Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ τὸν χριστιανὸν βιοῦν

Γρηγόριος ὁ Νύσσης

Επίλογος και τελική δοξολογία

Σύνοψη της ανταπόδοσης των έργων, προειδοποίηση κατά της κενοδοξίας και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 8

Τί τῆς ἐντολῆς ταύτης δυνατώτερον; ψυχρῷ ποτηρίῳ μισθὸς ἐπουράνιος ἕπεται. καί μοι σκόπει τῆς φιλανθρωπίας τὸ ἄμετρον· Ἐφ᾽ ὅσον ἑνὶ τούτων ἐποιήσατέ φησιν, ἐμοὶ ἐποιήσατε. τὸ μὲν ἐπίταγμα μικρόν, τὸ δὲ τῆς ὑπακοῆς κέρδος πολὺ καὶ παρὰ θεῷ πλουσίως ἀνταποδιδόμενον· ὥστε οὐδὲν ὑπὲρ δύναμιν ἀπαιτεῖ, ἀλλὰ κἂν μικρὸν κἂν μέγα ποιῇς, ἕπεταί σοι κατὰ τὴν προαίρεσιν ὁ μισθός. ἐὰν μὲν γὰρ εἰς ὄνομα καὶ φόβον θεοῦ, λαμπρὰ καὶ ἀναφαίρετος ἦλθεν ἡ δωρεά· ἐὰν δὲ εἰς ἐπίδειξιν 〈καὶ δόξαν ἀνθρώπων〉, ἄκουσον ὀμνύντος αὐτοῦ τοῦ κυρίου· Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. ἵνα οὖν μὴ τοῦτο πάθωμεν, παραγγέλλει τοῖς μαθηταῖς καὶ δι᾽ ἐκείνων ἡμῖν· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἢ τὴν εὐχὴν ἢ τὴν νηστείαν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. οὕτως ἀποστρέφεσθαι κελεύει καὶ φεύγειν 〈τοὺς θνητοὺς τούτους〉 καὶ παρὰ θνητῶν ἐπαίνους καὶ τὴν μαραινομένην καὶ φεύγουσαν ἡμᾶς δόξαν, ζητεῖν δὲ μόνην ἐκείνην, ἧς οὐδὲ κάλλος ἔστιν εἰπεῖν οὐδὲ πέρας εὑρεῖν· δι᾽ ἧς καὶ αὐτοὶ δυνησόμεθα δοξάζειν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.