Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς θεότητος τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή και έλεγχος της σύγχρονης θεολογικής φλυαρίας

Προοίμιο με αναφορά στον πλούτο της Γραφής, κριτική της αυθαίρετης θεολογίας της εποχής με παράδειγμα το κήρυγμα του Αποστόλου Παύλου στην Αθήνα, και παραλληλισμός των αιρετικών με την αρχαία φιλοσοφία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΘΕΟΤΗΤΟΣ ΥΙΟΥ ΚΑΙ ΠΝΕΥΜΑΤΟΣ ΛΟΓΟΣ Καὶ ἐγκώμιον εἰς τὸν δίκαιον Ἀβραάμ. Οἷόν τι πάσχουσι πρὸς τοὺς πολυανθεῖς τῶν λειμώνων οἱ τῶν τοιούτων φιλοθεάμονες, οἷς οὐ πρὸς ἕν τι τῶν φαινομένων διὰ τὸ τῆς ὥρας ὁμότιμον ὁ ὀφθαλμὸς ἐπερείδεται, ἀλλ᾽ ἐπὶ πάντα ταῖς ἐπιθυμίαις χεόμενοι τῷ μηδενὸς ἐθέλειν διαμαρτεῖν, πολλάκις τοῦ παντὸς ἀποπίπτονται· τοιοῦτόν τι πέπονθε κἀμοῦ ἡ διάνοια πρὸς τὸν λειμῶνα τῆς Γραφῆς ἀποβλέποντος.

Τὸ γὰρ ποικίλον τῆς ὥρας τῶν νοημάτων ὁμοτίμως ἐπὶ πάντα τὴν ψυχὴν ἐφελκόμενον, ἀστατεῖν ποιεῖ τὴν ἐπιθυμίαν, τῷ μὴ δύνασθαι ῥᾳδίως εὑρεῖν ἐν τοῖς ὁμοτίμοις τὸ προτιμότερον. Ἰδοὺ γὰρ πῶς ὑπολάμπει διὰ τοῦ μεγάλου Δαβὶδ τῆς προφητείας τὰ ἄνθη· οἷον δὲ ἄνθος ὁ θεῖος Ἀπόστολος τῆς τοῦ παραδείσου γεωργίας ὑποσημαίνων τὸ κάλλος, καὶ πολλὴν ἀποπνέων τοῦ Χριστοῦ τὴν εὐωδίαν! Τῶν δὲ εὐαγγελικῶν λειμώνων τὸ κάλλος τίς ἂν ὑπεξέλθοι λόγος ἀνθρώπινος;

Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν ἐν καιρῷ μνησθῆναι τῆς παροιμιακῆς ἐπαινέσεως, καὶ ζηλῶσαι τὴν μέλισσαν· ἥν φησιν ἡ Γραφὴ τῇ ῥώμῃ μὲν εἶναι ἀσθενῆ (οὐ γὰρ ὤφθη ποτὲ ὅλον δρεψαμένη τὸ ἄνθος, καὶ ὑπὲρ νῶτον ἐπὶ σίμβλα κομίζουσα), ἀλλὰ τὸ λεπτὸν καὶ χνοῶδες τῆς ἐν τῷ μέσῳ κόμης ἐκτιναχθὲν διὰ τῶν πτερύγων ταῖς ἀγκύλαις ὑπολαβοῦσα, δι᾽ ἐκείνων ἐργάζεται τὴν σοφὴν ἐργασίαν ἐκείνην, ταῖς ἓξ ἀγκύλαις ἰσαρίθμους γωνίας εἰς ὄρθιον ἀνεγείρουσα, καὶ διὰ μέσου τῇ λειότητι τῶν πτερύγων, οἷόν τισιν ἀλοιφαῖς, τοὺς λεπτοὺς ἐκείνους καὶ ὑμενώδεις [σ]τοίχους ἐπιλεαίνουσα. Εἰ δὲ μέλλοι καὶ ὁ ἡμέτερος λόγος βασιλεῦσί τε καὶ ἰδιώταις, καθώς φησιν ὁ Σολομὼν, εἰς ὑγίειαν ἐπιτήδειος γίνεσθαι, εὐχῇ τὴν χάριν ἐπισπασώμεθα ἐγώ τε καὶ ὑμεῖς παραπλησίως.

Κοινὸν γὰρ τὸ κέρδος, μᾶλλον δὲ τὸ πλέον ὑμέτερον· ἐπείπερ τὸ λαβεῖν τι καλὸν τοῦ παρασχεῖν τι κερδαλεώτερον. Ἀπαγορεύει τὸ Εὐαγγέλιον παλαιοῖς ἀσκοῖς οἶνον νέον ἐναποτίθεσθαι· τάχα πρὸς τὸν παρόντα καιρὸν βλέπει τὸ αἴνιγμα. Ὁ γὰρ νεοθλιβὴς οἶνος, διὰ τὴν φυσικῶς ἐγγινομένην τοῦ ὑγροῦ ζέσιν, Πνεύματος πλήρης ἐστὶ, διὰ τῆς φυσικῆς κινήσεως ἐξαφρίζων τὸν ἰλυώδη ῥύπον ἀφ᾽ ἑαυτοῦ. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶ, κατά γε τὸν ἐμὸν λόγον, ἢ ἡ περὶ τοῦ ἁγίου Πνεύματος διδασκαλία, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι Τῷ Πνεύματι ζέοντες, ἣν οἱ σαθροί τε καὶ διεῤῥυηκότες ἀσκοὶ, καὶ ὑπὸ τῆς ἀπιστίας πεπαλαιωμένοι οὐ στέγουσιν, ἀλλὰ περιῤῥήγνυνται τῇ μεγαλοφυΐᾳ τοῦ δόγματος. Διὰ τοῦτο ἐάν τι ὑψηλὸν αὐτοῖς ἐκ διδασκαλίας ἐγγένηται νόημα, σχίζονται περὶ τὸν ὄγκον τοῦ δόγματος· καὶ αὐτοί γε ἀχρειοῦνται διὰ τοῦ ῥήγματος, τήν τε τοῦ Πνεύματος χάριν εἰκῆ ῥέειν παρασκευάζουσιν. Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, καθώς φησιν ἡ Γραφή.

Μᾶλλον δὲ συγχωρήσατέ μοι μιμήσασθαι τὴν τῶν πενήτων συνήθειαν· ἐπεὶ κἀκείνοις σύνηθες, ὅταν ποτὲ πλουσίας ἀξιωθῶσι τραπέζης, ἀνεπαισχύντως ἐκ τῶν προτεθέντων αὐτοῖς, καὶ εἰς τὴν ὑστεραίαν ἐπισιτίζεσθαι. Κἀγὼ τοίνυν ἐκ τῆς χθιζῆς πολυτελείας μικρόν τι προχειρισάμενος λείψανον, ἐκεῖθεν κατὰ τὴν ἐμαυτοῦ δύναμιν ὀψοποιήσω τὸν λόγον, τὰ πολλὰ τῶν σήμερον προτεθέντων τοῖς τελειοτέροις τῶν δαιτυμόνων ταμιευσάμενος. Τί τοίνυν ἦν τὸ τῆς χθιζῆς πανδαισίας ἄβρωτόν τε καὶ ἀκατέργαστον;

Ἡ τῶν ἀποστολικῶν πράξεων ἱστορία τὴν ἐν Ἀθήναις ἐπιδημίαν τοῦ Παύλου διηγήσατο ἡμῖν, πῶς εἰδωλομανοῦντος τοῦ τῇδε λαοῦ, καὶ ταῖς ἐπιβωμίοις κνίσσαις προστετηκότος, τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ μακαρίῳ παρωξύνετο Παύλῳ, οἷόν τι ῥεῦμα πλημμύρον ἐν τῇ ψυχῇ τοῦ Ἀποστόλου στενοχωρούμενον, καὶ μὴ εὑρίσκον ἐν τοῖς ἀναξίοις τὴν διέξοδον. Διὰ τοῦτο Στωϊκοῖς τε καὶ Ἐπικουρείοις συμπλέκεται, καὶ εἰς Ἄρειον καταστὰς πάγον, ἐκ τῶν συνήθων αὐτοὺς πρὸς τὴν θεογνωσίαν προσάγεται· βωμὸς γάρ ἐστιν αὐτῷ καὶ ἐπίγραμμα, τὸ τοῦ λόγου προοίμιον.

Εἰς τί τοίνυν ἐμνήσθην τοῦ ἀναγνώσματος; Ὅτι καὶ νῦν εἰσι κατ᾽ ἐκείνους τοὺς Ἀθηναίους, εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον, χθιζοί τινες καὶ πρώϊζοι ἐκ τῶν βαναύσων ἐπιτηδευμάτων ὁρμώμενοι, αὐτοσχέδιοί τινες τῆς θεολογίας δογματισταὶ, τάχα τινὲς οἰκέται καὶ μαστιγίαι, καὶ τῶν δουλικῶν διακονημάτων δραπέται, σεμνῶς ἡμῖν περὶ τῶν ἀλήπτων φιλοσοφοῦσιν. Οὐκ ἀγνοεῖτε πάντως, πρὸς τίνας ὁ λόγος βλέπει. Πάντα γὰρ τὰ κατὰ τὴν πόλιν τῶν τοιούτων πεπλήρωται, οἱ στενωποὶ, αἱ ἀγοραὶ, αἱ πλατεῖαι, τὰ ἄμφοδα· οἱ τῶν ἱματίων κάπηλοι, οἱ ταῖς τραπέζαις ἐφεστηκότες, οἱ τὰ ἐδώδιμα ἡμῖν ἀπεμπολοῦντες. Ἐὰν περὶ τῶν ὀβολῶν ἐρωτήσῃς, ὁ δέ σοι περὶ γεννητοῦ καὶ ἀγεννήτου ἐφιλοσόφησε· κἂν περὶ τιμήματος ἄρτου πύθοιο, Μείζων ὁ Πατὴρ, ἀποκρίνεται, καὶ ὁ Υἱὸς ὑποχείριος. Εἰ δὲ, Τὸ λουτρὸν ἐπιτήδειόν ἐστιν, εἴποις, ὁ δὲ ἐξ οὐκ ὄντων τὸν Υἱὸν εἶναι διωρίσατο.

Οὐκ οἶδα τί χρὴ τὸ κακὸν τοῦτο ὀνομάσαι, φρενῖτιν ἢ μανίαν, ἤ τι τοιοῦτον κακὸν ἐπιδήμιον, ὃ τῶν λογισμῶν τὴν παραφορὰν ἐξεργάζεται. Διὰ τοῦτό φημι πρὸς τούτους βλέπειν τὴν κατὰ τὸν Ἀπόστολον ἱστορίαν· ἃ γὰρ περὶ τῶν Ἀθηναίων ἡ Γραφὴ διεξέρχεται, ταῦτα νῦν ἔστιν ἐπὶ τούτων ἰδεῖν· μᾶλλον δὲ εἰ χρὴ τἀληθῆ λέγειν, κἀκείνων ἐστὶ τὰ κατὰ τούτους ἀσυγγνωστότερα. Οἱ μὲν γὰρ οἱονεὶ λήμῃ τινὶ τῇ περὶ τὰ εἴδωλα πλάνῃ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς κατεχόμενοι, ἰδεῖν αὐτοπροσώπως τὴν εὐσεβῆ περὶ τῶν ὄντων ἀδυνατοῦντες ἀλήθειαν· ὅμως οἷον ἐπαφῇ τινι τῶν λογισμῶν τοσοῦτον ἐνενόησαν, ὅτι οὐ πάντη καταληπτὸν τὸ Θεῖόν ἐστιν, οὐδὲ οἷον ὁ λογισμὸς οἴεται, τοιοῦτον τῇ φύσει τὸ ὑπερκείμενον. Διὸ τὸν ὄντως Θεὸν ἄγνωστον εἶναι ὁμολογήσαντες, βωμῷ καὶ γράμματι τιμῶσι τὸν ἀγνοούμενον· ὅτι γὰρ πρὸς τὸν ὄντως ὄντα Θεὸν ἔβλεπεν αὐτῶν ἡ διάνοια, μαρτυρεῖ αὐτὸς ὁ Ἀπόστολος, ἐκεῖνον καταγγέλλων αὐτοῖς τὸν Θεὸν, εἰς ὃν εὐσεβεῖν ἐκεῖνοι διὰ τῆς τοῦ βωμοῦ τιμῆς ᾤοντο.

Πῶς οὖν οὐ χαλεπώτεροι τῶν μνημονευθέντων οἱ νῦν ματαιάζοντες; οἱ μὴ συγχωροῦντες ὑπὲρ τὴν κατάληψιν αὐτῶν εἶναι τὸ Θεῖον, ἀλλ᾽ οὕτω τὸν Θεὸν γιγνώσκειν μεγαλαυχοῦντες ὡς αὐτὸς ἑαυτόν; Πῶς ἄν τις κατ᾽ ἀξίαν τὴν πήρωσιν τῶν δειλαίων καταθρηνήσειεν, οἳ τοσούτου φωτὸς τῆς ἀληθείας τὴν οἰκουμένην πᾶσαν ἐν τῇ καθ᾽ ἡμᾶς ζωῇ διὰ τῆς εὐσεβοῦς πίστεως περιλάμποντος, μόνοι πρὸς τὴν αὐγὴν ἀμβλυωποῦσιν; ἢ ἀγνοεῖτε ποῖον λέγω πλεονάζειν φῶς ἐν τῇ ἡμετέρᾳ ζωῇ; Ἀριθμήσατέ μοι τοὺς βασιλικοὺς φωστῆρας, οἳ τοῖς Εὐαγγελικοῖς ἰσάριθμοι πάντα μικροῦ δεῖν τὸν κόσμον διαλαβόντες, δι᾽ εἰρήνης καὶ εὐσεβείας καταφωτίζουσιν· ὅτε μιμεῖται ὁ Θεὸς, ὁ τοῦ παντὸς ποιητὴς, τὴν πρώτην τῆς κοσμογενείας θαυματουργίαν, οὐ μόνον τὸν μέγαν φωστῆρα εἰς τὴν τῶν ὁρωμένων τάξας ἀρχὴν, ἀλλὰ καὶ συμπαραζεύξας αὐτῷ καὶ τὸν ἐλάσσω φωστῆρα, τὸν ταῖς πατρικαῖς ἀκτῖσι συμπαραλάμποντα.

Εἶτα τοιούτων ἡμῖν ἐν τῷ κοινῷ τῶν ἀγαθῶν προκειμένων, ὥσπερ ὑπὸ δαιμόνων πληγῆς ἐνθουσιῶντες, ἀναιδῶς πρὸς τὴν ἀλήθειαν τῶν δογμάτων ἀντικαθίστανται, κατὰ τοὺς Στωϊκούς τε καὶ Ἐπικουρείους ἐκείνους, πρὸς οὓς ὁ Παῦλος παρ᾽ Ἀθηναίοις συμπλέκεται; Καὶ ἵνα μὴ νομίσητε κατατρέχειν ἐν συκοφαντίᾳ τὸν λόγον, αὐτὰ τὰ δόγματα τῶν μνημονευθέντων ἐπισκοπήσωμεν· Ὑλικὸν τοῖς Στωϊκοῖς τὸ Θεῖον εἶναι ὑπονοεῖται, κτιστὸν καὶ οὗτοι τὸν μονογενῆ Υἱὸν εἶναι κατασκευάζουσιν. Ἴστε δὲ πάντως, ὅση ἐστὶ τοῦ κτιστοῦ πρὸς τὸ ὑλικὸν ἡ συγγένεια.

Πάλιν τοῖς Ἐπικουρείοις οὐδὲν ὑπερκεῖσθαι δοκεῖ τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως, ἀλλ᾽ αὐτομάτως τὰ πάντα φέρεσθαι, μηδεμιᾶς προνοίας διὰ τῶν πραγμάτων ἡκούσης· καὶ ὡς ἂν συντομώτερον εἴποιμεν τὴν πλάνην αὐτῶν, πρὸς ἀθεΐαν αὐτοῖς βλέπει τὰ δόγματα. Σκοπήσωμεν τοίνυν εἰ μὴ μιμηταὶ τῶν Ἐπικουρείων οἱ τὸν Υἱὸν ἀθετοῦντες εἰσί. Καὶ μηδεὶς ἀνθυπενέγκῃ τῷ λόγῳ, ὅτι Ἐπίκουρος οὐδὲ τὸν Πατέρα οἶδεν, οὐδὲ ὁμολογεῖ αὐτοῦ τὴν θεότητα, καὶ πῶς κατὰ τὸ ἴσον ἀσεβοῦσιν οὗτοι, οἱ μὴ ἀθετοῦντες τοῦ Πατρὸς τὴν θεότητα;

Μικρὸν γὰρ ἐπισχὼν, εὑρήσεις καὶ τὸν Ἀνόμοιον ἄλλον Ἐπίκουρον. Οὑτωσὶ δὲ σκοπήσωμεν· Ἀπαύγασμα τῆς δόξης εἶπε τὸν Υἱὸν ὁ Ἀπόστολος, καὶ χαρακτῆρα τῆς ὑποστάσεως, καὶ δύναμιν Θεοῦ καὶ σοφίαν, καὶ ὅσα τοιαῦτα· ὧν ἕκαστον καθάπερ ἐν συζυγίαις τισὶν ἀναγκαίαις, οὐδὲν ἀφ᾽ ἑαυτοῦ καταμόνας νοεῖται, ἀλλὰ συνημμένως ἀμφότερα, καὶ μετ᾽ ἀλλήλων καταλαμβάνεται. Τὸ γὰρ ἀπαύγασμα πάντως τινός ἐστιν ἀπαύγασμα, καὶ ὁ χαρακτὴρ, τινὸς χαρακτὴρ πάντως ἐστίν. Ὥσπερ τοίνυν οὐκ ἂν ἀπαύγασμα εἴη τὸ φῶς, μὴ οὔσης τῆς καταυγαζούσης αἰτίας, οὕτως ἡ ἀπαυγάζουσα φύσις οὐκ ἂν καθ᾽ ἑαυτὴν νοηθείη, μὴ συνεπινοουμένου τοῦ ἀπαυγάσματος.