Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ ψυχῆς καὶ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Η κατάσταση της ψυχής στον Άδη και η ευαγγελική παραβολή

Η ερμηνεία της παραβολής του πλουσίου και του Λαζάρου. Ο Άδης προσεγγίζεται ως η αόρατη κατάσταση, ενώ τονίζεται η σημασία της αποδέσμευσης από τις σαρκικές προσκολλήσεις κατά τον επίγειο βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 9

Καὶ τοῦτο εἶπον πρὸς τὴν διδάσκαλον· Ποῦ ἐκεῖνο τὸ πολυθρύλλητον τοῦ ᾅδου ὄνομα· πολὺ μὲν ἐν τῇ συνηθείᾳ τοῦ βίου, πολὺ δὲ ἐν ταῖς συγγραφαῖς ταῖς τε ἔξωθεν καὶ ταῖς ἡμετέραις περιφερόμενον, εἰς ὃ πάντες οἴονται καθάπερ δοχεῖον ἐνθένδε τὰς ψυχὰς μετανίστασθαι; Οὐ γὰρ ἂν τὰ στοιχεῖα τὸν ᾅδην λέγοις. —Μ. Καὶ ἡ διδάσκαλος, Δῆλος ᾖ, φησὶ, μὴ λίαν προσεσχηκὼς τῷ λόγῳ. Τὴν γὰρ ἐκ τοῦ ὁρωμένου πρὸς τὸ ἀειδὲς μετάστασιν τῆς ψυχῆς εἰποῦσα, οὐδὲν ᾤμην ἀπολελοιπέναι εἰς τὸ περὶ τοῦ ᾅδου ζητούμενον. Οὐδὲν ἄλλο τί μοι δοκεῖ παρά τε τῶν ἔξωθεν καὶ παρὰ τῆς θείας Γραφῆς τὸ ὄνομα τοῦτο διασημαίνειν, ἐν ᾧ τὰς ψυχὰς γίνεσθαι λέγουσι, πλὴν εἰς τὸ ἀειδὲς καὶ ἀφανὲς μετέχουσιν. —Γ. Καὶ πῶς, εἶπον, τὸν ὑποχθόνιον χῶρον οἴονταί τινες οὕτω λέγεσθαι, καὶ ἐν αὐτῷ κἀκείνων τὰς ψυχὰς πανδοχεύειν, καθάπερ τι χώρημα τῆς τοιαύτης φύσεως δεκτικὸν τὰς ἀποπτάσας ἤδη τῆς ἀνθρωπίνης ζωῆς πρὸς ἑαυτὸν ἐφελκόμενον; Μ. Ἀλλ᾽ οὐδὲν μᾶλλον, φησὶν ἡ διδάσκαλος, τὸ δόγμα διὰ τῆς ὑπονοίας ταύτης παραβλαβήσεται, κἂν ἀληθὴς ὁ λόγος ὁ κατὰ σέ.

Εἰ γὰρ συνεχῆ τε πρὸς ἑαυτὸν καὶ ἀδιάσπαστον εἶναι τὸν οὐράνιον πόλον τῷ ἰδίῳ κύκλῳ πάντα ἐμπεριέχοντα, καὶ ἐν τῷ μέσῳ τὴν γῆν καὶ τὰ περὶ αὐτὴν αἰωρεῖσθαι, καὶ πάντως κυκλοφορουμένων τὴν κίνησιν περὶ τὸ ἑστὼς καὶ πάγιον γίνεσθαι, ἀνάγκη πᾶσα, φησὶν, ὅτιπερ ἂν ἑκάστῳ ἐκ τῶν στοιχείων ᾖ κατὰ τὸ ἄνω τῆς γῆς μέρος, τοῦτο κατὰ τὸ ἀντικείμενον εἶναι, μιᾶς τῆς οὐσίας ὅλον αὐτῆς τὸν ὄγκον ἐν κύκλῳ περιθεούσης. Καὶ ὥσπερ ὑπὲρ τοῦ ἡλίου φανέντος ἐπὶ τὸ ὑποκείμενον αὐτῆς στρέφεται ἡ σκιὰ τοῦ σφαιροειδοῦς σχήματος, οὐ δυναμένου κατ᾽ αὐτὸν ἐν κύκλῳ διαληφθῆναι τῇ τῆς ἀκτῖνος περιβολῇ, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην, καθ᾽ ὅπερ ἂν τῆς γῆς μέρος προσβάλλῃ ταῖς ἀκτῖσιν ὁ ἥλιος, κατά τινος κέντρου πάντως ἐπὶ τῆς σφαίρας γινόμενος, πρὸς τὴν εὐθεῖαν διάμετρον κατὰ τὸ ἕτερον πέρας σκότος ἔσται· καὶ οὕτω κατὰ τὸ διηνεκὲς, τῷ ἡλιακῷ δρόμῳ ἐπὶ τὸ ἀντικείμενον τῇ τῆς ἀκτῖνος εὐθείᾳ συμπεριοδεύει τὸ σκότος, ὥστε κατὰ τὸ ἶσον, τόν τε ὑπέργειον, καὶ τὸν ὑπόγειον τόπον ἀνὰ μέρος γίνεσθαι ἐν φωτί τε καὶ σκότει· οὕτως εἰκὸς καὶ τἄλλα πάντα ὅτιπερ ἂν στοιχειωδῶς ἐν τῷ καθ᾽ ἡμᾶς ἡμισφαιρίῳ τῆς γῆς θεωρεῖται, τὸ αὐτὸ καὶ περὶ τὸ ἕτερον εἶναι μὴ ἀμφιβάλλειν.

Μιᾶς δὲ καὶ τῆς αὐτῆς οὔσης κατὰ πᾶν τῆς γῆς μέρος τῆς τῶν στοιχείων περιβολῆς, οὔτε ἀντιλέγειν, οὔτε συναγορεύειν οἶμαι δεῖν τοῖς περὶ τούτων ἐνισταμένοις, ὡς δέον ἢ τοῦτον, ἢ τὸν καταχθόνιον τόπον ἀποτετάχθαι οἴεσθαι ταῖς τῶν σωμάτων ἐκλυθείσαις ψυχαῖς.

Ἕως γὰρ ἂν μὴ παρακινοίη τὸ προηγούμενον δόγμα ἡ ἔνστασις περὶ τοῦ εἶναι μετὰ τὴν ἐν σαρκὶ ζωὴν τὰς ψυχὰς, οὐδὲν περὶ τόπου ὁ ἡμέτερος λόγος διενεχθήσεται, μόνον σωμάτων ἴδιον εἶναι τὴν ἐπὶ τόπου θέσιν καταλαμβάνων· ψυχὴν δὲ ἀσώματον οὖσαν, μηδεμίαν ἀνάγκην ἔχειν ἐκ φύσεως τόποις τισὶν ἐγκατέχεσθαι. Γ. Τί οὖν, εἶπον, εἰ τὸν Ἀπόστολον ὁ ἀντιλέγων προβάλλοιτο, πᾶσαν λέγοντα τὴν λογικὴν κτίσιν ἐν τῇ τοῦ παντὸς ἀποκαταστάσει πρὸς τὸν τοῦ παντὸς ἐξηγούμενον βλέπειν, ἐν οἷς καταχθονίων μνημονεύει τινῶν δι᾽ Ἐπιστολῆς πρὸς Φιλιππησίους εἰπών· ὅτι Αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων; —Μ. Ἐπιμενοῦμεν τῷ δόγματι, φησὶν ἡ διδάσκαλος, κἂν ταῦτα λεγόντων ἀκούωμεν, περὶ μέντοι τοῦ εἶναι τὴν ψυχὴν καὶ τὸν ἀντιλέγοντα σύμψηφον ἔχοντες, περὶ τόπου, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται, οὐκ ἐνιστάμενοι. —Γ. Τοῖς οὖν ἐπιζητοῦσιν, εἶπον, τὴν ἀποστολικὴν ἐν τῇ φωνῇ ταύτῃ διάνοιαν, τί ἄν τις εἴπῃ, εἴπερ τῆς τοπικῆς σημασίας ἀποκινοίης τὴν λέξιν; —Μ. Ἡ δὲ, Οὔ μοι δοκεῖ, φησὶν, ὁ θεῖος Ἀπόστολος, τοπικῶς τὴν νοερὰν διακρίνων οὐσίαν, τὸ μὲν ἐπουράνιον, τὸ δὲ ἐπίγειον, τὸ δὲ καταχθόνιον ὀνομάσαι.

Ἀλλ᾽ ἐπειδὴ τρεῖς τῆς λογικῆς φύσεώς εἰσι καταστάσεις ἡμῖν, ἐξ ἀρχῆς τὴν ἀσώματον λαχοῦσαι ζωὴν, ἣν ἀγγελικὴν ὀνομάζομεν· ἡ δὲ πρὸς τὴν σάρκα συμπεπλεγμένην ἀνθρωπίνην φαμέν· ἡ δὲ διὰ θανάτου τῶν σαρκικῶν ἀπολελυμένη. Ὅπερ ἐν ψυχαῖς θεωρεῖται, τοῦτο οἶμαι, τῷ βάθει τῆς σοφίας βλέποντα τὸν θεῖον Ἀπόστολον, πάσης τῆς λογικῆς φύσεως τὴν ἐν τῷ ἀγαθῷ ποτε γενησομένην συμφωνίαν ἀποσημαίνειν· ἐπουράνιον μὲν καλοῦντα τὸ ἀγγελικὸν καὶ ἀσώματον· ἐπίγειον δὲ τὸ συμπεπλεγμένον τῷ σώματι· καταχθόνιον δὲ τὸ διακεκρυμμένον ἤδη τοῦ σώματος, ἢ δή τις καὶ ἄλλη παρὰ τὰ εἰρημένα φύσις ἐν λογικῇ θεωρεῖται, ἣν εἴτε δαίμονας εἴτε πνεύματα, εἴτε τοιοῦτον ἐθέλοι τις κατονομάζειν, οὐ διοισόμεθα. Πεπίστευται γὰρ ἔκ τε τῆς κοινῆς ὑπολήψεως, καὶ ἐκ τῆς τῶν Γραφῶν παραδόσεως, εἶναί τινα φύσιν ἔξω τῶν τοιούτων σωμάτων ὑπεναντίως πρὸς τὸ καλὸν διακειμένην, καὶ βλαπτικὴν τῆς ἀνθρωπίνης ζωῆς, ἑκουσίως τῆς κρείττονος ὑπολήψεως ἀποῤῥυεῖσαν· καὶ τῇ ἀποστάσει τοῦ καλοῦ τὸ ἐκ τοῦ ἐναντίου νοούμενον ἐν αὐτῇ ὑποστήσασαν· ἥνπερ φασὶ καταχθονίοις ἐναριθμεῖν τὸν Ἀπόστολον, τοῦτο ἐν ἐκείνῳ τῷ λόγῳ σημαίνοντα, ὅτι τῆς κακίας ποτὲ ταῖς μακραῖς τῶν αἰώνων περιόδοις ἀφανισθείσης, οὐδὲν ἔξω τοῦ ἀγαθοῦ καταλειφθήσεται. Ἀλλὰ καὶ παρ᾽ ἐκείνων ὁμοφώνως ἡ ὁμολογία τῆς τοῦ Χριστοῦ κυριότητος ἔσται.

Τούτων οὕτως ἐχόντων, οὐκέτ᾽ ἄν τις ἡμᾶς ἀναγκάζοι τῷ τῶν καταχθονίων ὀνόματι τὸν ὑπόγειον ἐννοεῖν χῶρον· ἐπίσης τοῦ ἀέρος πανταχόθεν περικεχυμένου τῇ γῇ, ὡς μηδὲν αὐτῆς μέρος γυμνὸν τῆς περιβολῆς τοῦ ἀέρος καταλαμβάνεσθαι. —Γ. Ταῦτα δὲ διεξελθούσης τῆς διδασκάλου, μικρὸν ἐπισχὼν, Οὔπω ἱκανῶς ἔχω, φημὶ, τοῦ ζητουμένου· ἀλλ᾽ ἔτι μοι τοῖς εἰρημένοις ἐπιδιστάζει πως ἡ διάνοια, καὶ δέομαι πάλιν ἐπαναχθῆναί μοι πρὸς τὴν αὐτὴν ἀκολουθίαν τὸν λόγον, τῶν μὲν ἤδη συμβιβασθέντων ἡμῖν ἀπαλλαγέντα.

Μέτριον γὰρ οἶμαι διὰ τῶν εἰρημένων τοὺς μὴ λίαν ἀντιτύπως ἔχοντας ἐναχθήσεσθαι μὴ εἰς ἀναίρεσιν καὶ ἀνυπαρξίαν τὴν ψυχὴν μετὰ τὴν διάλυσιν τῶν σωμάτων ἄγειν, μηδὲ κατασκευάζειν μηδαμοῦ δύνασθαι αὐτὴν ἐν τοῖς οὖσιν εἶναι διὰ τὸ ἑτεροειδῶς ἔχειν πρὸς τὴν τῶν στοιχείων οὐσίαν.

Κἂν μὴ συμβαίνῃ γὰρ τούτοις ἡ νοερά τε καὶ ἄϋλος φύσις, τὸ εἶναι αὐτοῖς οὐ κωλύεται, διχόθεν ἡμῖν τῆς ὑπολήψεως ταύτης βεβαιουμένης, ἔκ τε τοῦ νῦν ἐν τῇ ζωῇ ταύτῃ τὴν ψυχὴν ἐν τοῖς σώμασιν εἶναι, ἄλλο τι παρὰ τὸ σῶμα κατὰ τὴν οὐσίαν ὑπάρχουσαν, καὶ ἐκ τοῦ τὴν θείαν φύσιν ἀποδεῖξαι τὸν λόγον, ἄλλο τι παντάπασιν οὖσαν τῆς αἰσθητικῆς τε καὶ ὑλικῆς οὐσίας· ὅμως δὲ ἑκάστου τῶν ὄντων διήκειν, καὶ τῇ πρὸς τὸ πᾶν ἀνακράσει συνέχειν ἐν τῷ εἶναι τὰ ὄντα, ὡς διὰ τούτων κατὰ τὸ ἀκόλουθον μηδὲ τὴν ψυχὴν ἔξω τῶν ὄντων οἴεσθαι ἀπὸ τῆς ἐν εἴδει θεωρουμένης ζωῆς εἰς τὸ ἀειδὲς μεταστᾶσαν.

Ἀλλὰ πῶς, εἶπον, τῆς τῶν στοιχείων ἑνώσεως ἕτερόν τι διὰ τῆς πρὸς ἄλληλα μίξεως εἶδος ἀναλαβόντων, πρὸς ἃ τῆς ψυχῆς γέγονεν ἡ οἰκείωσις, ἐπειδὰν τῇ διαλύσει τῶν στοιχείων κατὰ τὸ εἰκὸς συναφανισθῇ καὶ τὸ εἶδος; Τίνι σημείῳ κατακολουθήσει ἡ ψυχὴ μετὰ τοῦ ἐγνωσμένου μὴ παραμείναντος; —Μ. Ἡ δὲ μικρὸν ἐπισχοῦσα, Δεδόσθω μοι, φησὶ, κατ᾽ ἐξουσίαν πλάσαι τινὰ λόγον ἐν ὑποδείγματι, πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν, κἂν ἕξω τοῦ δυνατοῦ δοκῇ τὸ λεγόμενον.

Δεδόσθω γὰρ δυνατὸν εἶναι τῇ τοῦ ζωγράφου τέχνῃ, μὴ μόνον μιγνύειν ἐξ ἐναντίου τὰ χρώματα, καθὼς ἔθος ποιεῖν αὐτοῖς πρὸς τὴν τῆς μορφῆς ὁμοιότητα, ἀλλὰ καὶ διακρίνειν τὰ μεμιγμένα, καὶ τὴν κατὰ φύσιν πάλιν ἑκάστῳ τῶν χρωμάτων ἀποδιδόναι βαφήν.

Οὐκοῦν τὸ λευκὸν, καὶ τὸ μέλαν, ἢ τὸ ἐρυθρὸν, καὶ τὸ χρυσοειδὲς, ἢ εἴ τις ἄλλη βαφὴ πρὸς τὴν ὁμοιότητα τοῦ προκειμένου συγκρίνεται, εἰ πάλιν ἀποκριθείη τῆς πρὸς ἕτερον μίξεως, καὶ ἐφ᾽ ἑτέρου γένοιτο, οὐδὲν ἧττον γινώσκεσθαι ὑπὸ τοῦ τεχνίτου φαμὲν αὐτὸ τὸ εἶδος τοῦ χρώματος, καὶ μὴ μίαν ἐγγίνεσθαι λήθην αὐτῷ, μήτε τοῦ ἐρυθροῦ μήτε τοῦ μέλανος, εἰ ἑτερόχρωα κατὰ τὴν τοῦ πρὸς ἄλληλα μίξιν γινόμενα, πάλιν εἰς τὴν κατὰ φύσιν ἐπανέλθῃ βαφήν· μεμνημένου δὲ τοῦ τρόπου τῆς πρὸς ἄλληλα τῶν χρωμάτων συγκράσεως· εἰδέναι ποῖον ἔν τινι γινόμενον οἷον ἀπειργάσατο χρῶμα, καὶ ὅπως ἐκβληθέντος ἐκ τοῦ ἀπολυθῆναι τοῦ ἑτέρου πάλιν εἰς τὸ οἰκεῖον ἐπανέδραμεν ἄνθος, καὶ εἰ πάλιν δέοι διὰ τῆς μίξεως τὸ ἶσον ἐργάσασθαι, ἀπονωτέρα ἔσται αὐτῷ ἡ κατασκευὴ ἐν τῇ προλαβούσῃ δημιουργίᾳ μελετηθεῖσα.

Εἰ δέ τι ἀκόλουθον ἐν τῷ ὑποδείγματι, φησὶν, ὁ λόγος ἔχει, ἐξεταστέον ἤδη ἡμῖν αὐτὸ τὸ προκείμενον. Ἀντὶ γὰρ τῆς γραφικῆς τέχνης ἡ τῶν στοιχείων νοείσθω φύσις, ἡ δὲ μίξις τῆς ποικίλης τῶν ἑτεροχροούντων βαφῆς, καὶ πάλιν ἡ δοθεῖσα ἡμῖν καθ᾽ ὑπόθεσιν εἰς τὰ οἰκεῖα τούτων ἐπάνοδος, τὴν συνδρομήν τε καὶ διάστασιν τῶν στοιχείων ὑπογραφέτω.

Ὥσπερ οὖν φαμεν ἐν τῷ ὑποδείγματι μὴ ἀγνοεῖν τὴν βαφὴν τοῦ χρώματος τὸν τεχνίτην, μετὰ μίξιν πάλιν εἰς τὸ οἰκεῖον ἄνθος ἐπανελθοῦσαν, ἀλλ᾽ ἐπιγινώσκειν τό τε ἐρυθρὸν καὶ τὸ μέλαν, καὶ εἴ τι ἕτερον διὰ τῆς ποιᾶς πρὸς τὸ ἑτερογενὲς κοινωνίας τὴν μορφὴν ἀπειργάσατο, οἷον μὲν ἐν τῇ μίξει, οἷον καὶ νῦν ἐστιν ἐν τῷ κατὰ τὴν φύσιν γινομένῳ· οἷον δὲ πάλιν ἔσται, εἰ ὁμοιοτρόπως αὖθις ἀλλήλοις ἀναμιχθείη τὰ χρώματα· οὕτως εἰδέναι τὴν ψυχὴν τῶν συνδραμόντων στοιχείων πρὸς τὴν τοῦ σώματος κατασκευὴν, ᾧ ἐνεφύη, καὶ μετὰ τὴν διάλυσιν αὐτῶν τὴν φυσικὴν ἰδιότητα. Κἂν πόῤῥωθεν ἀπ᾽ ἀλλήλων αὐτὰ ἡ φύσις ἀφέλκῃ διὰ τὰς ἐγκειμένας ἐναντιότητας, ἕκαστον αὐτῶν τῆς πρὸς τὸ ἐναντίον ἐπιμιξίας ἀπείργουσα, οὐδὲν ἧττον παρ᾽ ἑκάστῳ ἔσται τῇ γνωστικῇ δυνάμει τοῦ οἰκείου ἐφαπτομένη, καὶ παραμένουσα ἕως ἂν εἰς ταὐτὸ πάλιν ἡ τῶν διεστώτων γένηται συνδρομὴ πρὸς τὴν τοῦ διαλυθέντος ἀναστοιχείωσιν, ὅπερ ἀνάστασις κυρίως καὶ ἔσται καὶ ὀνομάζεται. Γ. Καὶ ἐγὼ εἶπον, Ἄριστά μοι δοκεῖς κατὰ τὸ παρὸν συμμεμαχηκέναι τῷ λόγῳ τῆς ἀναστάσεως.

Δύνασθαι γὰρ ἂν διὰ τούτων ἠρέμα προσαχθῆναι τοὺς ἀπομαχομένους τῇ πίστει, πρὸς τὸ μὴ οἴεσθαι τῶν ἀδυνάτων εἶναι πάλιν ἀλλήλοις συνελθεῖν τὰ στοιχεῖα, καὶ τὸν αὐτὸν ἀπεργάσασθαι ἄνθρωπον, —Μ. Καί φησιν ἡ διδάσκαλος· Ἀληθὲς τοῦτο λέγεις.

Ἔστι γὰρ λεγόντων ἀκούειν τῶν πρὸς τὸν λόγον τοῦτον ἐνισταμένων, ὅτι Εἰς τὸ πᾶν κατὰ τὸ συγγενὲς γινομένης τῶν στοιχείων τῆς ἀναλύσεως· τίς μηχανὴ τὸ ἐν τῷδε θερμὸν ἐν τῷ καθόλου γενόμενον συμμιγὲς, τοῦ συγγενοῦς πάλιν ἀποκριθῆναι πρὸς τὸ συστῆναι τὸν ἀπαλλασσόμενον ἄνθρωπον; Εἰ γὰρ μὴ ἀκριβῶς τὸ ἴδιον ἐπανέλθοι, ἐκ δὲ τοῦ ὁμογενοῦς ἀντὶ τοῦ ἰδιάζοντός τι παραληφθείη· ἕτερον ἀνθ᾽ ἑτέρου γενήσεται, καὶ οὐκέτι ἂν εἴη τὸ τοιοῦτον ἀνάστασις, ἀλλὰ καινοῦ ἀνθρώπου δημιουργία. Εἰ δὲ χρὴ τὸν αὐτὸν εἰς ἑαυτὸν πάλιν ἐπανελθεῖν, δι᾽ ὅλου εἶναι προσήκει τὸν αὐτὸν, ἑαυτοῖς πᾶσι τοῖς τῶν στοιχείων μέρεσι τὴν ἐξ ἀρχῆς ἐπαναλαβόντα φύσιν. —Γ. Οὐκοῦν, ὡς εἶπον, αὐτάρκης ἡμῖν πρὸς ταύτην τὴν ἔνστασιν ἡ τοιαύτη περὶ τῆς ψυχῆς ἂν εἴη ὑπόληψις· τὸ οἷς ἐξ ἀρχῆς ἐνεφύη στοιχείοις τούτοις, καὶ μετὰ τὴν διάλυσιν παραμένειν, οἷον εἰ φύλακα τῶν οἰκείων καθισταμένην, καὶ ἐν τῇ ἀνακράσει τῇ πρὸς τὸ ὁμόφυλον οὐ διαφιεῖσαν τὸ ἴδιον ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ τῆς νοερᾶς δυνάμεως, οὐδεμίαν ἐν τῇ λεπτομερίᾳ τῶν στοιχείων ὑπομένουσαν πλάνην· ἀλλὰ συνδιαλύεσθαι τοῖς ἰδίοις καταμιγνυμένοις πρὸς τὸ ὁμόφυλον, καὶ μὴ ἀτονεῖν συνδιεξιοῦσαν αὐτοῖς, ὅταν πρὸς τὸ πᾶν ἀναχέωνται, ἀλλ᾽ ἐν αὐτῷ ἀεὶ μένειν ὅποιπερ αὐτὰ, καὶ ὅπως παρασκευάσῃ ἡ φύσις.

Εἰ δὲ γένοιτο πάλιν παρὰ τῆς τὸ πᾶν οἰκονομούσης δυνάμεως τοῖς διαλυθεῖσι πρὸς τὴν συνδρομὴν τὸ ἐνδόσιμον· τότε καθάπερ εἰ μιᾶς ἀρχῆς ἐξαφθεῖεν σχοῖνοι διάφοροι, ὁμοῦ καὶ κατ᾽ αὐτὸν αἱ πᾶσαι τῷ ἐφελκομένῳ συνέπονται· οὕτως ἐν μιᾷ τῇ τῆς ψυχῆς δυνάμει, τῆς τῶν στοιχείων διαφορᾶς ἑλκομένης, ἀθρόως ἐν τῇ συνδρομῇ τῶν οἰκείων, ἡ τοῦ σώματος ἡμῶν σειρὰ διὰ τῆς ψυχῆς συμπλακήσεται, καταλλήλως ἑκάστου πάλιν πρὸς τὸ ἀρχαῖον καὶ σύνηθες πλακουμένου, καὶ περιπτυσσομένου τὸ γνώριμον—Μ. Ἀλλὰ καὶ τοῦτο τὸ ὑπόδειγμα, φησὶν ἡ διδάσκαλος, εἰκότως ἂν προστεθείη τοῖς ἐξητασμένοις εἰς ἀπόδειξιν τοῦ μὴ πολλὴν εἶναι τῇ ψυχῇ τὴν διδασκαλίαν ἐν τοῖς στοιχείοις διακρίνειν τοῦ ἀλλοτρίου τὸ ἴδιον. Προκείσθω γὰρ τῷ κεραμεύοντι πηλὸς καθ᾽ ὑπόθεσιν, πολὺς δὲ οὗτος εἶναι δεδόσθω, οὗ τὸ μέν τοι πρὸς τὴν τῶν σκευῶν ἀπεργασίαν ἤδη τετύπωται, τὸ δὲ μέλλον.

Τὰ δὲ σκεύη πάντα μὴ ὁμοειδῶς ἀλλήλοις διεσχηματίσθω, ἀλλὰ τὸ μὲν πίθος, τὸ δὲ ἀμφορεὺς, ἕτερον δὲ πινάκιον, ἢ τριβλίον, ἢ ἄλλο τι τῶν κατὰ τὴν χρῆσιν ἐπιτηδείων ἔστω, ταῦτα δὲ πάντα μὴ εἷς κεκτήσθω, ἀλλ᾽ ἴδιον ἑκάστου δεσπότου, ὑποκείσθω τῷ λόγῳ.

Οὐκοῦν ἕως ἂν συνεστήκει, ταῦτα φανερά τε τοῖς ἔχουσι γίνεται· κἂν συντριβείη πάλιν, οὐδὲν ἧττον γνώριμα ἀπὸ τῶν συντριμμάτων τοῖς κεκτημένοις ἔσται, τὸ μὲν τὸ ἐκ τοῦ πίθου, ποῖον δὲ τὸ ἐκ τοῦ ποτηρίου τρύφος ἐστίν. Εἰ δὲ καὶ πρὸς τὸν ἀκατέργαστον καταμιχθείη πηλὸν, πολὺ μᾶλλον ἀπλανὴς ἡ διάγνωσις τῶν ἤδη κατειργασμένων ἀπ᾽ ἐκείνου γίνεται. Οὕτως οἷόν τι σκεῦος, ὁ καθ᾽ ἕκαστόν ἐστιν ἄνθρωπος, ἐκ τῆς συνδρομῆς τῶν στοιχείων ἀπὸ τῆς κοινῆς ὕλης ἀνατετυπωμένος, ἐν ἰδιάζοντι πάντως τῷ σχήματι πολλὴν πρὸς τὸ ὁμογενὲς τὴν διαφορὰν ἔχων. Οὗ διαλυθέντος οὐδὲν ἧττον καὶ ἀπὸ τῶν λειψάνων ἡ κεκτημένη τὸ σκεῦος ψυχὴ τὸ οἰκεῖον ἐπιγινώσκει, οὔτε ἐν τῇ κοινωνίᾳ τῶν συντριμμάτων, οὔτε εἰ πρὸς τὸ ἀκατέργαστον τῆς τῶν στοιχείων ὕλης καταμιχθείη, τοῦ οἰκείου ἀφισταμένη, ἀλλ᾽ ἀεὶ ἐπισταμένη τὸ ἴδιον, οἷόν τε συνεστὼς ἐν τῷ σχήματι ἦν, καὶ μετὰ τὴν διάλυσιν ἐκ τῶν ἀπομεινάντων σημείων τοῖς λειψάνοις οὐ πλανωμένη περὶ τὸ ἴδιον. —Γ. Ἐπιδεξάμενος δὲ τὰ εἰρημένα ὡς προσφυῶς τε καὶ οἰκείως πρὸς τὸν προκείμενον εὑρεθέντα σκοπὸν, Ταῦτα μὲν οὕτως, εἶπον, λέγεσθαί τε καὶ πιστεύεσθαι καλῶς ἔχει· εἰ δέ τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου περὶ τῶν ἐν ᾅδου διήγημα πρὸς τὰ εἰρημένα προσφέροι, ὡς οὐ συμβαῖνον τοῖς ἐξητασμένοις, πῶς χρὴ παρασκευάσασθαι πρὸς τὴν ἀπόκρισιν; Μ.

Ἡ διδάσκαλος δὲ, Σωματικώτερον μὲν, φησὶν, ὁ λόγος ἐκτίθεται τὸ διήγημα, πολλὰς δὲ κατασπείρει τὰς ἀφορμὰς, δι᾽ ὧν εἰς λεπτοτέραν θεωρίαν ἐκκαλεῖται τὸν ἐξεταστὴν ἐπαΐοντα. Ὁ γὰρ χάσματι μεγάλῳ διείργων τὸ κακὸν ἐκ τοῦ κρείττονος, σταγόνος τέ τινος δακτύλῳ κομιζομένης ἐπιδεᾶ ποιήσας τὸν ὀδυνώμενον, καὶ πατριάρχου κόλπον τῷ διὰ τῆς ζωῆς ταύτης κεκακωμένῳ ὑποθεὶς ἀνάπαυσιν, πρὸ τούτων δὲ καὶ τὸ τεθνᾶναι αὐτοὺς, καὶ ταφῇ δοθῆναι διηγησάμενος, οὐ μικρῶς ἀφίστησι τῆς κατὰ πρόχειρον διανοίας τὸν μὴ ἀσυνέτως τοῖς λεγομένοις ἑπόμενον. Ποίους γὰρ ὀφθαλμοὺς ἐπαίρει ἐν τῷ ᾅδῃ ὁ πλούσιος, τοὺς τῆς σαρκὸς ἐναφεὶς τῷ τάφῳ; Πῶς δὲ φλογὸς ᾐσθάνετο τὸ ἀσώματον; Ποίαν δὲ γλῶσσαν καταψυχθῆναι διὰ τῆς σταγόνος ἐπιθυμεῖ, τῆς σαρκίνης αὐτῷ μὴ παρούσης; Τίς δὲ ὁ διακομίζων αὐτῷ τὴν ῥανίδα δάκτυλος; Αὐτὸς δὲ ὁ κόλπος τῆς ἀναπαύσεως, τίς; Τῶν γὰρ σωμάτων ἐν τάφοις ὄντων, τῆς δὲ ψυχῆς οὔτε ἐν σώματι οὔσης, οὔτε ἐκ μερῶν συνεστώσης, ἄπορον ἂν εἴη τὴν τοῦ διηγήματος διασκευὴν κατὰ τὸ προχείρως νοούμενον ἐφαρμόσαι τῇ ἀληθείᾳ, εἰ μή τις μεταλάβῃ τὰ καθ᾽ ἕκαστον εἰς νοητὴν θεωρίαν· ὥστε χάσμα τὸ διεῖργον τῶν ἀμίκτων τὴν κοινωνίαν, μὴ γῆς διάστασιν οἴεσθαι· τῷ γὰρ ἀσωμάτῳ καὶ νοερῷ, τίς πόνος διαπτῆναι τὸ χάσμα, καὶ εἰ μήκιστον ἦν; Διότι τὸ νοερὸν τῇ φύσει, ἐν ᾧπερ ἂν ἐθέλῃ ἀχρόνως γίνεται. —Γ.

Τί οὖν ἂν εἴη, φημὶ, τὸ πῦρ, ἢ τὸ χάσμα, ἢ τὰ λοιπὰ τῶν εἰρημένων, ἢ μὴ ἃ λέγεται; —Μ. Ἐμοὶ δοκεῖ, φησὶ, δόγματά τινα περὶ τῶν κατὰ ψυχὴν ζητουμένων δι᾽ ἑκάστου τούτων ὑποσημαίνειν τὸ Εὐαγγέλιον. Προειπὼν γὰρ πρὸς τὸν πλούσιον ὁ πατριάρχης, ὅτι Ἀπέσχες τῷ διὰ σαρκὸς βίῳ τῶν ἀγαθῶν τὴν μοῖραν, καὶ περὶ τοῦ πτωχοῦ τὸ ἶσον εἰπὼν, ὅτι Καὶ οὗτος ἀπέπλησε παρὰ τὸν βίον τῆς τῶν κακῶν μετουσίας λειτουργίας· εἶθ᾽ οὕτως ἐπαγαγὼν περὶ τοῦ χάσματος, ὡς ἀπ᾽ ἀλλήλων διατειχίζονται, μέγα τι διὰ τούτων ἔοικεν ὑποδεικνύειν τῷ λόγω.

Τὸ δὲ δόγμα, κατά γε τὸν ἐμὸν λόγον, τοιοῦτόν ἐστι· Μονοειδὲς ἦν ἡ τῶν ἀνθρώπων ζωὴ, μονοειδὲς δὲ λέγω τὴν ἐν μόνῳ τῷ ἀγαθῷ ὁρωμένην, καὶ πρὸς τὸ κακὸν ἀνεπίμικτον. Τὸν δὲ τοιοῦτον λόγον ὁ πρῶτος τοῦ Θεοῦ νόμος μαρτυρεῖται, ὁ τοῦ παντὸς μὲν δοὺς τῶν ἐν τῷ παραδείσῳ καλῶν ἄφθονον τῷ ἀνθρώπῳ τὴν μετουσίαν, ἀπείργων δὲ μόνου ἐκείνου ᾧ σύμμικτος ἦν ἐκ τῶν ἐναντίων ἡ φύσις, τοῦ κακοῦ πρὸς τὸ καλὸν συγκεκραμένου, θάνατον ἐπιθεὶς τῷ παρανομήσαντι τὴν ζημίαν. Ἀλλ᾽ ἑκουσίως ὁ ἄνθρωπος ἐν τῷ αὐτεξουσίῳ κινήματι καταλιπὼν τὴν ἀμιγῆ τοῦ χείρονος μοῖραν, τὴν ἐκ τῶν ἐναντίων σύγκρατον ζωὴν ἐπεσπάσατο.

Οὐ μὴν ἀφῆκεν ἡ θεία προμήθεια τὴν ἀβουλίαν ἡμῶν ἀδιόρθωτον. Ἀλλ᾽ ἐπειδὴ τοῖς παραβεβηκόσι τὸν νόμον ὁ κριθεὶς ἐπ᾽ αὐτῷ θάνατος ἀναγκαίως ἐπηκολούθησε, διχῆ μερίσας τὴν ἀνθρωπίνην ζωὴν, εἴς τε τὴν διὰ σαρκὸς ταύτην, καὶ εἰς τὴν ἔξω τοῦ σώματος μετὰ ταύτην, οὐ κατὰ τὸ ἶσον μέτρον τοῦ διαστήματος, ἀλλὰ τὴν μὲν βραχυτάτῳ τινὶ τῷ χρονικῷ περιγράψας ὅρῳ· τὴν δὲ παρατείνας εἰς τὸ ἀΐδιον, ἐξουσίαν ἔδωκεν ὑπὸ φιλανθρωπίας, ἐν ᾧ τις βούλεται, τούτων ἑκάτερον ἔχειν (τό τε ἀγαθὸν λέγω καὶ τὸ κακὸν), ἢ κατὰ τὸν βραχὺν τοῦτον καὶ ὠκύμορον βίον, ἢ κατὰ τοὺς ἀτελευτήτους ἐκείνους αἰῶνας, ὧν πέρας ἡ ἀπειρία ἐστίν. Ὁμωνύμως δὲ λεγομένου τοῦ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ, καὶ ἑκατέρου τούτων πρὸς διπλῆν ἔννοιαν μεριζομένου (πρὸς νοῦν τε λέγω καὶ αἴσθησιν), καὶ τῶν μὲν τοῦτο ἐν ἀγαθοῦ μοίρᾳ κρινόντων ὅπερ ἂν ἡδὺ τῇ αἰσθήσει δόξῃ· τῶν δὲ μόνον τὸ κατὰ διάνοιαν θεωρούμενον πεπιστευκότων ἀγαθὸν εἶναι καὶ ὀνομάζεσθαι.

Οἷς μὲν ἀγύμναστός ἐστιν ὁ λογισμὸς, καὶ τοῦ βελτίονος ἀνεπίσκεπτος, οὗτοι ὑπὸ λαιμαργίαν ἐν τῷ σαρκίνῳ βίῳ τὴν χρεωστουμένην τῇ φύσει τοῦ ἀγαθοῦ μοῖραν προαναλίσκουσιν, οὐδὲν τῷ μετὰ ταῦτα βίῳ ταμιευόμενοι· οἱ δὲ λογισμῷ διακριτικῷ τε καὶ σώφρονι τὴν ἑαυτῶν οἰκονομοῦντες ζωὴν, ἐν τῷ βραχεῖ τούτῳ βίῳ, διὰ τῶν τὴν αἴσθησιν λυπούντων ἀνιαθέντες, τῷ ἐφεξῆς αἰῶνι τὸ ἀγαθὸν ταμιεύονται, ὥστε αὐτοῖς τῇ ἀϊδίῳ ζωῇ τὴν κρείττω λῆξιν συμπαρατείνεσθαι.

Τοῦτο οὖν ἐστιν, ὥς γε ὁ ἐμὸς λόγος, τὸ χάσμα, ὃ οὐχὶ γῆς διασχούσης γίνεται, ἀλλ᾽ ἡ παρὰ τὸν βίον κρίσις πρὸς τὰς ἐναντίας προαιρέσεις διασχισθεῖσα ποιεῖ. Ὁ γὰρ ἅπαξ τὸ ἡδὺ κατὰ τὸν βίον τοῦτον ἑλκόμενος, καὶ μὴ θεραπεύσας ἐκ μεταμελείας τὴν ἀβουλίαν, ἄβατον ἑαυτῷ μετὰ ταῦτα τὴν τῶν ἀγαθῶν χώραν ἐργάζεται, τὴν ἀδιάβατον ταύτην ἀνάγκην, καθάπερ τι βάραθρον ἀχανές τε καὶ ἀπαρόδευτον καθ᾽ ἑαυτοῦ διορύξας. Διό μοι δοκεῖ καὶ τὴν ἀγαθὴν τῆς ψυχῆς κατάστασιν, ἐν ᾗ τὸν τῆς ὑπομονῆς ἀθλητὴν ἀναπαύει ὁ λόγος, κόλπον τοῦ Ἀβραὰμ ὀνομάσαι. Πρῶτος γὰρ οὗτος ὁ πατριάρχης τῶν πώποτε γεγονότων ἱστόρηται τὴν ἐλπίδα τῶν μελλόντων τῆς ἀπολαύσεως τῶν παρόντων ἀνταλλαξάμενος, ὅς γε πάντων γυμνωθεὶς, ἐν οἷς ἦν αὐτῷ καταρχὰς ἡ ζωὴ, ἐν ἀλλοτρίοις εἶχε τὴν δίαιταν, διὰ τῆς παρούσης κακοπαθείας, τὴν ἐλπιζομένην εὐκληρίαν ἐμπορευόμενος.

Ὥσπερ οὖν τὴν ποιὰν τοῦ πελάγους περιγραφὴν ἐκ καταχρήσεώς τινος ὀνομάζομεν κόλπον, οὕτω δοκεῖ τῶν ἀμετρήτων ἐκείνων ἀγαθῶν τὴν ἔνδειξιν ὁ λόγος τῷ τοῦ κόλπου διασημαίνειν ὀνόματι, ᾧ πάντες οἱ δι᾽ ἀρετῆς τὸν παρόντα διαπλέοντες βίον, ὅταν ἐντεῦθεν ἀπαίρωσιν, ὥσπερ ἐν ἀκατακλύστῳ λιμένι τῷ ἀγαθῷ κόλπῳ τὰς ψυχὰς ἐνορμίζονται, τοῖς δὲ λοιποῖς ἡ τῶν φαινομένων αὐτοῖς ἀγαθῶν στέρησις φλὸξ γίνεται τὴν ψυχὴν διασμύχουσα, ῥανίδος τινὸς ἐκ τοῦ πελάγους τῶν τοὺς ὁσίους περικλυζόντων ἀγαθῶν εἰς παραμυθίαν προσδεομένη, καὶ οὐ τυγχάνουσα.

Γλῶσσαν δὲ καὶ ὀφθαλμὸν, καὶ δάκτυλον, καὶ τὰ λοιπὰ τῶν σωματικῶν ὀνομάτων ἐν τῷ διαλόγῳ τῶν ἀσωμάτων βλέπων, τὸν καταστοχασμὸν, ἡμῖν ἤδη νοηθέντι περὶ ψυχῆς λόγῳ συμφώνως ἔχειν ὁμολογήσεις, ἐπισκεψάμενος τῶν ῥητῶν τὴν διάνοιαν. Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ἡ τῶν στοιχείων συνδρομὴ ποιεῖ τὴν οὐσίαν, οὕτως εἰκὸς καὶ τῶν ἐν τῷ σώματι μερῶν ἐκ τῆς αὐτῆς αἰτίας συμπληροῦσθαι τὴν φύσιν. Εἰ οὖν πάρεστιν ἡ ψυχὴ τοῖς ἐκ τοῦ σώματος στοιχείοις πρὸς τὸ πᾶν ἀναμιχθεῖσιν, οὐ μόνον τὸ πλήρωμα τῶν εἰς ὅλον τὸ σύγκριμα συνδεδραμηκότων γνωρίσει, καὶ ἐν αὐτοῖς ἔσται· ἀλλ᾽ οὐ τὴν ἰδιάζουσαν ἑκάστου τῶν μερῶν σύστασιν ἀγνοήσει, διὰ ποίων τῶν ἐν τοῖς στοιχείοις μορίων ἀποτελεσθῇ τὰ ἐν ἡμῖν μέλη.

Τὴν οὖν ἐν παντὶ οὖσαν τῷ τῶν στοιχείων πληρώματι, καὶ ἐν τοῖς καθ᾽ ἕκαστον εἶναι, οὐδὲν ἔξω τοῦ εἰκότος ἐστίν· καὶ οὕτω πρὸς τὰ στοιχεῖά τις βλέπων, οἷς ἐνυπάρχει τῇ δυνάμει τὰ καθ᾽ ἕκαστον μέλη τοῦ σώματος, δάκτυλόν τε περὶ αὐτὴν εἶναι καὶ ὀφθαλμὸν καὶ γλῶσσαν, καὶ τὰ ἄλλα πάντα μετὰ τὴν διάλυσιν τοῦ συγκρίματος τὴν Γραφὴν λέγειν ὑπονοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Εἰ οὖν τὰ καθ᾽ ἕκαστον ἀπάγει τὸν νοῦν τῆς σωματικῆς περὶ τοῦ διηγήματος ὑπολήψεως, εἰκὸς δήπου καὶ τὸν μνημονευθέντα νῦν ᾅδην μὴ τόπον τινὰ οὕτως ὀνομαζόμενον οἴεσθαι, ἀλλά τινα κατάστασιν ζωῆς ἀειδῆ καὶ ἀσώματον, ᾗ τὴν ψυχὴν ἐμβιοτεύειν παρὰ τῆς Γραφῆς ἐκδιδασκόμεθα. Ἀλλὰ καὶ ἕτερον ἐν τῷ κατὰ τὸν πλούσιον καὶ πτωχὸν διηγήματι δόγμα μανθάνομεν, ὃ πολλὴν ἔχει πρὸς τὰ ἐξητασμένα τὴν οἰκειότητα. Ἐποίησεν ἐκεῖνον τὸν ἐμπαθῆ καὶ φιλόσαρκον, ἐπειδὴ τὸ ἄφυκτον εἶδε τῆς παρ᾽ ἑαυτοῦ συμφορᾶς, φροντίδα τῶν ὑπὲρ γῆς αὐτῷ κατὰ τὸ γένος προσεκτῶν ἔχειν, καὶ τοῦ Ἀβραὰμ εἰπόντος μὴ ἀπρονόητον εἶναι τῶν ἐν σαρκὶ ζώντων βίον, ἀλλὰ κατ᾽ ἐξουσίαν προκεῖσθαι αὐτοῖς τὴν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν χειραγωγίαν· ἔτι παραμένειν προσλιπαροῦντα τὸν δίκαιον, ὅπως ἂν ἐκ τοῦ παραδόξου πιθανὸν αὐτοῖς τὸ κήρυγμα γένοιτο, ὑπό τινος ἐκ τῶν νεκρῶν ἀναβεβιωκότος καταγγελλόμενον. Γ. Τί οὖν, εἶπον, ἐν τούτοις ἐστὶ τὸ δόγμα; —Μ.

Ἐπειδὴ, φησὶ, τοῦ μὲν Λαζάρου πρὸς τοῖς παροῦσιν ἄσχολός ἐστιν ἡ ψυχὴ, καὶ πρὸς οὐδὲν τῶν καταλειφθέντων ἑαυτὴν ἐπιστρέφει, ὁ δὲ πλούσιος οἱονεὶ ἰξῷ τινι τῇ σαρκίνῃ ζωῇ καὶ μετὰ θάνατον ἔτι προσίσχεται, ἣν οὐδὲ παυσάμενος τοῦ ζῇν καθαρῶς ἀπεδύσατο, ἀλλ᾽ ἔτι αὐτῷ διὰ φροντίδος ἐστὶν ἡ σὰρξ καὶ τὸ αἷμα (δι᾽ ὧν γὰρ τοὺς κοινωνοῦντας αὐτῷ τοῦ γένους ἐξαιρεθῆναι τῶν κακῶν δεῖται, δῆλός ἐστι μήπω τῆς σαρκικῆς ἐκλυθεὶς προσπαθείας), ἐκ τούτων, φησὶ, τῶν διηγημάτων οἰόμεθα τοῦτο δογματίζειν τὸν Κύριον, τὸ δεῖν ὅτι μάλιστα τοὺς ἐν σαρκὶ βιοτεύοντας, διὰ τῆς κατὰ ἀρετὴν ζωῆς, χωρίζεσθαί πως καὶ ἀπολύεσθαι τῆς πρὸς αὐτὴν σχέσεως, ἵνα μετὰ τὸν θάνατον μὴ πάλιν ἄλλου θανάτου δεώμεθα, τὰ λείψανα τῆς σαρκώδους κόλλης ἀποκαθαίροντος· ἀλλὰ καθάπερ δεσμῶν τὴν ψυχὴν περιῤῥαγέντων, κοῦφος αὐτῇ καὶ ἄνετος ὁ πρὸς τὸ ἀγαθὸν γένηται δρόμος, οὐδεμιᾶς αὐτὸν σωματικῆς ἀλγηδόνος πρὸς ἑαυτὴν ἀφελκούσης.

Ὡς εἴ τις ὅλος δι᾽ ὅλων ἀποσαρκωθείη τῇ διανοίᾳ, πᾶσαν ψυχῆς κίνησίν τε καὶ ἐνέργειαν ἐν τοῖς θελήμασι τῆς σαρκὸς ἀσχολῶν, ὁ τοιοῦτος οὐδὲ τῆς σαρκὸς ἔξω γενόμενος τῶν κατ᾽ αὐτὴν παθημάτων χωρίζεται, καθάπερ οἱ ἐπὶ πλέον ἐνδιατρίψαντες τοῖς δυσωδεστέροις τῶν τόπων, οὐδὲ εἰ πρὸς τὸν εὔπνουν ἀέρα μετέλθοιεν καθαρεύουσι τῆς ἀηδείας, ἢν διὰ τῆς χρονιωτέρας ἐν αὐτῇ διαγωγῆς ἀναμίξαντο· οὕτως οὐδὲ πρὸς τὸν ἀηδῆ καὶ ἄβλεπτον βίον τῆς μεταβολῆς γενομένης, δυνατὸν ἂν εἴη τοὺς φιλοσάρκους μὴ ἀφέλκεσθαί τι πάντως τῆς σαρκικῆς δυσωδίας, δι᾽ ὧν πλέον αὐτοῖς ἡ ὀδύνη βαρύνεται, ὑλωδεστέρας ἐκ τοιαύτης περιστάσεως τῆς ψυχῆς γινομένης. Δοκεῖ δέ πως πρὸς τοιαύτην ὑπόληψιν συνᾴδειν ὃ παρά τινων λέγεται, πολλάκις ὁρᾶσθαι τὰς περὶ τῶν σωμάτων θέσεις, σκιοειδῆ τινα τῶν κατοιχομένων φαντάσματα. Εἰ γὰρ τοῖόν τι γίνεται, οὕτως ἐλέγχεται τῆς ψυχῆς ἡ πέρα τοῦ δέοντος γινομένη νῦν πρὸς τὸν σαρκώδη βίον προσπάθεια, ὡς μηδὲ ἐξωσθεῖσαν τῆς σαρκὸς καθαρῶς αὐτὴν ἐθέλειν ἀφίπτασθαι, μηδὲ συγχωρεῖν τὴν παντελῆ γίνεσθαι πρὸς τὸ ἀειδὲς τοῦ σχήματος μεταποίησιν, ἀλλὰ παραμένειν ἔτι τῷ εἴδει μετὰ τὸ λυθῆναι τὸ εἶδος, καὶ ἔξω γενομένην ἤδη τούτου πόθῳ τοῖς τῆς ὕλης ἐπιπλανᾶσθαι τόποις, καὶ περὶ αὐτοὺς ἀναστρέφεσθαι. Γ.