Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ τὸν χριστιανὸν βιοῦν

Γρηγόριος ὁ Νύσσης

Ο κοινοβιακός βίος, η ταπεινή διακονία και ο ρόλος των προεστώτων

Οδηγίες για την άρνηση του ιδίου θελήματος και την ακτημοσύνη εντός της αδελφότητας, καθώς και η παρουσίαση του παιδαγωγικού και θεραπευτικού ρόλου των προεστώτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 8

Τὰ μὲν δὴ κατὰ τὴν ἐλπίδα τοῦ σκοποῦ τοῖς φιλοσόφως ζῆν ᾑρημένοις ἱκανῶς εἰρῆσθαι νομίζω. δεῖ δὲ λοιπὸν προσθεῖναι τοῖς εἰρημένοις, ὅπως μὲν χρὴ συνεῖναι τοὺς τοιούτους ἀλλήλοις, ὁποίους δὲ ἀγαπᾶν πόνους, ὅπως δὲ τρέχειν μετ᾽ ἀλλήλων, ἕως ἂν ἐπὶ τὴν ἄνω πόλιν ἀφίκωνται. δεῖ τοίνυν τὸν τὰ τοῦ βίου τούτου σεμνὰ καθαρῶς ἀτιμάζοντα καὶ ἀρνούμενον μὲν τοὺς συγγενεῖς, ἀρνούμενον δὲ πᾶσαν τὴν κάτω δόξαν καὶ ἐρῶντα τῆς οὐρανίας τιμῆς καὶ τοῖς κατὰ θεὸν ἀδελφοῖς πνευματικῶς συναπτόμενον ἀρνήσασθαι μετὰ τοῦ βίου καὶ τὴν ἑαυτοῦ ψυχήν. ἄρνησις δὲ ψυχῆς τὸ μηδαμοῦ ζητεῖν τὸ ἑαυτοῦ θέλημα θεραπεύειν, μᾶλλον δὲ ἑαυτοῦ θέλημα ποιεῖν τὸν ἐφεστῶτα τοῦ θεοῦ λόγον καὶ τούτῳ κεχρῆσθαι καθάπερ ἀγαθῷ κυβερνήτῃ τῷ τὸ κοινὸν τῆς ἀδελφότητος πλήρωμα μεθ᾽ ὁμονοίας ἐπὶ τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ διευθύνοντι. κεκτῆσθαι δὲ οὐδὲν χρὴ ἢ νομίζειν ἴδιον παρὰ τὸ κοινὸν πλὴν τοῦ τὸ σῶμα καλύπτοντος ἱματίου. εἰ γὰρ μηδὲν ἔχοι τούτων ἀλλὰ γυμνὸς εἴη τῆς καθ᾽ ἑαυτὸν τοῦ βίου φροντίδος, τῆς κοινῆς ἔσται χρείας θεραπευτὴς καὶ τὸ παρὰ τῶν προεστώτων ἐπιτασσόμενον μεθ᾽ ἡδονῆς καὶ ἐλπίδος προθύμως ἐπιτελῶν καθάπερ εὔνους καὶ ἁπλοῦς δοῦλος τοῦ Χριστοῦ πρὸς τὴν κοινὴν τῶν ἀδελφῶν χρείαν ἠγορασμένος.

τοῦτο γὰρ καὶ ὁ κύριος βούλεται καὶ παρακαλεῖ λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας ἔσται πάντων ἔσχατος καὶ πάντων δοῦλος.

Χρὴ οὖν τὴν δουλείαν παρὰ τοῖς ἀνθρώποις ἄμισθον εἶναι καὶ μηδεμίαν φέρουσαν τῷ δουλεύοντι τιμὴν μηδὲ δόξαν, ὅπως μὴ παρὰ τὸ γεγραμμένον ἀνθρωπάρεσκος φαίνηται, σχηματίζων ἑαυτὸν ἐν ὀφθαλμοδουλείᾳ μηδὲ ἀνθρώποις ἀλλ᾽ ὡς αὐτῷ τῷ κυρίῳ δουλεύων καὶ τὴν τεθλιμμένην ὁδὸν βαδίζων, ἐν ᾗ τῷ ἐκείνου ζυγῷ 〈προθύμως〉 ὑποθεὶς τὸν αὐχένα καὶ βαστάζων διὰ τέλους ἐν ἡδονῇ φέρεται πρὸς τὸ τέλος 〈μετὰ ἀγαθῆς ἐλπίδος〉. δεῖ οὖν ὑποτετάχθαι πᾶσι καὶ καθάπερ δανείου χρεώστην θεραπεύειν τοὺς ἀδελφούς, τὰς ὑπὲρ ἁπάντων φροντίδας ἐναποθέμενον τῇ ψυχῇ καὶ ἀποπληροῦντα τὴν ὀφειλομένην ἀγάπην. χρὴ δὲ καὶ τοὺς προεστῶτας τοῦ πνευματικοῦ τούτου χοροῦ τό τε μέγεθος τῆς αὑτῶν σκοποῦντας φροντίδος καὶ τῆς ἐφεδρευούσης τῇ πίστει κακίας λογιζομένους τὰς τέχνας ἀξίως τῆς ἐπιστασίας ἀγωνίζεσθαι, μὴ πρὸς τὴν ἐξουσίαν αἴροντας τὸ φρόνημα. κίνδυνος γὰρ ἐνταῦθα, καί τινες ἤδη δοκοῦντες ἑτέρων προεστάναι καὶ τούτους ἐπὶ τὴν οὐράνιον εὐθύνειν ζωὴν ἔλαθον ὑπὸ φρονήματος ἑαυτοὺς ἀπολέσαντες. δεῖ οὖν ἐν τῇ ἐπιστασίᾳ μείζονα μὲν τῶν ἄλλων τοὺς προεστῶτας πονεῖν, ταπεινότερα δὲ τῶν ἀρχομένων φρονεῖν καὶ τύπον δουλείας τὸν ἑαυτῶν βίον παρέχειν τοῖς ἀδελφοῖς, παρακαταθήκην θεοῦ νομίζοντας ἔχειν οὓς ἐπιστεύθησαν.

Εἰ γὰρ οὕτως ἔχοιεν συγκροτοῦντες τὸν ἱερὸν τῇ θεραπείᾳ χορὸν καὶ τὴν μὲν διδαχὴν κατὰ τὴν ἑκάστου χρείαν ἐν φανερῷ ποιούμενοι πρὸς τὸ σῴζειν τὴν πρέπουσαν ἕκαστον τάξιν, ἐν τῷ κρυπτῷ δὲ κατὰ διάνοιαν τὴν ταπεινοφροσύνην καθάπερ εὐγνώμονες δοῦλοι τηροῦντες τῇ πίστει, μέγαν ἑαυτοῖς ἐργάζονται τῷ τοιούτῳ βίῳ μισθόν. οὕτως οὖν ἐπιμελεῖσθε αὐτῶν ὡς ἂν χρηστοὶ παιδαγωγοὶ παίδων ἁπαλῶν, οὓς ἐπιστεύθησαν παρὰ τῶν πατέρων αὐτῶν.

ἐκεῖνοί τε γὰρ τῶν παίδων τὰς ἕξεις σκοποῦντες τῷ μὲν πληγάς, τῷ δὲ νουθεσίαν, τῷ δὲ ἔπαινον, τῷ δὲ ἄλλο τι τοιοῦτον προσάγουσιν, οὐδὲν οὔτε πρὸς χάριν οὔτε πρὸς ἀπέχθειαν τούτων ποιοῦντες, ἀλλ᾽ ὡς ἀνῆκε τῷ πράγματι καὶ ὁ τοῦ παιδὸς ἀπαιτεῖ τρόπος, εἰς τὸ γενέσθαι αὐτοὺς 〈ζηλωτὰς〉 τοῦ βίου τούτου σεμνούς· καὶ ὑμᾶς χρὴ πᾶν μῖσος κατὰ τῶν ἀδελφῶν καὶ πᾶσαν αὐθάδειαν ἀποθεμένους πρὸς τὴν ἑκάστου δύναμιν καὶ γνώμην ἁρμόζειν τὸν λόγον· τῷ μὲν ἐπιτίμησον, τὸν δὲ νουθέτησον, ἄλλον παρακάλεσον, πρὸς τὴν ἑκάστου χρείαν καθάπερ ἀγαθὸς ἰατρὸς προσάγων τὸ φάρμακον· ἐκεῖνός τε γὰρ πρὸς τὰ πάθη σκοπῶν τῷ μὲν πρᾶον, τῷ δὲ σφοδρότερον ἐπέθηκε φάρμακον, οὐδενὶ τῶν θεραπείας δεομένων ἀχθόμενος, ἀλλὰ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἁρμόζων τὴν τέχνην· σύ τε ἀκολούθει τῇ χρείᾳ τοῦ πράγματος, ὅπως τὴν ψυχὴν τοῦ πρὸς σὲ βλέποντος μαθητοῦ καλῶς ἐκπαιδεύσας λαμπρὰν τὴν ἐκείνης ἀρετὴν προσαγάγῃς τῷ πατρί, κληρονόμον ἄξιον τῆς ἐκείνου δωρεᾶς.

Ἐὰν οὕτως ἔχητε πρὸς ἀλλήλους οἵ τε ἐφεστῶτες καὶ οἱ τούτοις χρώμενοι διδασκάλοις, οἱ μὲν πειθόμενοι μετὰ χαρᾶς τοῖς ἐπιταττομένοις, οἱ δὲ μεθ᾽ ἡδονῆς τοὺς ἀδελφοὺς ἐπὶ τὸ τέλειον προσαγόμενοι, καὶ ταῖς τιμαῖς ἀλλήλους προηγῆσθε, τὸν τῶν ἀγγέλων ἐπὶ τῆς γῆς ζήσεσθε βίον. μηδεὶς οὖν ἐν ὑμῖν γνωριζέσθω τῦφος, ἀλλὰ ἁπλότης καὶ ὁμόνοια καὶ διάθεσις ἄδολος συγκροτείτω τὸν χορόν· πειθέτω δὲ ἕκαστος ἑαυτόν, ὡς οὐ τοῦ συνόντος ἀδελφοῦ μόνον ἐστὶ καταδεέστερος, ἀλλὰ καὶ παντὸς ἀνθρώπου· τοῦτο γὰρ γινώσκων μαθητὴς ἔσται ὄντως Χριστοῦ.

Ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καθὼς ὁ σωτὴρ εἶπεν, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ πάλιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος, καθὼς Ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· καὶ ὁ ἀπόστολος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ κύριον Ἰησοῦν Χριστόν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. εἰδότες οὖν τῆς τε ταπεινότητος τοὺς καρποὺς καὶ τὴν ζημίαν τοῦ τύφου μιμήσασθε τὸν δεσπότην ἀγαπῶντες ἀλλήλους, καὶ μήτε θάνατον μήτε ἄλλην τινὰ τιμωρίαν εἰς ἀγαθὸν μετ᾽ ἀλλήλων ὀκνεῖτε· ἀλλ᾽ ἣν ἐβάδισεν ὁδὸν ἐν ἡμῖν ὁ θεός, ταύτην ὑμεῖς πρὸς ἐκεῖνον βαδίζοντες ἑνὶ σώματι καὶ ψυχῇ μιᾷ χωρεῖτε πρὸς τὴν ἄνω κλῆσιν, ἀγαπῶντες τὸν θεὸν καὶ ἀλλήλους. ἀγάπη γὰρ καὶ φόβος ὁ πρὸς τὸν κύριον τὸ πρῶτον τοῦ νόμου ἐστὶ πλήρωμα.