Ὄψει γὰρ τοῦτο τὸ σωματικὸν περιβόλαιον τὸν νῦν διαλυθὲν τῷ θανάτῳ ἐκ τῶν αὐτῶν πάλιν ἐξυφαινόμενον, οὐ κατὰ τὴν παχυμερῆ ταύτην καὶ βαρεῖαν κατασκευὴν, ἀλλ᾽ ἐπὶ τὸ λεπτότερόν τε καὶ ἀερῶδες μετακλωσθέντος τοῦ νήματος, ὥστε σοι καὶ παρεῖναι τὸ ἀγαπώμενον, καὶ ἐν ἀμείνονι καὶ ἐρασμιωτέρῳ κάλλει πάλιν ἀποκαθίστασθαι. —Γ. Ἀλλ᾽ ἔοικέ πως, εἶπον, ἐξ ἀκολουθίας ἡμῖν τὸ δόγμα τῆς ἀναστάσεως ἐπεισεληλυθέναι τῷ λόγῳ, ὅ μοι δοκεῖ ἰδεῖν ἀληθὲς μὲν καὶ πιστὸν ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας, ἵνα μὴ ἀμφιβάλλῃ· ἐπειδὴ πῶς ἡ ἀσθένεια τῆς ἀνθρωπίνης διανοίας, τοῖς χωρητοῖς ἡμῖν λογισμοῖς, μᾶλλον πρὸς τοιαύτην πίστιν ἐπιστηρίζεται, καλῶς ἂν ἔχοι μηδὲ τοῦτο τὸ μέρος παραδραμεῖν ἀθεώρητον. Τί οὖν χρὴ λέγειν, περισκεψώμεθα. Μ. Καὶ ἡ διδάσκαλος, Οἱ μὲν ἔξω, φησὶ, τῆς καθ᾽ ἡμᾶς φιλοσοφίας ἐν διαφόροις ὑπολήψεσιν, ἄλλος ἄλλως μέρει τινὶ τοῦ κατὰ τὴν ἀνάστασιν ἐφήψαντο δόγματος, οὔτε δι᾽ ἀκριβείας τοῖς ἡμετέροις συνενεχθέντες, οὔτε πάντη τῆς τοιαύτης ἀποσφαλέντες ἐλπίδος, Τινὲς μὲν γὰρ ὑβρίζουσι τῇ κοινότητι τὸ ἀνθρώπινον, τὴν αὐτὴν ἀνὰ μέρος ἀνθρώπου τε καὶ ἀλόγου ψυχὴν διοριζόμενοι γίνεσθαι, μετενδυομένην τὰ σώματα, καὶ πρὸς τὸ ἀρέσκον ἀεὶ μεταβαίνουσαν, ἢ πτηνὸν, ἢ ἔνυδρον, ἢ χερσαῖόν τι ζῶον γινομένην μετὰ τὸν ἄνθρωπον, καὶ πάλιν ἀπὸ τούτων πρὸς τὴν ἀνθρωπίνην ἐπανιέναι φύσιν.