ τροφίμου, καὶ εἰς ἀφανισμὸν ἔλθῃ, τοῦ πυρὸς τὸ παρὰ φύσιν ἐκδαπανήσαντος τῷ αἰωνίῳ πυρὶ παραδοθὲν, τότε καὶ τούτοις εὐτροφήσει ἡ φύσις, καὶ εἰς καρπὸν ἁδρυνθήσεται διὰ τῆς τοιαύτης ἐπιμελείας, μακραῖς ποτε περιόδοις τὸ κοινὸν εἶδος τὸ ἐξ ἀρχῆς ἡμῖν θεόθεν ἐπιβληθὲν ἀπολαβοῦσα.

Μακάριοι δέ εἰσιν οἷς εὐθὺς τὸ τέλειον κάλλος τῶν ἀσταχύων συνανατελεῖ τοῖς φυομένοις διὰ τῆς ἀναστάσεως. Ταῦτα δέ φαμεν οὐχ ὡς σωματικῆς τινος διαφορᾶς ἐν τοῖς κατ᾽ ἀρετὴν ἢ κακίαν βεβιωκόσιν ἐν τῇ ἀναστάσει φανησομένης, ὡς τὸν μὲν ἀτελῆ κατὰ τὸ σῶμα νομίζειν, τὸν δὲ τὸ τέλειον ἔχειν οἴεσθαι· ἀλλ᾽ ὥσπερ παρὰ τὸν βίον ὁ δεσμώτης τε καὶ ἄνετος, ἔχουσι μὲν ἀμφότεροι παραπλησίως τῷ σώματι, πολλὴ δὲ μεταξὺ ἀμφοτέρων ἡ καθ᾽ ἡδονήν τε καὶ λύπην διαφορά· οὕτως οἶμαι χρῆναι τῶν ἀγαθῶν τε καὶ κακῶν ἐν τῷ μεταξὺ ταῦτα χρόνῳ λογίζεσθαι τὸ διάφορον.

Ἡ γὰρ τελείωσις τῶν ἐκ τῆς φθορᾶς ἀναφυομένων σωμάτων ἐν ἀφθαρσίᾳ τε καὶ δόξῃ, καὶ τιμῇ, καὶ δυνάμει παρὰ τοῦ Ἀποστόλου γενέσθαι λέγεται· ἡ δὲ τῶν τοιούτων ἐλάττωσις οὐ σωματικήν τινα τοῦ φυέντος διασημαίνει κολόβωσιν, ἀλλ᾽ ἑκάστου τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων στέρησίν τε καὶ ἀλλοτρίωσιν. Ἐπεὶ οὖν ἕν τι χρὴ πάντως περὶ ἡμᾶς εἶναι τῶν κατ᾽ ἀντίθεσιν νοουμένων, ἢ ἀγαθὸν, ἢ κακὸν, δηλονότι τὸ ἐν τῷ ἀγαθῷ τινα λέγειν μὴ εἶναι, ἀπόδειξις γίνεται τοῦ ἐν τῷ κακῷ πάντως. Ἀλλὰ μὴν περὶ τὴν κακίαν, οὐ τιμὴ, οὐ δόξα, οὐκ ἀφθαρσία, οὐ δύναμις. Ἀνάγκη πᾶσα, περὶ ὃν μὴ ἦν ταῦτα, τὰ τούτοις ἐξ ἀντιθέτου νοούμενα παρεῖναι, μὴ ἀμφιβάλλειν, ἀσθένειαν, ἀτιμίαν, φθορὰν, καὶ ὅσα τοιούτου γένους ἐστὶν, ἃ ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, ὅσα δυσαπάλλακτα γίνεται τῇ ψυχῇ τὰ ἐκ κακίας πάθη, δι᾽ ὅλης αὐτῆς ἀνακραθέντα καὶ συμφυέντα, καὶ ἓν πρὸς ἐκείνην γενόμενα. Τῶν τοιούτων οὖν ταῖς διὰ πυρὸς ἰατρείαις ἐκκαθαρθέντων τε καὶ ἀφανισθέντων, ἕκαστον τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀντεπελεύσεται, ἡ ἀφθαρσία, ἡ ζωὴ, ἡ τιμὴ, ἡ χάρις, ἡ δόξα, ἡ δύναμις, καὶ εἴ τι ἄλλο τοιοῦτον ἔν τε τῷ Θεῷ ἐπιθεωρεῖσθαι εἰκάζομεν, καὶ τῇ εἰκόνι αὐτοῦ, ἥ τίς ἐστιν ἡ ἀνθρωπίνη φύσις.