Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν

Γρηγόριος ὁ Νύσσης

Η αυτογνωσία και το ακατάληπτο της ουσίας της ψυχής

Η προτροπή στην αυτογνωσία και η ανάλυση της ψυχής ως εικόνας της θείας φύσεως, με έμφαση στο ακατάληπτο της προελεύσεως και της ουσίας της, καθώς και στο απαθές κάλλος της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Εἰ δὲ μὴ οὕτω, μηδὲ κατὰ τοῦτο τὸ κατ᾽ εἰκόνα, τί δήποτε μὴ τέσσαρες, ἢ δύο ἢ πλείονες ὑποστάσεις τῶν προπατόρων γεγόνασι παρηλλαγμένας ἔχουσαι τὰς ὑποστατικὰς αὐτῶν ἰδιότητας; λέγω δὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν, ἀλλὰ τρεῖς καὶ μόνας; Οὐκοῦν ἔχεις κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν τυπικὴν τριάδα ἐν μονάδι ἐν τρισὶν ὑποστάσεσιν· ἀκόλουθόν σε λοιπὸν μαθεῖν καὶ μονάδα ἐν τριάδι. Πῶς δὲ τοῦτο καλῶς διαγνῶναι δυνήσῃ, ἄκουσόν τινος τῶν σοφῶν σοι παραινοῦντος, καὶ λέγοντος· Εἰ βούλει γνῶναι Θεὸν, προλαβὼν γνῶθι σεαυτόν· ἐκ τῆς σαυτοῦ συνθέσεως, ἐκ τῆς σαυτοῦ κατασκευῆς, φησὶν, ἐκ τῶν ἐντὸς σεαυτοῦ. Εἴσιθι ὑποδὺς ἐν σαυτῷ, διάβλεψον ὡς ἐν ἐσόπτρῳ τινὶ ἐν τῇ ψυχῇ ἑαυτοῦ, διάκρινον τὴν ταύτης κατασκευὴν, καὶ ὄψει σεαυτὸν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ τυγχάνοντα.

Ἀνώνυμός σου καὶ ἄγνωστος ἡ νοερὰ καὶ ἀθάνατος τῆς ψυχῆς οὐσία κατ᾽ εἰκόνα τυπικὴν τοῦ ἀνωνύμου καὶ ἀγνωρίστου καὶ ἀθανάτου Θεοῦ καθέστηκεν. Οὔτε γὰρ Θεοῦ, οὔτε ψυχῆς λογικῆς οὐσίαν ἔγνω τῶν ἐξ αἰῶνός τις γεγενημένων ἀνθρώπων.

Ζωοποιὸς καὶ συστατικὴ καὶ προνοητικὴ ἡ ψυχὴ ὑπάρχει τῆς τετραστοίχου τοῦ σώματος φύσεως, κατ᾽ εἰκόνα Θεοῦ τοῦ προνοητοῦ πάσης τετραπεράτου καὶ τῆς ἄνω κτίσεως. Διόπερ οὔτε τὸν τοῦ Θεοῦ τόπον ἔγνωμεν ἔνθα κατοικεῖ, ἀλλὰ μόνον πιστεύομεν, ὅτι πάντη ἐστὶν, οὔτε μὴν τὸν τόπον τῆς ψυχῆς ἔνθα οἰκεῖ ἐν σώματι, ἐπιστάμεθα· ἀλλὰ μόνον οἴδαμεν ὅτι ἐν τῷ παντὶ σώματι ἔστι καὶ ἐνεργεῖ.

Ἔχει σου καὶ ἕτερόν τι κατ᾽ εἰκόνα Θεοῦ ἡ ψυχὴ, λέγω δὴ τὸ ἑτεροούσιον αὐτὴν εἶναι πάσης τῆς κτιστῆς φύσεως. Τὸ δὲ πάντων παραδοξότερον τοῦ ἐν ἡμῖν κατ᾽ εἰκόνα ἐκεῖνό ἐστιν, ὅτι οὔτε τῆς τοῦ Θεοῦ ὑπάρξεως τοὺς λόγους, οὔτε μὴν τὴν τῆς ψυχῆς ἡμῶν οὐσίαν, πῶς εἰς ὕπαρξιν πέφυκέ τε καὶ παραγίνεται ἀνθρώπινος νοῦς καταλαβέσθαι δύναται. Ὅθεν οἱ ταύτην καταλαβεῖν κακῶς δογματίσαντες οὕτω προσέκοψαν· οἵτινες ἐξ οὐρανοῦ φάσκουσι τὰς ψυχὰς ἐν τοῖς σώμασι καταπέμπεσθαι· οἱ δὲ σὺν τῷ σώματί φασιν αὐτὰς εἰς ὕπαρξιν ἔρχεσθαι ὑπὸ Θεοῦ δημιουργουμένας· ἕτεροι δὲ τὸν ἄνθρωπον λέγουσιν ὡς κατ᾽ εἰκόνα ὄντα τοῦ Δημιουργοῦ, γεννητικὸν εἶναι σὺν τῇ σπορᾷ καὶ τῆς ψυχῆς· ἄλλοι ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ἄῤῥενος καὶ τῆς θήλεός φασι τὴν ψυχὴν ἀποτίκτεσθαι, ὥσπερ λίθου τινὸς καὶ σιδήρου προσκρουομένων, καὶ τῇ πυρώσει τὸ πῦρ ἀπογεννώντων. Καὶ οἱ μὲν φασὶν αὐτῇ τῇ ἀκαριαίᾳ ῥοπῇ τῆς συλλήψεως τοῦ σώματος καὶ τὴν ψυχὴν ὑφίστασθαι· οἱ δὲ τῇ τεσσαρακοστῇ ἡμέρᾳ μετὰ τὴν σύλληψιν φέροντές τινα, ὡς οἴονται, νομικὴν περὶ τούτου σύστασιν· καὶ οἱ μὲν ὁμοούσιον αὐτὴν τῶν ἀγγέλων ἐφαντάσθησαν, οἱ δὲ κάτω, οἱ δὲ ἐν τῷ ἀέρι, οἱ δὲ ἐν τῷ παντὶ ὡς θείαν τινὰ περιεῖναι οὐσίαν.

Διὸ καὶ σώματι ἑνουμένη καὶ ὡς κατ᾽ εἰκόνα Θεοῦ οὖσα, καὶ τοῦτο ζωοποιοῦσα, ἀπαθὴς μένει τῶν σωματικῶν παθῶν καὶ φθορῶν τῶν τοῦ σώματος, μήτε ὁρωμένη, μήτε ἑρμηνευομένη, μήτε καταλαμβανομένη τῇ φύσει, οὔτε τῷ εἴδει, οὐ σχήματι, οὐ μορφῇ, οὐ ποιότητι, οὐ ποσότητι, οὐχ ὑπάρξει, οὐ συστάσει, οὐ κάλλει. Ὅθεν καί φησι τὴν ψυχὴν ἐν τῷ Συμποσίῳ ὁ Μεθόδιος ἀμήχανον καὶ ἀδιήγητον κάλλος ἔχειν, καὶ τούτου χάριν ὥσπερ ζηλοτυπεῖσθαι καὶ ἐρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἐναντίων πνευμάτων, ὡς κρείττονα αὐτῶν τῶν νοερῶν περικειμένην μορφήν.