Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῶν ἀποθανόντων οὐ δεῖ πενθεῖν

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή: Το ζήτημα του πένθους και ο προσδιορισμός του αληθινού αγαθού

Ορισμός του απόλυτου αγαθού έναντι της σχετικότητας των φυσικών στοιχείων και η απόδειξη ότι η παρούσα βιολογική ζωή δεν ταυτίζεται με αυτό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 8

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΕΙΣ ΤΟΥΣ ΚΟΙΜΗΘΕΝΤΑΣ Οἱ τὴν ἀναγκαίαν τῆς φύσεως ἡμῶν ἀκολουθίαν ἐν τοῖς ἐξιοῦσιν ἀπὸ τοῦ βίου συμφορὰν ποιούμενοι καὶ βαρυπενθοῦντες ἐπὶ τοῖς μεθισταμένοις ἀπὸ τοῦ τῇδε βίου πρὸς τὸν νοερὸν καὶ ἀσώματον οὔ μοι δοκοῦσιν ἐπεσκέφθαι τὴν ζωὴν ἡμῶν ἥτις ἐστίν, ἀλλὰ τὸ τῶν πολλῶν πάσχειν, οἳ διά τινος ἀλόγου συνηθείας τὸ παρὸν αὐτοῖς ὡς καλὸν ἀγαπῶσιν, οἷον δ᾽ ἂν εἴη. καίτοι γε τὸν λόγῳ καὶ διανοίᾳ τῆς ἀλόγου φύσεως προτεταγμένον πρὸς τοῦτο μόνον τὴν ῥοπὴν ἔχειν προσῆκεν, ὃ τῇ τοῦ λόγου κρίσει καλόν τε καὶ αἱρετὸν ἀναφαίνεται, καὶ μὴ τοῦτο πάντως αἱρεῖσθαι, ὅπερ ἂν αὐτοῖς ἐκ συνηθείας τινὸς καὶ ἀκρίτου προσπαθείας ἡδύ τε καὶ καταθύμιον φαίνηται. διό μοι δοκεῖ καλῶς ἔχειν ἐπινοίᾳ τινὶ τῆς πρὸς τὸ σύνηθες αὐτοὺς διαθέσεως ἀποστήσαντα μεταγαγεῖν ὡς ἔστι δυνατὸν ἐπὶ τὴν ἀμείνω τε καὶ πρέπουσαν τοῖς λελογισμένοις διάνοιαν. οὕτω γὰρ ἂν ἐξορισθείη τῆς ἀνθρωπίνης ζωῆς ἡ σπουδαζομένη περὶ τὰ πάθη τοῖς πολλοῖς ἀλογία. γένοιτο δ᾽ ἂν ἡμῖν ἀκόλουθος ἡ τοῦ λόγου σπουδὴ πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν, εἰ πρῶτον μὲν τὸ ἀληθῶς ἀγαθὸν οἷόν ἐστιν ἐξετασθείη, ἔπειτα δὲ τὸ ἴδιον τῆς ἐν σώματι ζωῆς θεωρήσαιμεν, πρὸς τούτοις δὲ εἰ διὰ συγκρίσεως ἀντιπαρατεθείη τοῖς παροῦσι τὰ δι᾽ ἐλπίδος ἡμῖν ἀποκείμενα.

οὕτω γὰρ ἂν προέλθοι πρὸς τὸν σκοπὸν τοῦ λόγου ἡ θεωρία, ὥστε μετατεθῆναι τῶν πολλῶν ἀπὸ τοῦ συνήθους ἐπὶ τὸ καλὸν τὴν διάνοιαν. ἐπειδὴ γὰρ πᾶσιν ἀνθρώποις φυσική τις πρὸς τὸ καλὸν ἔγκειται σχέσις καὶ πρὸς τοῦτο κινεῖται πᾶσα προαίρεσις τὸν τοῦ καλοῦ σκοπὸν πάσης τῆς κατὰ τὸν βίον σπουδῆς προβαλλομένη, τούτου χάριν ἡ περὶ τὸ ὄντως καλὸν ἀκρισία τὰ πολλὰ τῶν ἁμαρτανομένων εἴωθεν ἐξεργάζεσθαι, ὡς εἴ γε πρόδηλον πᾶσιν ἦν τὸ ἀληθῶς ἀγαθόν, οὐκ ἂν ἐκείνου ποτὲ διημάρτομεν ᾧ φύσις ἡ ἀγαθότης ἐστίν, οὐδ᾽ ἂν ἑκουσίως τῇ τῶν κακῶν συνηνέχθημεν πείρᾳ, εἴπερ μὴ ἐπεκέχρωστο τὰ πράγματα διεψευσμένῃ τινὶ τοῦ καλοῦ φαντασίᾳ. οὐκοῦν πρὸ πάντων τοῦτο τῷ λόγῳ κατανοήσωμεν τί τὸ ἀληθῶς ἀγαθόν, ὡς ἂν μὴ τῇ περὶ τούτου πλάνῃ σπουδασθείη ποτὲ τὸ χεῖρον ἀντὶ τοῦ κρείττονος. φημὶ τοίνυν χρῆναι καθάπερ ὅρισμόν τινα καὶ χαρακτῆρα τοῦ ζητουμένου προϋποθέσθαι τῷ λόγῳ, δι᾽ οὗ γένοιτ᾽ ἂν ἡμῖν ἀσφαλὴς ἡ τοῦ καλοῦ κατανόησις.

Τίς οὖν ὁ χαρακτὴρ τῆς ἀληθινῆς ἀγαθότητος; τὸ μὴ μόνον πρός τι τὸ ὠφέλιμον ἔχειν μηδὲ κατὰ καιρούς τινας ἢ ἐπωφελὲς ἢ ἄχρηστον φαίνεσθαι μηδέ τινι μὲν εἶναι καλὸν ἑτέρῳ δὲ οὐ τοιοῦτον, ἀλλ᾽ ὅπερ καὶ ἐφ᾽ ἑαυτοῦ κατὰ τὴν ἰδίαν φύσιν ἐστὶ καλὸν καὶ παντὶ καὶ πάντοτε ὡσαύτως ἔχει. οὗτός ἐστι κατά γε τὴν ἐμὴν κρίσιν τῆς τοῦ καλοῦ φύσεως ὁ χαρακτὴρ ἀπλανής τε καὶ ἀδιάψευστος. ὃ γὰρ μήτε πᾶσι μήτε πάντοτε μήτε ἐφ᾽ ἑαυτοῦ δίχα τῆς ἔξωθεν περιστάσεώς ἐστι καλόν, οὐκ ἂν κυρίως ἐν τῇ τοῦ καλοῦ κρίνοιτο φύσει. διόπερ πολλοὶ τῶν ἀνεξετάστως προσεχόντων τοῖς οὖσιν ἐν τοῖς τοῦ κόσμου στοιχείοις εἶναι τὸ καλὸν ἐφαντάσθησαν, ὧν οὐδὲν εὕροι τις ἂν διεξετάζων καὶ ἐφ᾽ ἑαυτοῦ καὶ πάντοτε καὶ παντὶ καλὸν εὑρισκόμενον. μέμικται γὰρ τῷ ἀφ᾽ ἑκάστου τούτων χρησίμῳ καὶ ἡ πρὸς τὸ ἐναντίον ἐνέργεια.

οἷον τὸ ὕδωρ σωτήριον μὲν τοῖς ἐν αὐτῷ τρεφομένοις ἐστὶν ὀλέθριον δὲ τοῖς χερσαίοις, εἰ ἐπικλύσειεν· ὡσαύτως δὲ καὶ ὁ ἀὴρ τοῖς μὲν ἐν αὐτῷ ζῆν πεφυκόσιν ἐστὶ σωτήριος, τοῖς δὲ τὸν ἔνυδρον εἰληχόσι βίον φθαρτικὸς εὑρίσκεται καὶ ὀλέθριος, ὅταν ἐν αὐτῷ τι γένηται τῶν ὑποβρυχίων· οὕτω καὶ τὸ πῦρ πρός τι χρήσιμον ἡμῖν γινόμενον φθαρτικόν ἐστιν ἐν τοῖς πλείοσι, καὶ αὐτὸν δὲ τὸν ἥλιον εὕροι τις ἂν οὔτε παντὶ οὔτε πάντοτε οὔτε κατὰ πάντα καλὸν τοῖς μετέχουσιν· ἔστι γὰρ ἐν οἷς καὶ σφόδρα γίνεται βλαπτικὸς ὑπερζέων τε τοῦ καθήκοντος μέτρου καὶ ξηραίνων ἐν ἀμετρίᾳ τὸ ὑποκείμενον καὶ νοσώδεις αἰτίας πολλάκις ἐξεργαζόμενος καὶ τοῖς ἐμπαθεστέροις τῶν ὀφθαλμῶν προσεπιτρίβων τὴν νόσον καὶ διὰ τῆς σήψεως τῶν ὑγρῶν βλαβερά τε καὶ ἀηδῆ τινα ζωογονῶν ἐν τῇ κατεφθαρμένῃ τῶν ὑγρῶν σηπεδόνι. οὐκοῦν καθὼς εἴρηται μόνον ἐκ πάντων ὡς καλὸν προαιρεῖσθαι χρὴ ὃ πάντοτε καὶ πᾶσιν ὁμοίως ἐν τῇ τοῦ καλοῦ καθορᾶται φύσει ἀεὶ τοιοῦτον ὂν καὶ οὐ πρὸς τὰς ἔξωθεν περιστάσεις μεταβαλλόμενον.

περὶ γὰρ τῶν ἄλλων ὅσα κατά τινα πρόληψιν ἀλογωτέραν καλὰ τοῖς ἀνθρώποις δοκεῖ, περὶ σῶμά τέ φημι καὶ τὰ ἔξωθεν οἷον ἰσχύς τε καὶ κάλλος καὶ γένους λαμπρότης χρήματά τε καὶ δυναστεῖαι καὶ περιφάνειαι καὶ πάντα τὰ τοιαῦτα, ὡς αὐτόθεν πᾶσιν ὄντα φανερὰ σιωπᾶν οἶμαι χρῆναι καὶ μὴ μάτην διὰ τῶν ὁμολογουμένων ὄχλον ἐπεισάγειν τῷ λόγῳ. τίς γὰρ οὐκ οἶδε τοῦ κάλλους τε καὶ τῆς δυνάμεως τὸ ὠκύμορον ἢ τῆς δυναστείας τὸ εὐμετάπτωτον ἢ τῆς δόξης τὸ ἀνυπόστατον ἢ τὴν ματαίαν πρὸς τὰ χρήματα τῶν ἀνθρώπων προσπάθειαν, παρ᾽ ὧν διὰ τὸ εὔχρουν τε καὶ τὸ σπάνιον ἐν ποιαῖς ὕλαις τὸ καλὸν ἐνομίσθη; τούτων δὲ οὕτως ἡμῖν διηρθρωμένων σκεπτέον ἂν εἴη περὶ τῆς παρούσης ζωῆς (ταύτης φημὶ δὴ τῆς διὰ σαρκὸς ἐνεργουμένης) εἴτε τοιοῦτόν ἐστιν ὡς ἐν τῷ χαρακτῆρι τοῦ καλοῦ θεωρεῖσθαι εἴτε καὶ ὡς ἑτέρως ἔχει. τὸ γὰρ εὑρισκόμενον περὶ αὐτῆς ὑπὸ τοῦ λόγου ὁδηγήσει πάντως τὴν τῶν ἐπεσκεμμένων διάνοιαν ὅπως χρὴ περὶ τὴν ἐνθένδε μετάστασιν ἔχειν.

Ἔστι τοίνυν ἡ τοῦ σώματος ἡμῶν ζωὴ πλήρωσίς τε καὶ κένωσις διχόθεν ἐνεργουμένη, ἡ μὲν διὰ βρώσεώς τε καὶ πόσεως, ἡ δὲ διὰ τῆς τοῦ ἀέρος ὁλκῆς τε καὶ ἀποποιήσεως, ὧν ἄνευ ἡ κατὰ σάρκα ζωὴ συστῆναι φύσιν οὐκ ἔχει. τότε γὰρ τοῦ ζῆν ὁ ἄνθρωπος παύεται, ὅταν ἡ τῶν ἐναντίων τούτων διαδοχὴ μηκέτι διοχλῇ τὴν φύσιν· ἵσταται γὰρ μετὰ τοῦτο καθόλου ἡ τοιαύτη ἐνέργεια οὐδενὸς τῶν ἔξωθεν ἐν τοῖς νεκρωθεῖσιν οὔτε εἰσρέοντος οὔτε ἀπογινομένου, ἀλλὰ πρὸς τὰ συγγενῆ στοιχεῖα τοῦ ἐκ τούτων συνεστηκότος σώματος διακριθέντος καὶ ἀναλύσαντος. ἠρεμεῖ τὸ λοιπὸν δι᾽ ἡσυχίας ἡ φύσις τῷ οἰκείῳ στοιχείῳ προσαναπαύσασα τὸ συγγενὲς καὶ ὁμόφυλον, τῇ γῇ τὸ γεῶδες καὶ τῷ ἀέρι τὸ ἴδιον καὶ τῷ ὑγρῷ τὸ οἰκεῖον καὶ τῷ θερμῷ τὸ κατάλληλον. μηκέτι γὰρ τοῦ ὄγκου τοῦ ἐκ τῶν ἑτερογενῶν συνεστηκότος βιαίως τε καὶ κατηναγκασμένως συμπεπλεγμένου, ἀλλὰ κατ᾽ ἐξουσίαν ἑκάστου τῶν ἐν ἡμῖν πρὸς τὴν οἰκείαν ἑστίαν ἐπανελθόντος παύεται τὸ ἀπὸ τούτου ἡ φύσις συνέχουσα βιαίως ἐν ἑαυτῇ τῶν ἀλλοφύλων τὴν συμφυΐαν. εἰ δέ τις καὶ τὸν ὕπνον καὶ τὴν ἐγρήγορσιν πρὸς τὸ τῆς ζωῆς ταύτης εἶδος μετὰ τῶν εἰρημένων παραλαμβάνοι, οὐκ ἔξω τῆς ἀληθείας τὸν λόγον ποιήσεται.

κάμνει γὰρ καὶ διὰ τούτων ἡ φύσις ἀεὶ πρὸς τὰ ἐναντία μεθελκομένη καὶ νῦν μὲν λυομένη τῷ ὕπνῳ πάλιν δὲ τονουμένη διὰ τῆς ἐγρηγόρσεως, δι᾽ ὧν ἀμφοτέρων πρὸς τὸ κενοῦσθαι καὶ πληροῦσθαι παρασκευάζεται. εἰ τοίνυν πλήρωσίς τε καὶ κένωσις τῆς ζωῆς ἡμῶν ἐστι τὸ ἰδίωμα, καλῶς ἂν ἔχοι τὸν προρρηθέντα περὶ τῆς τοῦ καλοῦ κρίσεως χαρακτῆρα νῦν ἀντεξετάσαι τοῖς τῆς ζωῆς ἰδιώμασιν, ὥστε κατιδεῖν εἴτε τὸ ἀληθινόν ἐστιν ἀγαθὸν ἡ ζωὴ αὕτη εἴτε καὶ ἄλλο παρὰ τοῦτο. ὅτι μὲν οὖν καθ᾽ ἑαυτὴν ἡ πλήρωσις οὐκ ἂν εἰκότως ἐν τῇ τοῦ καλοῦ φύσει κριθείη, πᾶσι δῆλον τὸ τοιοῦτόν ἐστιν ἐκ τοῦ καὶ τὸ ἐναντίον αὐτῇ (λέγω δὲ τὸ κενοῦσθαι) καλὸν εἶναι νομίζεσθαι. ἐπὶ γὰρ τῶν ἀλλήλοις ἐκ τοῦ ἐναντίου ἀντικαθεστηκότων οὐκ ἔστι δυνατὸν τὸν τοῦ καλοῦ λόγον ἐπίσης τοῖς ἀντικαθεστῶσιν ἁρμόζεσθαι, ἀλλ᾽ εἰ τοῦτο καλὸν εἴη κατὰ τὴν ἑαυτοῦ φύσιν, τὸ ἀντικείμενον αὐτῷ πάντως ἔσται κακόν. ἀλλὰ μὴν ἐνταῦθα ἐπίσης παρ᾽ ἑκατέρου τούτων τὸ χρήσιμον ἡ φύσις ἔχει. οὐκ ἄρα τὸν τοῦ καλοῦ ὁρισμὸν δέξασθαι δυνατῶς ἔχει οὔτε ἡ πλήρωσις οὔτε ἡ κένωσις. οὐκοῦν ἄλλο τι παρὰ τὸ ἀγαθὸν ἀποδέδεικται εἶναι ἡ πλήρωσις. οὔτε γὰρ παντὶ οὔτε πάντοτε οὔτε κατὰ πᾶν εἶδος αἱρετὸν εἶναι τὸ τοιοῦτον παρὰ πάντων ὡμολόγηται.