Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν

Γρηγόριος ὁ Νύσσης

Η θεία Ενσάρκωση και η τελική ανύψωση της ανθρώπινης φύσεως

Η προφορά του ανθρώπινου λόγου ως τύπος της σαρκώσεως του Θεού Λόγου, μέσω της οποίας ολοκληρώνεται η αποκάλυψη και η κατ' εικόνα πλασθείσα ανθρώπινη φύση ανυψώνεται υπεράνω των αγγέλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 5

Εἰ δὲ, ὡς εἰκὸς, διαπαίζει τὰ εἰρημένα ὁ δι᾽ ἐναντίας, ὡς μὴ δείξαντας ἡμᾶς τρεῖς κυρίως ἀπηρτισμένας ἐπὶ τῆς ψυχῆς ὑποστάσεις κατ᾽ ἰσότητα τῆς παναγίας Τριάδος, μανθανέτω ὁ ἄφρων, ὅτι κατ᾽ εἰκόνα ἐστὶν ἡ ψυχὴ τυπικήν τινα, καὶ οὐ κατ᾽ ἰσότητα τῆς ἁγίας Τριάδος· πλὴν καὶ ἐπὶ τῆς Θεότητος, εἰ μὴ φοβερόν ἐστι τὸ εἰπεῖν, τοπικὴν διαίρεσιν καὶ ἐπιγεγραμμένην διάστασιν ἐξ ἀλλήλων ἔχειν τὸν Πατέρα ἀπὸ τοῦ Υἱοῦ, καὶ τὸ ἅγιον Πνεῦμα ἐξ αὐτοῦ· μὴ παραδράμῃς εἰς τὴν κατ᾽ εἰκόνα σου πρὸς Θεὸν ὁμοίωσιν μηδὲ τοῦτο, λέγω δὴ ὅτι διὰ τῆς τοῦ λόγου σωματικῆς ἐκ χειλέων γεννήσεως ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἡ φρόνησις, καὶ ἡ δύναμις, καὶ τὸ βάθος, καὶ ἡ γνῶσις τῆς ψυχῆς σου, καὶ τοῦ νοὸς τοῖς πᾶσι γνωρίζεται καὶ δημοσιεύεται· δηλοῦντός σοι καὶ τούτου τοῦ ὑποδείγματος κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχειν Θεοῦ. Διὰ γὰρ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Θεοῦ Λόγου ἐφανερώθη ἐν κόσμῳ ἡ ἀρετὴ καὶ ἡ δύναμις, καὶ ἡ γνῶσις, καὶ ἡ σοφία, καὶ πάντα τὰ λοιπὰ ἀγαθὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος.

Ὅρα γὰρ πόσα καὶ οἷα τοῦ λόγου, εἰς τύπον τοῦ Θεοῦ Λόγου, ἐν κόσμῳ τὰ κατορθώματα, καὶ πῶς διὰ λόγου τὰ πάντα δημιουργοῦνται καὶ συνίστανται· λόγῳ ὑπέστησαν ἄγγελοι· λόγῳ τὸν Δημιουργὸν γεραίρουσι· λόγῳ τὰ ὁρώμενα γεγόνασι· λόγῳ ἡ κτίσις φωτίζεται· λόγῳ τὰ ὄντα ἐγνώσθησαν· λόγῳ μόνῳ ἐξεφάνθησαν· λόγῳ ἐδείχθησαν τὰ πέρατα· λόγῳ τὸν Κτίστην γεραίρομεν· λόγῳ θεογνωσία κεκήρυκται· διὰ λόγου τὸν Θεὸν ἐπεγνώκαμεν· διὰ λόγου τὰ πάντα συνίστανται· καὶ ὥσπερ τὸ ἄλαλον νήπιον ἀνόητόν ἐστιν ἀνθρώποις ἄχρι τῆς διὰ χειλέων τοῦ λόγου γεννήσεως, οὕτω διὰ τῆς τοῦ Θεοῦ Λόγου κατὰ σάρκα γεννήσεως πᾶσα ἡ ἀλογία παρῆλθε τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ Λόγου δηλώσαντος τρανῶς τῇ κτίσει τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα. Ὅθεν ὡς θεότμητος ἡμῶν ἡ ψυχὴ οὐδὲ ἀποστέλλεται εἰς διακονίαν μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος, καθὼς οἱ ἄγγελοι ἀποστέλλονται. Ἐπειδὴ ἐκεῖνα μέν εἰσι λειτουργικὰ πνεύματα· αἱ δὲ τῶν ἁγίων μάλιστα ψυχαὶ κατ᾽ εἰκόνα Θεοῦ δεσποτικὰ πνεύματα. Εἰ γὰρ καὶ ἠλάττωται ὁ ἄνθρωπος μετὰ τὴν παρακοὴν βραχύ τι παρ᾽ ἀγγέλους, διὰ γοῦν τῆς Θεοῦ Λόγου καθ᾽ ὑπόστασιν ἑνώσεως ἐν αὐτῷ μεῖζόν τι γεγένηται· ὁ γάρ ποτε κατ᾽ εἰκόνα Θεοῦ νῦν γέγονε τὸ ἅμα Θεῷ· καὶ ὁ πρὶν μεταληπτικὸς τῆς εἰκόνος Θεοῦ γέγονε μεταδοτικὸς τῆς ἑαυτοῦ εἰκόνος· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.