Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῶν ἀποθανόντων οὐ δεῖ πενθεῖν

Γρηγόριος ὁ Νύσσης

Η εσχατολογική ανακαίνιση και τα χαρακτηριστικά του αναστημένου σώματος

Η πνευματική μεταβολή της ανθρώπινης φύσης κατά την ανάσταση, η αποβολή των φθαρτών ιδιωμάτων και η διαμόρφωση της αναστημένης μορφής σύμφωνα με την αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 8

Τὸ σῶμα δὲ τὸ κεκαθαρμένον ἀγαπᾶσθαι χρή, οὐ τὴν ἀποποιουμένην σκωρίαν. ἀληθὲς γάρ ἐστιν ὥς φησιν ἡ θεία φωνὴ Ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, τότε αὐτὴν εὑρήσομεν οἰκοδομὴν ἐκ θεοῦ γενομένην οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς, ἀξίαν τοῦ εἶναι αὐτὴν θεοῦ Κατοικητήριον ἐν πνεύματι. καί μοι μηδεὶς χαρακτῆρα καὶ σχῆμα καὶ εἶδος ὑπογραφέτω τῆς ἀχειροποιήτου ἐκείνης οἰκίας καθ᾽ ὁμοιότητα τῶν νῦν ἐπιφαινομένων ἡμῖν χαρακτήρων καὶ διακρινόντων ἡμᾶς ἀπ᾽ ἀλλήλων τοῖς ἰδιώμασιν. οὐ γὰρ μόνης τῆς ἀναστάσεως ἡμῖν παρὰ τῶν θείων λογίων κεκηρυγμένης ἀλλὰ καὶ τὸ δεῖν ἀλλαγῆναι τοὺς ἀνακαινισθέντας διὰ τῆς ἀναστάσεως τῆς θείας διεγγυωμένης γραφῆς, ἀνάγκη πᾶσα κεκρύφθαι παντάπασι καὶ ἀγνοεῖσθαι πρὸς ὅ τι ἀλλαγησόμεθα τῷ μηδὲν ὑπόδειγμα τῶν ἐλπιζομένων ἐν τῷ νῦν καθορᾶσθαι βίῳ. νῦν μὲν γὰρ πᾶν τὸ παχὺ καὶ στερέμνιον ἐκ φύσεως ἔχει τὴν ἐπὶ τὸ κάτω φοράν, τότε δὲ πρὸς τὸ ἀνωφερὲς ἡ μεταποίησις τοῦ σώματος γίνεται οὕτως εἰπόντος τοῦ λόγου ὅτι μετὰ τὸ ἀλλαγῆναι τὴν φύσιν ἐν πᾶσι τοῖς ἀναβεβιωκόσι διὰ τῆς ἀναστάσεως Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.

εἰ τοίνυν ἐπὶ τῶν ἀλλαγέντων τὸ βάρος οὐ παραμένει τῷ σώματι, ἀλλὰ συμμετεωροποροῦσι τῇ ἀσωμάτῳ φύσει οἱ πρὸς τὴν θειοτέραν μεταστοιχειωθέντες κατάστασιν, πάντως ὅτι καὶ τὰ λοιπὰ τῶν ἰδιωμάτων τοῦ σώματος πρός τι τῶν θεωτέρων συμμετατίθεται· τὸ χρῶμα τὸ σχῆμα ἡ περιγραφὴ καὶ τὰ καθ᾽ ἕκαστον πάντα. τούτου χάριν οὐδεμίαν ἀνάγκην ὁρῶμεν τοῖς ἀλλαγεῖσι διὰ τῆς ἀναστάσεως ἐνθεωρεῖσθαι τὴν τοιαύτην διαφορὰν ἣν νῦν διὰ τὴν τῶν ἐπιγινομένων ἀκολουθίαν ἀναγκαίως ἔσχεν ἡ φύσις (οὔτε μὴν ὅτι οὐκ ἔσται σαφῶς ἔστιν ἀποφήνασθαι ἀγνοούντων ἡμῶν εἰς ὅ τι ταῦτα διὰ τῆς ἀλλαγῆς μεταβήσεται), ἀλλ᾽ ὅτι μὲν γένος ἔσται τῶν πάντων ἕν, ὅταν ἓν σῶμα Χριστοῦ οἱ πάντες γενώμεθα τῷ ἑνὶ χαρακτῆρι μεμορφωμένοι, οὐκ ἀμφιβάλλομεν πᾶσι κατὰ τὸ ἴσον τῆς θείας εἰκόνος ἐπιλαμπούσης, τί δὲ ἡμῖν ἀντὶ τῶν τοιούτων ἰδιωμάτων ἐν τῇ ἀλλαγῇ τῆς φύσεως προσγενήσεται, κρεῖττον εἶναι πάσης στοχαστικῆς ἐννοίας ἀποφαινόμεθα.

ὡς δ᾽ ἂν μὴ καθ᾽ ὅλου ἀγύμναστος ἡμῖν ὁ περὶ τούτου λόγος καταλειφθείη, τοῦτό φαμεν ὅτι εἰς οὐδὲν ἕτερον τῆς κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορᾶς συνεργούσης τῇ φύσει πλὴν τῆς παιδοποιΐας τάχα τινὰ στοχασμὸν ἔστιν ἀναλαβεῖν τῆς ἐπηγγελμένης τοῦ θεοῦ τῶν ἀγαθῶν εὐλογίας ἐπάξιον ἐν τῷ περὶ τούτου λόγῳ, ὅτι εἰς τὴν ἐκείνου τοῦ τόκου ὑπηρεσίαν μεταβήσεται ἡ γεννητικὴ τῆς φύσεως δύναμις, οὗ μετέσχεν ὁ μέγας Ἠσαΐας εἰπὼν ὅτι Ἀπὸ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐκυήσαμεν ἐπὶ τῆς γῆς. εἰ γὰρ ἀγαθὸς ὁ τοιοῦτος τόκος καὶ σωτηρίας αἰτία γίνεται ἡ τεκνογονία καθώς φησιν ὁ ἀπόστολος, οὐδέποτε τὸ πνεῦμα τῆς σωτηρίας γεννῶν τις παύεται ὁ ἅπαξ διὰ τοῦ τοιούτου τόκου τὸν πληθυσμὸν τῶν ἀγαθῶν ἑαυτῷ τεκνωσάμενος. ἀλλὰ κἂν τὸν χαρακτῆρά τις λέγῃ ᾧ μεμορφώμεθα, πάλιν ἡμῖν ἐν τῇ ἀναβιώσει τὸν αὐτὸν συμπαρέσεσθαι, οὐδὲ πρὸς τοῦτο πρόχειρος ἡμῶν ἐστιν ἡ διάνοια οὕτως ἢ ἑτέρως ἔχειν ὑπονοῆσαι. εἴτε γὰρ ἐπὶ τοῦ αὐτοῦ λέγοι τις εἴδους τὴν ἀναβίωσιν ἔσεσθαι, εἰς πολλὴν ἀμηχανίαν ἐκπεσεῖται ὁ λόγος διὰ τὸ μὴ τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ εἶδος τοῦ χαρακτῆρος πάντοτε διαμένειν τὸν ἄνθρωπον ὑπό τε τῶν ἡλικιῶν καὶ τῶν παθημάτων ἄλλοτε πρὸς ἄλλο εἶδος μεταπλασσόμενον.

ἄλλως γὰρ μορφοῦται τὸ νήπιον καὶ τὸ μειράκιον, ἄλλως ὁ παῖς ὁ ἀνὴρ ὁ μεσῆλιξ ὁ παρῆλιξ ὁ γηραιὸς ὁ πρέσβυς· οὐδὲν τούτων ὡσαύτως ἔχει πρὸς τὸ ἕτερον. ἀλλὰ καὶ ὁ τῷ ἰκτέρῳ κατιωθεὶς καὶ ὁ ἐξῳδηκὼς τῷ ὑδέρῳ ὅ τε ξηρανθεὶς ἐν τηκεδόνι καὶ ὁ πολυσαρκήσας ἔκ τινος δυσκρασίας, ὁ κατάχολος ὁ αἱματώδης ὁ φλεγματίας ἑκάστου τούτων πρὸς τὴν ἐπικρατοῦσαν δυσκρασίαν συμμορφουμένου οὔτε παραμένειν ταῦτα μετὰ τὸ ἀναβιῶναι καλῶς ἔχει λογίσασθαι τῆς ἀλλαγῆς πάντα μετασκευαζούσης πρὸς τὸ θειότερον οὔτε οἷον ἡμῖν ἐπανθήσει τὸ εἶδος εὔκολόν ἐστιν ἀναλογίσασθαι τῶν κατ᾽ ἐλπίδα ἡμῖν προκειμένων ἀγαθῶν ὑπὲρ ὀφθαλμὸν καὶ ἀκοὴν καὶ διάνοιαν εἶναι πεπιστευμένων. ἢ τάχα γνωριστικὸν εἶδος ἑκάστου τὴν ποιὰν ἰδιότητα τῶν ἠθῶν εἰπών τις οὐ τοῦ παντὸς ἁμαρτήσεται.

καθάπερ γὰρ νῦν ἡ κατά τι παραλλαγὴ τῶν ἐν ἡμῖν στοιχείων τὰς τῶν χαρακτήρων ἐν ἑκάστῳ διαφορὰς ἐξεργάζεται κατὰ πλεονασμὸν ἢ ἐλάττωσιν τῶν ἀντιστοιχούντων τινὸς σχηματιζομένου τε καὶ χρωννυμένου τοῦ κατὰ τὴν μορφὴν ἰδιώματος, οὕτω μοι δοκεῖ τὰ εἰδοποιοῦντα τότε τὴν ἑκάστου μορφὴν οὐ ταῦτα τὰ στοιχεῖα γίνεσθαι ἀλλὰ τὰ τῆς κακίας ἢ τῆς ἀρετῆς ἰδιώματα, ὧν ἡ ποιὰ πρὸς ἄλληλα μίξις ἢ οὕτως ἢ ἑτέρως τὸ εἶδος παρασκευάζει, χαρακτηρίζεσθαι, οἷον δή τι σχεδὸν καὶ ἐπὶ τοῦ παρόντος γίνεται βίου, ὅταν ἡ ἔξωθεν τοῦ προσώπου διάθεσις τὴν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς καταμηνύῃ διάθεσιν, ὅθεν ῥᾳδίως ἐπιγινώσκομεν τόν τε τῇ λύπῃ κρατούμενον καὶ τὸν τῷ θυμῷ διανεστηκότα καὶ τὸν ἐν ἐπιθυμίᾳ λυόμενον καὶ ἐκ τοῦ ἐναντίου τὸν φαιδρὸν τὸν ἀόργητον τὸν τῷ σεμνῷ χαρακτῆρι τῆς σωφροσύνης καλλωπιζόμενον.

ὥσπερ τοίνυν κατὰ τὴν ἐνεστῶσαν ζωὴν μορφὴ γίνεται ἡ ποιὰ διάθεσις τῆς καρδίας καὶ πρὸς τὸ ἐγκείμενον πάθος τὸ τοῦ ἀνθρώπου εἶδος ἀπεικονίζεται, οὕτω μοι δοκεῖ πρὸς τὸ θειότερον ὑπαλλαγείσης τῆς φύσεως εἰδοποιεῖσθαι διὰ τοῦ ἤθους ὁ ἄνθρωπος οὐκ ἄλλο τι ὢν καὶ ἄλλο φαινόμενος, ἀλλ᾽ ὅπερ ἐστὶ τοῦτο καὶ γινωσκόμενος ὡς ὁ σώφρων ὁ δίκαιος ὁ πρᾶος ὁ καθαρὸς ὁ ἀγαπητικὸς ὁ φιλόθεος, καὶ πάλιν ἐν τούτοις ἢ ὁ πάντα ἔχων τὰ ἀγαθὰ ἢ ὁ ἑνὶ μόνῳ κοσμούμενος ἢ ὁ ἐν τοῖς πλείοσιν εὑρισκόμενος ἢ ὁ ἐν τῷδε μὲν ἐλαττούμενος πλεονεκτῶν δὲ κατὰ τὸ ἕτερον. ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων, τῶν τε κατὰ τὸ κρεῖττον καὶ τῶν κατὰ τὸ ἐναντίον ἐπιθεωρουμένων ἰδιωμάτων, οἷον εἰς διαφόρους ἰδέας οἱ καθ᾽ ἕκαστον ἀπ᾽ ἀλλήλων μερίζονται, ἕως ἂν τοῦ ἐσχάτου ἐχθροῦ καταργηθέντος ὥς φησιν ὁ ἀπόστολος καὶ τῆς κακίας καθόλου πάντων τῶν ὄντων ἐξοικισθείσης ἓν τὸ θεοειδὲς κάλλος ἐπαστράψῃ τοῖς πᾶσιν, ᾧ κατ᾽ ἀρχὰς ἐμορφώθημεν. τοῦτο δέ ἐστι φῶς καὶ καθαρότης καὶ ἀφθαρσία καὶ ζωὴ καὶ ἀλήθεια καὶ τὰ τοιαῦτα, [οὐδὲ γὰρ ἀπεικός ἐστιν ἡμέρας τέκνα καὶ φωτὸς εἶναί τε καὶ φαίνεσθαι] φωτὸς δὲ καὶ καθαρότητος καὶ ἀφθαρσίας οὐδεμία παραλλαγὴ οὐδὲ διαφορὰ πρὸς τὸ ὁμογενὲς εὑρεθήσεται, ἀλλὰ μία χάρις ἐπιλάμψει τοῖς πᾶσιν, ὅταν υἱοὶ φωτὸς γενόμενοι λάμψωσιν ὡς ὁ ἥλιος κατὰ τὴν ἀψευδῆ τοῦ κυρίου φωνήν.

ἀλλὰ καὶ τὸ πάντας ἔσεσθαι τετελειωμένους εἰς τὸ ἓν κατὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ λόγου τῆς αὐτῆς ἔχεται διανοίας τῷ μίαν καὶ τὴν αὐτὴν τοῖς πᾶσιν ἐπιφανήσεσθαι χάριν, ὡς τὴν αὐτὴν εὐφροσύνην ἕκαστον τῷ πέλας ἀντιχαρίζεσθαι, δι᾽ οὗ ἕκαστος καὶ εὐφραίνεται τοῦ ἑτέρου τὸ κάλλος βλέπων καὶ ἀντευφραίνει μηδεμιᾶς κακίας μεταμορφούσης τὸ εἶδος εἰς εἰδεχθῆ χαρακτῆρα.