Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῶν ἀποθανόντων οὐ δεῖ πενθεῖν

Γρηγόριος ὁ Νύσσης

Το αυτεξούσιο, η θεία οικονομία και ο καθαρμός διά του θανάτου

Ο παιδαγωγικός ρόλος των δερμάτινων χιτώνων, η αθωότητα του σώματος απέναντι στην κακή προαίρεση και η λειτουργία του θανάτου ως μέσου κάθαρσης της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 8

Ἀλλ᾽ οὔπω τὸ προκείμενον ἡμῖν ἐσαφηνίσθη διὰ τῶν εἰρημένων τοῦ ἐπεισοδίου νοήματος πρὸς ἑτέραν θεωρίαν παραγαγόντος τὸν λόγον. πάλιν τοίνυν τὸ προτεθὲν ἀναλάβωμεν ὅτι οὐκ ἀχρήστως πρὸς τὴν προσδοκωμένην τῶν ἀγαθῶν ἐλπίδα οὐδὲ ἡ τοῦ σώματος φύσις ἔχει. εἰ μὲν γὰρ ἦμεν ὅπερ ἐξ ἀρχῆς ἐγενόμεθα, οὐκ ἂν πάντως τοῦ δερματίνου χιτῶνος προσεδεήθημεν ἐπιλαμπούσης ἡμῖν τῆς πρὸς τὸ θεῖον ὁμοιώσεως. ὁ δὲ θεῖος χαρακτὴρ ὁ ἐπιφαινόμενος ἡμῖν τὸ κατ᾽ ἀρχὰς οὐ ποιὰ σχήματός τινος ἢ χρώματος ἦν ἰδιότης, ἀλλ᾽ οἷς τὸ θεῖον θεωρεῖται κάλλος τοιούτοις ἐκαλλωπίζετο καὶ ὁ ἄνθρωπος δι᾽ ἀπαθείας τε καὶ μακαριότητος καὶ ἀφθαρσίας τὴν ἐν τῷ ἀρχετύπῳ χάριν ἀπομιμούμενος. ἐπειδὴ δὲ δι᾽ ἀπάτης τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν πρὸς τὸ κτηνῶδες καὶ ἄλογον ἑκουσίως τὴν ῥοπὴν ἔσχεν ὁ ἄνθρωπος, τὸ μὲν ἄκοντας ἀποστῆσαι τοῦ χείρονος καὶ πρὸς τὸ κρεῖττον ἀναγκαστικῶς μεταθεῖναι τοῖς μὲν ἀνεξετάστοις χρήσιμον ἴσως δοκεῖ, τῷ δὲ πλάστῃ τῆς φύσεως ἀλυσιτελὲς ἐφάνη καὶ ἄδικον τὴν τοῦ μεγίστου τῶν ἀγαθῶν ζημίαν διὰ τῆς τοιαύτης οἰκονομίας ἐμποιῆσαι τῇ φύσει. ἐπειδὴ γὰρ θεοειδὴς ὁ ἄνθρωπος ἐγένετο καὶ μακάριος τῷ αὐτεξουσίῳ τετιμημένος (τὸ γὰρ αὐτοκρατές τε καὶ ἀδέσποτον ἴδιόν ἐστι τῆς θείας μακαριότητος), τὸ δι᾽ ἀνάγκης αὐτὸν ἐπί τι μεταχθῆναι βιαίως ἀφαίρεσις τοῦ ἀξιώματος ἦν.

εἰ γὰρ ἑκουσίως τὴν ἀνθρωπίνην φύσιν κατὰ τὴν αὐτεξούσιον κίνησιν ἐπί τι τῶν οὐ δεόντων ὁρμήσασαν βιαίως τε καὶ κατηναγκασμένως τῶν ἀρεσάντων ἀπέστησεν, ἀφαίρεσις ἂν ἦν τοῦ προέχοντος ἀγαθοῦ τὸ γινόμενον καὶ τῆς ἰσοθέου τιμῆς ἀποστέρησις. (ἰσόθεον γάρ ἐστι τὸ αὐτεξούσιον.) ὡς ἂν οὖν καὶ ἡ ἐξουσία μένοι τῇ φύσει καὶ τὸ κακὸν ἀπογένοιτο, ταύτην εὗρεν ἡ σοφία τοῦ θεοῦ τὴν ἐπίνοιαν τὸ ἐᾶσαι τὸν ἄνθρωπον ἐν οἷς ἐβουλήθη γενέσθαι, ἵνα γευσάμενος τῶν κακῶν ὧν ἐπεθύμησεν καὶ τῇ πείρᾳ μαθὼν οἷα ἀνθ᾽ οἵων ἠλλάξατο, παλινδρομήσῃ διὰ τῆς ἐπιθυμίας ἑκουσίως πρὸς τὴν πρώτην μακαριότητα ἅπαν τὸ ἐμπαθές τε καὶ ἄλογον ὥσπερ τι ἄχθος ἀποσκευάσας τῆς φύσεως ἤτοι κατὰ τὴν παροῦσαν ζωὴν διὰ προσοχῆς τε καὶ φιλοσοφίας ἐκκαθαρθεὶς ἢ μετὰ τὴν ἐνθένδε μετάστασιν διὰ τῆς τοῦ καθαρσίου πυρὸς χωνείας.

ὥσπερ γὰρ εἴ τις ἰατρικὸς ὢν καὶ πᾶσαν ἐπιστήμην τῶν τε σωτηρίων καὶ τῶν δηλητηρίων ἐκ τέχνης ἔχων συμβουλεύων τῷ μειρακίῳ τὰ δέοντα μὴ δυνηθείη διὰ συμβουλῆς κωλῦσαι τὸν ἀτελῆ κατὰ τὴν ἡλικίαν τε καὶ τὴν φρόνησιν ἐπιθυμητικῶς πρός τινα φθοροποιὸν καρπὸν ἢ πόαν διατεθέντα, ἔχων δὲ παντοίαν τῶν ἀλεξιφαρμάκων παρασκευὴν ἐπιτρέψειε τῷ παιδὶ μετασχεῖν τῶν βλαπτόντων, ἐφ᾽ ᾧτε διὰ τῆς τῶν ἀλγεινῶν πείρας τὸ χρήσιμον τῆς πατρῴας συμβουλῆς μαθόντα καὶ ἐν ἐπιθυμίᾳ τῆς ὑγιείας γενόμενον πάλιν διὰ τῶν ἀλεξητηρίων ἐπαναγάγῃ πρὸς εὐεξίαν τὸν παῖδα ἧς διὰ τῆς ἀτόπου τῶν δηλητηρίων ἐπιθυμίας ἐξέπεσεν, οὕτως ὁ γλυκύς τε καὶ ἀγαθὸς τῆς φύσεως ἡμῶν πατὴρ ὁ εἰδὼς καὶ δι᾽ ὧν σῳζόμεθα καὶ δι᾽ ὧν ἀπολλύμεθα, ἐγνώρισε μὲν τῷ ἀνθρώπῳ τὸ δηλητήριον καὶ τὸ μὴ μετασχεῖν συνεβούλευσεν, κρατησάσης δὲ τῆς ἐπιθυμίας τοῦ χείρονος οὐκ ἠπόρησε τῶν ἀγαθῶν ἀντιφαρμάκων, δι᾽ ὧν ἐπαναγάγῃ πάλιν πρὸς τὴν ἐξ ἀρχῆς εὐεξίαν τὸν ἄνθρωπον.

τὴν γὰρ ὑλικὴν ταύτην ἡδονὴν πρὸ τῆς ψυχικῆς εὐφροσύνης τοῦ ἀνθρώπου προελομένου συντρέχειν μέν πως ἔδοξεν αὐτῷ τῇ ὁρμῇ διὰ τοῦ δερματίνου χιτῶνος, ὃν διὰ τὴν πρὸς τὸ χεῖρον αὐτῷ ῥοπὴν περιέθηκεν, δι᾽ οὗ τῆς ἀλόγου φύσεως [ἐπεμίχθη τῷ ἀνθρώπῳ] τὰ ἰδιώματα [ὧν τῶν ἀλόγων ζῴων] τῆς λογικῆς φύσεως ἔνδυμα κατεσκευάσθη τῇ σοφίᾳ τοῦ διὰ τῶν ἐναντίων οἰκονομοῦντος τὰ κρείττονα· πάντα γὰρ φέρων ἐν ἑαυτῷ τὰ ἰδιώματα ὁ δερμάτινος ἐκεῖνος χιτὼν ὅσα εἶχε περιέχων τὴν ἄλογον φύσιν, ἡδονήν τε καὶ θυμὸν καὶ γαστριμαργίαν καὶ ἀπληστίαν καὶ τὰ ὅμοια, ὁδὸν δίδωσι τῇ ἀνθρωπίνῃ προαιρέσει τῆς καθ᾽ ἑκάτερον ῥοπῆς εἰς ἀρετήν τε καὶ κακίαν ὕλη γινόμενος. τούτοις γὰρ ἐμβιοτεύων κατὰ τὸν τῇδε βίον ὁ ἄνθρωπος τῇ αὐτεξουσίῳ κινήσει εἰ μὲν διακρίνοι τοῦ ἀλόγου τὸ ἴδιον καὶ πρὸς ἑαυτὸν βλέποι διὰ τῆς ἀστειοτέρας ζωῆς, καθάρσιον τῆς ἐμμιχθείσης κακίας τὸν παρόντα βίον ποιήσεται, κρατῶν διὰ τοῦ λόγου τῆς ἀλογίας· εἰ δὲ πρὸς τὴν ἄλογον τῶν παθημάτων ῥοπὴν ἐπικλιθείη τῷ τῶν ἀλόγων δέρματι συνεργῷ χρησάμενος πρὸς τὰ πάθη, ἄλλως μετὰ ταῦτα βουλεύσεται πρὸς τὸ κρεῖττον μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον γνοὺς τῆς ἀρετῆς τὸ πρὸς τὴν κακίαν διάφορον ἐν τῷ μὴ δύνασθαι μετασχεῖν τῆς θειότητος μὴ τοῦ καθαρσίου πυρὸς τὸν ἐμμιχθέντα τῇ ψυχῇ ῥύπον ἀποκαθάραντος.

Ταῦτά ἐστιν ἃ τὴν τοῦ σώματος χρείαν ἀναγκαίαν ἡμῖν ἐποίησεν, δι᾽ οὗ τό τε αὐτεξούσιον σῴζεται καὶ ἡ πρὸς τὸ ἀγαθὸν πάλιν ἐπάνοδος οὐ κωλύεται· ἀλλὰ τῇ περιοδικῇ ταύτῃ ἀκολουθίᾳ διὰ τοῦ ἑκουσίου γίνεται ἡμῖν ἡ πρὸς τὸ κρεῖττον ῥοπὴ τῶν μὲν ἐντεῦθεν ἤδη διὰ τῆς ἐν σαρκὶ ζωῆς τὸν πνευματικὸν ἐν ἀπαθείᾳ κατορθούντων βίον, οἵους γεγενῆσθαι τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας ἀκούομεν καὶ τοὺς σὺν αὐτοῖς τε καὶ μετ᾽ ἐκείνους δι᾽ ἀρετῆς τε καὶ φιλοσοφίας ἀναδραμόντας ἐπὶ τὸ τέλειον (μαθητὰς λέγω καὶ ἀποστόλους καὶ μάρτυρας καὶ πάντας τοὺς τὴν ἐνάρετον ζωὴν πρὸ τοῦ ὑλικοῦ τετιμηκότας βίου, οἳ κἂν ἐλάττους ὦσι τῷ ἀριθμῷ τοῦ πλήθους τῶν πρὸς τὸ χεῖρον ἀπορρεόντων, οὐδὲν ἧττον τὸ δυνατὸν εἶναι διὰ σαρκὸς τὴν ἀρετὴν κατορθῶσαι μαρτυροῦνται), τῶν δὲ λοιπῶν διὰ τῆς εἰς ὕστερον ἀγωγῆς ἐν τῷ καθαρσίῳ πυρὶ ἀποβαλλόντων τὴν πρὸς τὴν ὕλην προσπάθειαν καὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν τῇ φύσει χάριν διὰ τῆς τῶν ἀγαθῶν ἐπιθυμίας ἑκουσίως ἐπανιόντων. οὐ γὰρ εἰς ἀεὶ παραμένει τῶν ἀλλοτρίων ἡ ἐπιθυμία τῇ φύσει, διότι πλήσμιον ἑκάστῳ καὶ προσκορές ἐστι τὸ μὴ ἴδιον οὗ μὴ κατ᾽ ἀρχὰς ἔσχεν ἐν ἑαυτῇ τὴν κοινωνίαν ἡ φύσις, μόνον δὲ τὸ συγγενὲς καὶ ὁμόφυλον ποθεινὸν καὶ ἐράσμιον εἰς ἀεὶ διαμένει, ἕως ἂν ἐφ᾽ ἑαυτῆς ἡ φύσις ἀπαράτρεπτος μένῃ.

εἰ δέ τινα ἐκτροπὴν πάθοι διὰ μοχθηρᾶς προαιρέσεως, τότε αὐτῇ τῶν ἀλλοτρίων ἡ ἐπιθυμία ἐγγίνεται, ὧν ἡ ἀπόλαυσις ἡδύνει οὐχὶ τὴν φύσιν ἀλλὰ τὸ πάθος τῆς φύσεως, ἐκχωρήσαντος δὲ τοῦ πάθους καὶ ἡ τῶν παρὰ φύσιν ἐπιθυμία συνανεχώρησεν καὶ γίνεται πάλιν αὐτῇ τὸ οἰκεῖον ποθεινὸν καὶ κατάλληλον. τοῦτο δέ ἐστι τὸ καθαρόν τε καὶ ἄϋλον καὶ ἀσώματον, ὅπερ ἴδιον τῆς ὑπερκειμένης τῶν πάντων θεότητος εἰπών τις οὐχ ἁμαρτήσεται. ὡς γὰρ τοῖς σωματικοῖς ὀφθαλμοῖς ῥεύματός τινος δριμυτέρου τὸ ὀπτικὸν πνεῦμα θολώσαντος ἴδιον ὁ ζόφος γίνεται διὰ τὴν τῆς παχύτητος πρὸς τὸ σκότος συγγένειαν, εἰ δὲ δαπανηθείη διά τινος θεραπείας τὸ διοχλῆσαν τῷ πνεύματι, πάλιν τὸ φῶς οἰκεῖον καὶ κατάλληλον γίνεται τῷ καθαρῷ τε καὶ αὐγοειδεῖ τῆς κόρης καταμιγνύμενον, τὸν αὐτὸν τρόπον ἐπειδὴ ῥεύματός τινος δίκην δι᾽ ἀπάτης τοῦ ἀντικειμένου ἐπερρύη τῷ ὀπτικῷ τῆς ψυχῆς ἡ κακία, ἑκουσίως πρὸς τὸν σκοτεινὸν βίον ὁ λογισμὸς ἐπεκλίθη διὰ τοῦ πάθους οἰκειωθεὶς τῷ ζόφῳ (Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς καθώς φησιν ἡ θεία φωνή), ἐκδαπανηθέντος δὲ τοῦ κακοῦ ἐκ τῶν ὄντων καὶ εἰς τὸ μὴ ὂν αὖθις μεταχωρήσαντος πάλιν μεθ᾽ ἡδονῆς ἀναβλέπει πρὸς τὸ φῶς ἡ φύσις τοῦ ἐπιθολοῦντος τὸ καθαρὸν τῆς ψυχῆς ἐκχωρήσαντος.

Μάταιον τοίνυν δέδεικται διὰ τῶν εἰρημένων τὸ δυσμενῶς πρὸς τὴν τῆς σαρκὸς ἔχειν φύσιν· οὐ γὰρ ταύτης ἤρτηται τῶν κακῶν ἡ αἰτία (ἢ γὰρ ἂν κατὰ πάντων ἐπίσης ἔσχε τὸ κράτος τῶν τὸν σωματικὸν εἰληχότων βίον), ἀλλ᾽ ἐπειδὴ τῶν ἐπ᾽ ἀρετῇ μνημονευομένων ἕκαστος καὶ ἐν σαρκὶ ἦν καὶ ἐν κακίᾳ οὐκ ἦν, φανερὸν διὰ τούτων ἐστὶν ὅτι οὐ τὸ σῶμα τῶν παθημάτων αἴτιον ἀλλ᾽ ἡ προαίρεσις ἡ δημιουργοῦσα τὰ πάθη. τὸ μὲν γὰρ σῶμα καταλλήλως τῇ ἰδίᾳ κινεῖται φύσει, δι᾽ ὧν συντηρεῖται πρὸς τὴν ἑαυτοῦ σύστασιν καὶ διαμονὴν πρὸς ταῦτα ταῖς ἰδίαις ὁρμαῖς διοικούμενον. οἷόν τι λέγω· βρώσεώς ἐστιν αὐτῷ χρεία καὶ πόσεως ὥστε τὸ διαπνευσθὲν τῆς δυνάμεως πάλιν ἀντεισαχθῆναι τῷ λείποντι. πρὸς τοῦτο κινεῖται ἡ ὄρεξις. πάλιν διὰ τῆς τῶν γινομένων διαδοχῆς θνητὴ οὖσα ἡ τοῦ σώματος φύσις ἀθανατίζεται. διὰ τοῦτο καὶ πρὸς ταύτην τὴν ὁρμὴν ἐπιτηδείως ἔχει. ἔτι πρὸς τούτοις γυμνὸν τοῦ ἐκ τῶν τριχῶν σκεπάσματος τὸ σῶμα πεποίηται, οὗ χάριν τῆς ἔξωθεν περιβολῆς ἐδεήθημεν. ἀλλὰ καὶ πρὸς φλογμόν τε καὶ κρύος καὶ ἐπομβρίαν ἀντισχεῖν οὐ δυνάμενοι τὴν ἐκ τῶν οἴκων σκέπην ἐπεζητήσαμεν. ταῦτα καὶ τὰ τοιαῦτα ὁ μὲν λελογισμένως πρὸς τὴν χρείαν βλέπων δέχεται τούτων ἕκαστον ἀπραγμόνως ὅρον τῆς ὀρέξεως τὸν σκοπὸν τῆς χρείας ποιούμενος· οἶκον ἱμάτιον συζυγίαν τροφήν, δι᾽ ἑκάστου τούτων θεραπεύων τὸ ἐνδέον τῆς φύσεως.

ὁ δὲ τῶν ἡδονῶν ὑπηρέτης ὁδοὺς παθημάτων τὰς ἀναγκαίας χρείας ἐποίησεν ἀντὶ μὲν τῆς τροφῆς τὴν τρυφὴν ἐπιζητῶν, ἀντὶ δὲ τῆς περιβολῆς τὸν καλλωπισμὸν προαιρούμενος, ἀντὶ δὲ τῆς τῶν οἴκων χρείας τὴν πολυτέλειαν, ἀντὶ δὲ τῆς παιδοποιΐας πρὸς τὰς παρανόμους τε καὶ ἀπηγορευμένας ἡδονὰς βλέπων. διὰ τοῦτο ἥ τε πλεονεξία πλατείαις ταῖς πύλαις τῇ ἀνθρωπίνῃ ζωῇ εἰσεκώμασεν, καὶ ἡ μαλακία καὶ ὁ τῦφος καὶ ἡ χαυνότης καὶ ἡ πολυειδὴς ἀσωτία καὶ τὰ τοιαῦτα ὥσπερ τινὲς ὄζοι καὶ ξηράδες τῶν ἀναγκαίων χρειῶν παρεβλάστησαν διὰ τὸ παρελθεῖν τοὺς τῆς χρείας ὅρους τὴν ὄρεξιν καὶ τοῖς ἐπ᾽ οὐδενὶ χρησίμῳ σπουδαζομένοις ἐπιπλατύνεσθαι. τί γὰρ κοινὸν ἔχει πρὸς τὸ τῆς τροφῆς χρήσιμον ὁ διάγλυφος ἄργυρος χρυσῷ καὶ λίθοις ἐπανθιζόμενος; ἢ τίνος χάριν ἐπεδεήθη τὸ ἱμάτιον τοῦ χρυσοῦ νήματος καὶ τῆς εὐανθοῦς πορφυρίδος καὶ τῆς ὑφαντικῆς ζωγραφίας, δι᾽ ἧς πόλεμοι καὶ θῆρες καὶ τὰ τοιαῦτα τοῖς χιτῶσί τε καὶ τοῖς ἐπενδύμασι παρὰ τῶν ὑφαινόντων ἐνζωγραφοῦνται, οἷς συμμαχοῦσα ἡ τῆς πλεονεξίας ἐνεφύη νόσος; ἵνα γὰρ ἐπιτύχωσι τῆς πρὸς ταῦτα παρασκευῆς καὶ δυνάμεως, τὰς τῶν ἐπιθυμουμένων ὕλας παρὰ τῆς πλεονεξίας πορίζονται. ἡ δὲ πλεονεξία τῇ ἀπληστίᾳ τὴν εἴσοδον ἤνοιξεν, ἥτις ἐστὶ κατὰ τὸν Σολομῶνα ὁ τετρημένος πίθος ἀεὶ τοῖς ἐπαντλοῦσι λείπων καὶ κενὸς εὑρισκόμενος.

οὐκοῦν οὐ τὸ σῶμα τὰς τῶν κακῶν ἀφορμὰς ἀλλ᾽ ἡ προαίρεσις ἐμποιεῖ τὸν σκοπὸν τῆς χρείας εἰς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἐκτρέπουσα.

Μὴ τοίνυν κακιζέσθω παρὰ τῶν ἀπερισκέπτων τὸ σῶμα, ᾧ μετὰ ταῦτα διὰ τῆς παλιγγενεσίας μεταστοιχειωθέντι πρὸς τὸ θειότερον ἡ ψυχὴ καλλωπίσεται τὰ περιττά τε καὶ ἄχρηστα ὡς πρὸς τὴν ἀπόλαυσιν τῆς μελλούσης ζωῆς τοῦ θανάτου ἀποκαθάραντος. οὐ γὰρ πρὸς ἃ νῦν ἐπιτηδείως ἔχει τὰ αὐτὰ καὶ ἐν τῷ μετὰ ταῦτα χρησιμεύσει βίῳ, ἀλλ᾽ οἰκεία καὶ κατάλληλος ἔσται τῇ ἀπολαύσει τῆς ζωῆς ἐκείνης ἡ τοῦ σώματος ἡμῶν παρασκευὴ ἁρμοδίως πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν διατεθεῖσα. οἷόν τι λέγω (κρεῖττον γὰρ ὑποδείγματι τῶν γνωρίμων τινὶ διασαφηνίσαι τὸ νόημα)· ἡ τοῦ σιδήρου βῶλος χρησιμεύει τῇ χαλκευτικῇ τέχνῃ καὶ ἀκατέργαστος ἄκμων γενομένη τοῦ τεχνιτεύοντος. ἀλλ᾽ ὅταν δέῃ πρός τι λεπτότερον μετεργασθῆναι τὸν σίδηρον, τότε δι᾽ ἐπιμελείας τὴν βῶλον τοῦ πυρὸς ἐκκαθάραντος ἅπαν ἀποτίθεται τὸ γεῶδες καὶ ἄχρηστον, ὃ δὴ σκωρίαν οἱ τεχνῖται τῆς ἐργασίας ταύτης κατονομάζουσι, καὶ οὕτως ὁ ποτὲ ἄκμων λεπτουργηθεὶς ἢ θώραξ ἢ ἄλλο τι τῶν λεπτῶν κατασκευασμάτων ἐγένετο τοῦ τοιούτου περιττώματος ἐκκαθαρθεὶς διὰ τῆς χωνείας, ὅπερ ἕως ὅτε ἄκμων ἦν οὐκ ἐνομίζετο πρὸς τὴν τότε χρείαν εἶναι περίττωμα. συνετέλει γάρ τι καὶ ἡ σκωρία πρὸς τὸν ὄγκον τοῦ σιδήρου ἐγκαταμεμιγμένη τῇ βώλῳ. εἰ δὴ νενόηται ἡμῖν τὸ ὑπόδειγμα, μετακτέον ἤδη πρὸς τὸ προκείμενον νόημα τὴν ἐν τῷ ὑποδείγματι θεωρηθεῖσαν διάνοιαν. τί οὖν ἐστι τοῦτο;

πολλὰς ἔχει νῦν σκωριωδεῖς ποιότητας ἡ τοῦ σώματος φύσις, αἳ κατὰ μὲν τὴν παροῦσαν ζωὴν πρός τι χρήσιμον συντελοῦσιν, ἀχρήστως δὲ παντάπασι καὶ ἀλλοτρίως ἔχουσι πρὸς τὴν μετὰ ταῦτα προσδοκωμένην μακαριότητα. ὅπερ οὖν ἐν τῷ πυρὶ περὶ τὸν σίδηρον γίνεται τὸ ἄχρηστον ἅπαν τῆς χωνείας ἀποποιούσης, τοῦτο διὰ τοῦ θανάτου κατορθοῦται τῷ σώματι παντὸς περιττώματος ἀποποιουμένου διὰ τῆς ἐν τῇ νεκρότητι λύσεως. φανερὰ μὲν οὖν ἐστι πάντως τοῖς ἐπεσκεμμένοις ποῖα ταῦτά ἐστιν ὧν ἀποκαθαίρεται τὸ σῶμα εἰς ὕστερον, ἅπερ εἰ μὴ παρείη κατὰ τὴν παροῦσαν ζωὴν ζημία γίνεται τοῦ βίου τούτου.

Πλὴν ἀλλὰ καὶ παρ᾽ ἡμῶν σαφηνείας χάριν δι᾽ ὀλίγων εἰρήσεται· ἔστω καθ᾽ ὑπόθεσιν ἀντὶ μὲν τῆς βώλου ἡ ὄρεξις ἡ φυσικῶς ἐπὶ πάντων ἐνεργουμένη, ἀντὶ δὲ τῆς σκωρίας ταῦτα πρὸς ἃ νῦν τὰς ὁρμὰς ἔχει ἡ ὄρεξις· ἡδοναὶ καὶ πλοῦτοι καὶ φιλοδοξίαι καὶ δυναστεῖαι καὶ θυμοὶ καὶ τῦφοι καὶ τὰ τοιαῦτα. τούτων ἁπάντων καὶ τῶν τοιούτων καθάρσιον ἀκριβὲς ὁ θάνατος γίνεται· ὧν γυμνωθεῖσά τε καὶ καθαρθεῖσα πάντων ἡ ὄρεξις πρὸς τὸ μόνον ὀρεκτόν τε καὶ ἐπιθυμητὸν καὶ ἐράσμιον τῇ ἐνεργείᾳ τραπήσεται οὐκ ἀποσβέσασα καθόλου τὰς ἐγκειμένας φυσικῶς ἡμῖν ἐπὶ τὰ τοιαῦτα ὁρμὰς ἀλλὰ πρὸς τὴν ἄϋλον τῶν ἀγαθῶν μετουσίαν μεταποιήσασα. ἐκεῖ γὰρ ὁ ἔρως τοῦ ἀληθινοῦ κάλλους ὁ ἄπαυστος, ἐκεῖ ἡ ἐπαινετὴ τῶν τῆς σοφίας θησαυρῶν πλεονεξία καὶ ἡ καλή τε καὶ ἀγαθὴ φιλοδοξία ἡ τῇ κοινωνίᾳ τῆς τοῦ θεοῦ βασιλείας κατορθουμένη καὶ τὸ καλὸν πάθος τῆς ἀπληστίας 〈τὸ〉 οὐδέποτε κόρῳ τῶν ὑπερκειμένων πρὸς τὸν ἀγαθὸν 〈ἀνιὸν〉 πόθον ἐπικοπτόμενον. οὐκοῦν μαθὼν ὅτι τοῖς καθήκουσι χρόνοις ὁ τοῦ παντὸς τεχνίτης τὴν τοῦ σώματος βῶλον εἰς ὅπλον εὐδοκίας μεταχαλκεύσει Θώρακα δικαιοσύνης καθώς φησιν ὁ ἀπόστολος καὶ Μάχαιραν πνεύματος καὶ Περικεφαλαίαν ἐλπίδος καὶ πᾶσαν τὴν τοῦ θεοῦ Πανοπλίαν κατεργασάμενος, ἀγάπα τὸ ἴδιον σῶμα κατὰ τὸν τοῦ ἀποστόλου νόμον, ὅς φησιν ὅτι Οὐδεὶς τὸ ἑαυτοῦ σῶμα ἐμίσησεν.