Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ θεότητος κατὰ Εὐαγρίου

Γρηγόριος ὁ Νύσσης

Η δύναμη της πίστεως, ο έλεγχος των ερίδων και το ασύλληπτο της θείας φύσεως

Προβάλλεται ο πνευματικός βίος και η εξουσία των ασκητών που πηγάζει από την πίστη, ενώ ελέγχονται όσοι εγκαταλείπουν την ειρήνη για να περιεργαστούν λογικά την απερίγραπτη θεία φύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Ἐρεῖ τις ἴσως ὅτι τότε συνήργει τοῖς ἀποστόλοις τὰ ἐκ τῶν ἔργων θαύματα καὶ τὸ ἀξιόπιστον ὁ λόγος διὰ τῶν χαρισμάτων εἶχε· φημὶ κἀγὼ μεγάλην εἶναι πρὸς τὸ πείθειν ῥοπὴν τὴν ἐκ τῶν ἔργων ἰσχύν. νυνὶ δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι; ἢ οὐχ ὁρᾷς τὰ ὅμοια τῆς πίστεως θαύματα; οἰκειοῦμαι γὰρ τῶν ὁμοδούλων ἡμῶν τὰ κατορθώματα, οἳ τῷ αὐτῷ πνεύματι στοιχοῦντες ἐν τῇ δυνάμει τῶν ἰάσεων μαρτυροῦσι τῇ ἀληθείᾳ τοῦ λόγου ἄνδρες ἐξ ὑπερορίας ἥκοντες, πολῖται τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ ἐκ Μεσοποταμίας ὁρμώμενοι, ἐξελθόντες καὶ οὗτοι ἐκ τῆς γῆς καὶ τῆς συγγενείας αὐτῶν καὶ τοῦ κόσμου παντός, πρὸς τὸν οὐρανὸν βλέποντες, ἐκδημοῦντες τρόπον τινὰ τῆς ἀνθρωπίνης ζωῆς, ἄνω τῶν τῆς φύσεως παθημάτων ἱστάμενοι, τοσοῦτον ἐφαπτόμενοι τῆς ζωῆς ταύτης ὅσον ἐπάναγκες, τῷ δὲ πλείονι μέρει ταῖς ἀσωμάτοις συμμετεωροποροῦσι δυνάμεσι, γηραιοὶ τὸ εἶδος, σεμνοὶ προσιδεῖν, πολιᾷ στίλβοντες, σιωπῇ κατησφαλισμένοι τὰ στόματα, λογομαχεῖν οὐκ εἰδότες, συζητεῖν οὐ μαθόντες. τοσαύτην ἔχουσι κατὰ τῶν πνευμάτων τὴν ἐξουσίαν ὡς προστάγματι μόνῳ τὸ δοκοῦν κατεργάζεσθαι καὶ ὑποχωρεῖν τὰ δαιμόνια οὐ συλλογισμῶν τέχναις ἀλλ᾽ ἐξουσίᾳ τῆς πίστεως, οὐκ εἰς ἀπορίαν ἀντιφάσεως περιαγόμενα ἀλλ᾽ εἰς τὸ σκότος τὸ ἐξώτερον ἀπελαυνόμενα. οὕτως οἶδεν ὁ Χριστιανὸς συλλογίζεσθαι, ταῦτα τῆς πίστεως ἡμῶν τὰ κατορθώματα.

διὰ τί οὖν οὐ πείθομεν, εἰ πλεονάζει τῶν ἰαμάτων ἡ χάρις, εἰ περισσεύει ἡ διδασκαλία τοῦ λόγου, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται; διὰ τί οὐ γίνεται ἡ τῶν σῳζομένων προσθήκη; καὶ μή μέ τις ὑπονοείτω μικρὰν τὴν παροῦσαν ἡγεῖσθαι χάριν· ὁρῶ κομῶσαν τὴν ἄμπελον εὐθηνουμένην ταῖς κληματίσι καὶ τῷ καρπῷ πλεονάζουσαν, ὁρῶ κυμαινομένην τῷ πλήθει τῶν ἀσταχύων τὴν ἄρουραν· βαθὺ τὸ λήιον, ἁδρὸν τὸ δράγμα, πολὺς ὁ σπόρος. ἀλλὰ τί πάθω; ἀπλήρωτον ἔχων ἐν τοῖς τοιούτοις τὴν φύσιν τῷ πάθει τῶν φιλοπλούτων κατέχομαι. οὐδεὶς περιουσίας ὅρος τὴν ἐπιθυμίαν ἵστησι· τὸ ἀεὶ προσγινόμενον πρὸς τὸ πλέον ἐρεθίζει τὴν ὄρεξιν ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας γινόμενον. εὐφραίνει με τὰ ὁρώμενα καὶ λυπεῖ τὰ μὴ ὁρώμενα, τοῖς παροῦσιν ἀγάλλομαι καὶ τοῖς ἀποῦσιν ἀλγύνομαι. καινόν τι πάθος ἐκ τῶν ἐναντίων σύμμικτον τὴν ψυχὴν περιέχει ἡδονῆς πρὸς λύπην συγκεκραμένης. ἐὰν πρὸς ὑμᾶς ἀναβλέψω, ὑμῖν ἐπαναπαύω τὸν πόθον, ἐὰν τὸ λεῖπον λογίσωμαι, οὐκ ἔχω ὅπως 〈οὐ〉 στενάξω τὴν συμφοράν· καὶ γὰρ ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾶν τοῦ κυρίου καὶ ἐπὶ τῇ εἰρήνῃ τῆς ἐκκλησίας εὐφραίνεσθαι οὐσίας τινὰς τεχνολογοῦσι καὶ μεγέθη καταμετροῦσιν υἱὸν πατρὶ παραμετροῦντες καὶ τὸ περισσότερον τοῦ μέτρου τῷ πατρὶ χαριζόμενοι.

τίς 〈ἂν〉 εἴποι αὐτοῖς ὅτι τὸ ἄποσον οὐ μετρεῖται, τὸ ἀειδὲς οὐ δοκιμάζεται, τὸ ἀσώματον οὐ σταθμίζεται, τὸ ἀόριστον οὐ συγκρίνεται, τὸ μὴ συγκρινόμενον τὸν τοῦ πλείονος καὶ ἐλάττονος οὐκ ἐπιδέχεται λόγον; ἐκ γὰρ τῆς τῶν περάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον ἐπιγινώσκομεν, οὗ δὲ τέλος ἄληπτον, τούτου τὸ πλεονάζον ἀνεπινόητον. ἤκουσα τοῦ ὑποψάλματος, ὃ κοινῇ πάντες ὑμνολογοῦντες ἐπῄειμεν· Μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. τί οὖν τοῦτό ἐστιν; ἀρίθμησον τὰ εἰρημένα καὶ νοεῖς τὸ μυστήριον. Μέγας ὁ κύριος, οὐκ εἶπε πόσον μέγας (οὐδὲ γὰρ ἦν δυνατὸν εἰπεῖν τὸ πόσον), ἀλλὰ τῷ ἀορίστῳ τῆς σημασίας ἐπὶ τὸ ἄπειρον ὁδηγεῖ τὴν διάνοιαν. ὁμοίως, Μεγάλη, φησίν, ἡ ἰσχὺς αὐτοῦ, ἰσχὺν δὲ ἀκούσας τὴν δύναμιν νόησον.