Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῶν ἀποθανόντων οὐ δεῖ πενθεῖν

Γρηγόριος ὁ Νύσσης

Επίλογος: Το κατά Θεόν πένθος και η ελπίδα της αναστάσεως

Καταληκτικές προτροπές για την απόρριψη της κοσμικής λύπης, η διάκριση του πνευματικού πένθους και η βεβαιότητα της ελπίδας στην εκ νεκρών ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 8

Ταῦτα ἡμῖν ὁ νοῦς ὁ ἡμέτερος ἀντὶ τῶν κατοιχομένων διείλεκται τὰς φωνὰς ἐκείνων ὡς δυνατὸν ἡμῖν ὑποκρινόμενος. ἡμεῖς δὲ τῇ τοῦ μεγάλου Παύλου φωνῇ τὴν πρὸς τοὺς βαρυπενθοῦντας συμβουλὴν περιγράψωμεν ὅτι Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.

Εἰ οὖν τι μεμαθήκαμεν σπουδῆς ἄξιον περὶ τῶν κεκοιμημένων δι᾽ ὧν ἡμῖν ὁ λόγος τὰ περὶ τούτων ἐφιλοσόφησε, μηκέτι τὴν δυσγενῆ ταύτην καὶ ἀνδραποδώδη λύπην παραδεξώμεθα, ἀλλ᾽ εἰ χρὴ καὶ λυπεῖσθαι, ἐκείνην ἑλώμεθα τὴν λύπην τὴν ἐπαινετὴν καὶ ἐνάρετον. ὡς γὰρ τῆς ἡδονῆς τὸ μέν ἐστι κτηνῶδες καὶ ἄλογον τὸ δὲ καθαρόν τε καὶ ἄϋλον, οὕτω καὶ τὸ ἀντικείμενον τῇ ἡδονῇ πρὸς κακίαν καὶ ἀρετὴν διαστέλλεται. ἔστιν οὖν τι καὶ πένθους εἶδος μακαριζόμενον καὶ πρὸς κτῆσιν ἀρετῆς οὐκ ἀπόβλητον, ὅπερ ἐναντίως ἔχει πρὸς τὴν ἄλογον ταύτην καὶ ἀνδραποδώδη κατήφειαν. ὁ μὲν γὰρ ἐν ταύτῃ γενόμενος ἑαυτοῦ μετὰ ταῦτα διὰ μεταμελείας καθάψεται ὡς ἔξω τοῦ καθεστῶτος παρενεχθεὶς, ὅτε τοῦ πάθους ἥττων ἐγένετο. τὸ δὲ μακαριζόμενον πένθος ἀμεταμέλητον καὶ ἀνεπαίσχυντον ἔχει τὴν σκυθρωπότητα τοῖς δι᾽ αὐτοῦ τὸν ἐν ἀρετῇ κατορθοῦσι βίον. πενθεῖ γὰρ ὡς ἀληθῶς ὁ ἐν συναισθήσει τῶν ἀγαθῶν ἐκείνων γενόμενος ὧν ἀποπέπτωκεν, ἀντιπαραθεὶς τὴν ἐπίκηρον ταύτην καὶ ῥυπῶσαν ζωὴν τῇ ἀκηράτῳ ἐκείνῃ μακαριότητι, ἧς ἐν ἐξουσίᾳ ἦν πρὶν τῇ ἐξουσίᾳ εἰς κακὸν ἀποχρήσασθαι, καὶ ὅσῳ πλέον ἐπὶ τῷ τοιούτῳ βίῳ βαρύνει τὸ πένθος, τοσούτῳ μᾶλλον ἐπιταχύνει ἑαυτῷ τὴν τῶν ποθουμένων ἀγαθῶν κτῆσιν. ἡ γὰρ τῆς τοῦ καλοῦ ζημίας συναίσθησις τῆς περὶ τὸ ποθούμενον σπουδῆς ὑπέκκαυμα γίνεται.

οὐκοῦν ἐπειδήπερ ἔστιν καὶ σωτήριόν τι πένθος καθὼς ὁ λόγος ὑπέδειξεν, ἀκούσατε, οἱ πρὸς τὸ τῆς λύπης πάθος εὐκόλως καταφερόμενοι, ὅτι οὐ κωλύομεν τὴν λύπην, ἀλλ᾽ ἀντὶ τῆς κατεγνωσμένης τὴν ἀγαθὴν συμβουλεύομεν. μὴ λυπεῖσθε τοίνυν τὴν τοῦ κόσμου λύπην τὴν κατεργαζομένην τὸν θάνατον, καθώς φησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν κατὰ θεόν, ἧς τὸ πέρας ἡ τῆς ψυχῆς ἐστι σωτηρία. τὸ γὰρ εἰκῇ καὶ μάτην τοῖς κεκοιμημένοις ἐπιχεόμενον δάκρυον τάχα καὶ κατακρίσεως αἴτιον γίνεται τῷ κακῶς οἰκονομοῦντι τὸ χρήσιμον. εἰ γὰρ ἐπὶ τούτῳ τὴν λυπηρὰν ταύτην διάθεσιν ἐνετεκτήνατο τῇ φύσει ὁ πάντα ἐν σοφίᾳ ποιήσας ἐφ᾽ ᾧτε καθάρσιον μὲν αὐτὴν εἶναι τῆς προκατασχούσης κακίας ἐφόδιον δὲ τῆς τῶν ἐλπιζομένων ἀγαθῶν μετουσίας, τάχα ὁ μάτην καὶ ἀνωφελῶς ἐκχέων τὸ δάκρυον διαβληθήσεται τῷ ἰδίῳ δεσπότῃ κατὰ τὸν εὐαγγελικὸν λόγον ὡς κακὸς οἰκονόμος διασπείρων ἀχρήστως τὸν πιστευθέντα πλοῦτον. πᾶν γὰρ τὸ ἐπ᾽ ἀγαθῷ χρησιμεῦον πλοῦτός ἐστι τοῖς τιμίοις τῶν κειμηλίων ἐναριθμούμενος. οὐ θέλω οὖν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων ταῦτα ἃ μεμαθήκαμεν, καὶ εἴ τι ἄλλο πρὸς τούτοις παρὰ τοῦ πνεύματος τοῦ ἁγίου τοῖς τελειοτέροις ἀποκαλύπτεται μάθημα, Ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.

μόνων γάρ ἐστι τῶν ἀπίστων τὸ τῷ παρόντι βίῳ τὰς τοῦ ζῆν ἐλπίδας περιορίζειν, καὶ διὰ τοῦτο συμφορᾶς ἄξιον ποιοῦνται τὸν θάνατον, ὅτι αὐτοῖς τὸ πιστευόμενον παρ᾽ ἡμῖν οὐκ ἐλπίζεται. ἡμεῖς δὲ τῷ μεγάλῳ ἐγγυητῇ τῆς ἐκ νεκρῶν ἀναστάσεως πεπιστευκότες αὐτῷ τῷ δεσπότῃ πάσης τῆς κτίσεως, ὃς διὰ τοῦτο καὶ ἀπέθανεν καὶ ἀνέστη, ἵνα τῷ ἔργῳ τὸν περὶ τῆς ἀναστάσεως λόγον πιστώσηται, ἀναμφιβόλως ἔχομεν τῶν ἀγαθῶν τὴν ἐλπίδα, ἧς παρούσης ἡ ἐπὶ τοῖς κατοιχομένοις λύπη χώραν οὐχ ἕξει. ὁ δὲ θεὸς ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρακαλέσει ὑμῶν τὰς καρδίας καὶ στηρίξει εἰς τὴν ἑαυτοῦ ἀγάπην διὰ τῶν οἰκτιρμῶν αὐτοῦ. [ὅτι] αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.