Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν εἶναι

Γρηγόριος ὁ Νύσσης

Η σημασία του χριστιανικού ονόματος και η ακεραιότητα του βίου

Η κλήση των πιστών, η ανάγκη ταύτισης του ονόματος με την έμπρακτη μίμηση του Χριστού και η οντολογική ασυμβατότητα μεταξύ αρετής και κακίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 7

Τοῦ ἀγαθοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ χαρισαμένου τὴν κοινωνίαν ἡμῖν τοῦ προσκυνουμένου ὀνόματος, ὥστε ἡμᾶς ἐκ μηδενὸς ἄλλου τῶν περὶ ἡμᾶς ὀνομάζεσθαι, κἂν πλούσιός τις ὢν τύχῃ καὶ εὐπατρίδης κἂν δυσγενὴς ᾖ ἢ πένης, κἂν ἐξ ἐπιτηδευμάτων τινῶν ἢ ἀξιωμάτων τὸ γνώριμον ἔχῃ, πάντων 〈δὲ〉 τῶν τοιούτων ὀνομάτων ἀργούντων μίαν εἶναι κυρίαν κλῆσιν τοῖς εἰς αὐτὸν πεπιστευκόσι τὸ Χριστιανοὺς ὀνομάζεσθαι· ταύτης τοίνυν ἄνωθεν ἡμῖν ἐπικυρωθείσης τῆς χάριτος ἀναγκαῖον ἂν εἴη πρῶτον μὲν τῆς δωρεᾶς νοῆσαι τὸ μέγεθος, ὥστε κατ᾽ ἀξίαν εὐχαριστῆσαι τῷ τὰ τηλικαῦτα δωρησαμένῳ θεῷ, ἔπειτα δὲ τοιούτους ἑαυτοὺς διὰ τοῦ βίου δεῖξαι, οἵους ἐπιζητεῖ ἡ τοῦ μεγάλου τούτου ὀνόματος δύναμις. τὸ μὲν οὖν μέγεθος τῆς δωρεᾶς, ἧς διὰ τοῦ συνονομασθῆναι τῷ δεσπότῃ τῆς ζωῆς ἡμῶν ἠξιώθημεν, οὕτως ἂν γένοιτο δῆλον ἡμῖν, εἰ αὐτὸ τὸ σημαινόμενον τοῦ κατὰ τὸν Χριστὸν ὀνόματος ἐπιγνοίημεν, ὥστε συνεῖναι, ὅταν διὰ ταύτης τῆς φωνῆς τὸν τοῦ παντὸς κύριον ἐν ταῖς εὐχαῖς προσκαλώμεθα, ποίαν ταῖς ψυχαῖς ἡμῶν ἀναλαμβάνομεν ἔννοιαν ἢ τί διὰ τοῦ ὀνόματος τούτου κατανοοῦντες εὐσεβῶς αὐτὸν ἐπικαλεῖσθαι πιστεύομεν. ἐπειδὰν δὲ τοῦτο νοήσωμεν, τότε δι᾽ ἀκολούθου καὶ οἵους προσήκει ἡμᾶς διὰ τῆς περὶ τὸν βίον σπουδῆς ἐπιδειχθῆναι σαφῶς μαθησόμεθα, διδασκάλῳ καὶ ὁδηγῷ πρὸς τὸν βίον τῷ ὀνόματι χρώμενοι.

οὐκοῦν τὸν ἅγιον Παῦλον πρὸς τὰ δύο ταῦτα καθηγεμόνα ποιούμενοι ἀσφαλεστάτην ἕξομεν ὁδηγίαν πρὸς τὴν τῶν ζητουμένων σαφήνειαν. οὗτος γὰρ μάλιστα πάντων ἀκριβῶς καὶ τί ἐστιν ὁ Χριστὸς κατενόησε καὶ οἷον εἶναι χρὴ τὸν ἐπονομαζόμενον αὐτῷ δι᾽ ὧν ἐποίησεν ὑφηγήσατο, οὕτως ἐναργῶς αὐτὸν μιμησάμενος, ὡς ἐν ἑαυτῷ δεῖξαι τὸν ἑαυτοῦ δεσπότην μεμορφωμένον, διὰ τῆς ἀκριβεστάτης μιμήσεως μεταβληθέντος τοῦ τῆς ψυχῆς αὐτοῦ εἴδους πρὸς τὸ πρωτότυπον, ὡς μηκέτι Παῦλον εἶναι δοκεῖν τὸν ζῶντά τε καὶ φθεγγόμενον, ἀλλ᾽ αὐτὸν τὸν Χριστὸν ἐν αὐτῷ ζῆν· καθώς φησιν ὁ καλῶς τῶν ἰδίων ἀγαθῶν ἐπαισθόμενος ὅτι Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, καὶ ὅτι Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

Οὗτος οὖν καὶ τοῦ κατὰ Χριστὸν ὀνόματος ἐγνώρισεν ἡμῖν τὸ σημαινόμενον εἰπὼν ὅτι Χριστός ἐστι θεοῦ δύναμις καὶ θεοῦ σοφία· ἀλλὰ καὶ εἰρήνην αὐτὸν ἐκάλεσε καὶ φῶς ἀπρόσιτον, ἐν ᾧ οἰκεῖ ὁ θεός, ἁγιασμόν τε καὶ ἀπολύτρωσιν ἀρχιερέα τε μέγαν καὶ πάσχα, ἱλαστήριον ψυχῶν, ἀπαύγασμα δόξης, χαρακτῆρα ὑποστάσεως καὶ ποιητὴν αἰώνων, βρῶμα πνευματικὸν καὶ πόμα, πέτραν καὶ ὕδωρ, θεμέλιον πίστεως καὶ γωνίας κεφαλὴν καὶ θεοῦ τοῦ ἀοράτου εἰκόνα καὶ μέγαν θεὸν κεφαλήν τε τοῦ τῆς ἐκκλησίας σώματος καὶ τῆς καινῆς κτίσεως πρωτότοκον καὶ ἀπαρχὴν τῶν κεκοιμημένων, πρωτότοκον ἐκ νεκρῶν καὶ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων καὶ υἱὸν μονογενῆ δόξῃ καὶ τιμῇ ἐστεφανωμένον καὶ κύριον τῆς δόξης καὶ ἀρχὴν τῶν ὄντων, οὕτως εἰπὼν περὶ αὐτοῦ· Ὅς ἐστιν ἀρχή, βασιλέα τε δικαιοσύνης πρὸς τούτοις καὶ βασιλέα εἰρήνης καὶ βασιλέα τῶν ἁπάντων ἀπερίγραπτον ἔχοντα τῆς βασιλείας τὸ κράτος καὶ ἄλλα τοιαῦτα πολλά, ὧν οὐκ ἔστι τὸ πλῆθος ῥᾳδίως ἐξαριθμήσασθαι· ἅπερ πάντα συντεθέντα πρὸς ἄλληλα, τῆς ἑκάστης τῶν ἐπωνυμιῶν διανοίας τὸ παρ᾽ ἑαυτῆς εἰς ἔνδειξιν τοῦ σημαινομένου συνεισφερούσης, ἔμφασίν τινα τῆς σημασίας τοῦ κατὰ Χριστὸν ὀνόματος ἡμῖν ἐμποιεῖ, ὅσον χωροῦμεν τῇ ψυχῇ κατανοῆσαι, τοσοῦτον τῆς ἀφράστου μεγαλειότητος ἡμῖν ἐνδεικνύμενα.

ἐπειδὴ τοίνυν πάσης ἀξίας τε καὶ ἐξουσίας καὶ δυναστείας ὑπέρκειται τὸ τῆς βασιλείας ἀξίωμα, τῇ δὲ τοῦ Χριστοῦ προσηγορίᾳ κυρίως καὶ πρώτως τὸ βασιλικὸν διασημαίνεται κράτος (προηγεῖτο γάρ, καθὼς ἐν ταῖς ἱστορίαις ἐμάθομεν, τῆς βασιλείας ἡ χρῖσις), τῇ δὲ βασιλείᾳ πᾶσα ἡ τῶν λοιπῶν ὀνομάτων ἐμπεριέχεται δύναμις, τούτου χάριν ὁ τὰ ἐμπεριεχόμενα κατανοήσας καὶ τὴν περιεκτικὴν τῶν κατὰ μέρος συγκατενόησε δύναμιν, αὕτη δέ ἐστιν ἡ βασιλεία, ἧς ἐνδεικτικὸν ὄνομα ἡ τοῦ Χριστοῦ κλῆσίς ἐστιν. οὐκοῦν ἐπειδὴ τοῦ μεγίστου τε καὶ θειοτάτου καὶ πρώτου τῶν ὀνομάτων γέγονε παρὰ τοῦ ἀγαθοῦ δεσπότου ἡμῖν ἡ κοινωνία, ὥστε τοὺς τῇ ἐπωνυμίᾳ τοῦ Χριστοῦ τιμηθέντας Χριστιανοὺς ὀνομάζεσθαι, ἀναγκαῖον ἂν εἴη πάντα τὰ ἑρμηνευτικὰ τῆς τοιαύτης φωνῆς ὀνόματα καὶ ἐν ἡμῖν καθορᾶσθαι, ὡς μὴ ψευδώνυμον ἐφ᾽ ἡμῶν εἶναι τὴν κλῆσιν, ἀλλ᾽ ἐκ τοῦ βίου τὴν μαρτυρίαν ἔχειν. οὐ γὰρ ἐκ τοῦ καλεῖσθαί τι τὸ εἶναι γίνεται, ἀλλ᾽ ἡ ὑποκειμένη φύσις, οἵα δ᾽ ἂν οὖσα τύχῃ, διὰ τῆς προσφυοῦς τοῦ ὀνόματος σημασίας γνωρίζεται. οἷόν τι λέγω· εἰ δένδρῳ τις ἢ πέτρᾳ προσηγορίαν ἀνθρώπου χαρίσαιτο, ἆρα ἄνθρωπος ἔσται διὰ τὴν κλῆσιν ἢ τὸ φυτὸν ἢ ὁ λίθος; οὐκ ἔστι ταῦτα· ἀλλὰ χρὴ πρῶτον εἶναι ἄνθρωπον, εἶθ᾽ οὕτως ὀνομασθῆναι τῇ προσηγορίᾳ τῆς φύσεως.

οὐδὲ γὰρ ἐπὶ τῶν ὁμοιωμάτων αἱ κλήσεις τὸ κύριον ἔχουσι, ὡς εἴ τις ἄνθρωπον λέγοι τὸν ἀνδριάντα ἢ ἵππον τὸ μίμημα· ἀλλ᾽ εἰ μέλλοι τι κυρίως καὶ ἀψευδῶς ὀνομάζεσθαι, ἀληθῆ δείξει πάντως τὴν προσηγορίαν ἡ φύσις. ἡ δὲ ἀναδεξαμένη τὴν μίμησιν ὕλη, ὅπερ ἂν οὖσα τύχῃ, τοῦτο καὶ ὀνομάζεται, χαλκὸς ἢ λίθος ἤ τι τοιοῦτον ἕτερον, ᾧ ἐπέβαλεν ἡ τέχνη τὸ εἶδος πρὸς τὸ δοκοῦν σχηματίσασα.

Οὐκοῦν τοὺς ἀπὸ τοῦ Χριστοῦ ἑαυτοὺς ὀνομάζοντας πρῶτον γενέσθαι χρὴ ὅπερ τὸ ὄνομα βούλεται, εἶθ᾽ οὕτως ἑαυτοῖς ἐφαρμόσαι τὴν κλῆσιν. καὶ ὥσπερ εἴ τις διακρίνοι ἀπὸ τοῦ ὄντως ἀνθρώπου τὸν ὁμωνύμως ἐπὶ τῆς εἰκόνος λεγόμενον, ἐκ τῶν ἰδιωμάτων ποιήσεται τὴν διάκρισιν (τὸ μὲν γὰρ ζῶον λογικὸν διανοητικὸν ὀνομάσει, τὸ δὲ ἕτερον ὕλην ἄψυχον διὰ μιμήσεως ὑπελθοῦσαν τὸ εἶδος)· οὕτω καὶ τὸν Χριστιανὸν τόν τε ὄντως ὄντα καὶ τὸν δοκοῦντα διὰ τῶν ἐπιφαινομένων τοῖς χαρακτῆρσιν ἰδιωμάτων ἐπιγνωσόμεθα. χαρακτῆρες δὲ τοῦ ὄντως Χριστιανοῦ πάντα ἐκεῖνά ἐστιν, ὅσα περὶ τὸν Χριστὸν ἐνοήσαμεν. ὧν ὅσα μὲν χωροῦμεν, μιμούμεθα· ὅσα δὲ οὐ χωρεῖ ἡ φύσις πρὸς μίμησιν, σεβόμεθά τε καὶ προσκυνοῦμεν. οὐκοῦν πάντα τὰ ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας ὀνόματα ἐπιλάμπειν χρὴ τῷ τοῦ Χριστιανοῦ βίῳ, τὰ μὲν διὰ μιμήσεως, τὰ δὲ διὰ προσκυνήσεως, εἰ μέλλοι ἄρτιος εἶναι ὁ τοῦ θεοῦ ἄνθρωπος, καθώς φησιν ὁ ἀπόστολος, μηδαμοῦ διὰ τῆς κακίας ἀκρωτηριάζων τὴν ἀρτιότητα.

ὥσπερ γὰρ οἱ τὰς μυθικὰς τερατείας ἢ διὰ τῶν λόγων ἢ διὰ τῆς γραφικῆς πλάσσοντες τέχνης βουκεφάλους τινὰς ἢ ἱπποκενταύρους ἢ δρακοντόποδας ἢ ἄλλο τι τοιοῦτον ἐξ ἑτερογενῶν συντιθέντες οὐ πρὸς τὸ τῆς φύσεως ἀρχέτυπον τὴν μίμησιν ἄγουσιν, ἀλλὰ διὰ τῆς παραλόγου ταύτης ἐπινοίας τὴν φύσιν ἐκβαίνοντες ἄλλο τι πλάσσουσι καὶ οὐκ ἄνθρωπον, σχηματίζοντες πρὸς τὸ δοκοῦν τὸ ἀνύπαρκτον, καὶ οὐκ ἄν τις ἄνθρωπον εἴποι τὸ πεπλασμένον διὰ τῆς ἀλλοκότου ταύτης συνθέσεως, κἂν μέρει τινὶ τοῦ ἀνθρωπίνου σώματος προσεοικὸς τύχῃ τὸ μέρος τοῦ πλάσματος· οὕτως οὐδ᾽ ἂν Χριστιανὸς ἀκριβῶς ὀνομασθείη ὁ τὴν κεφαλὴν ἄλογον ἔχων, τουτέστιν ὁ τὴν τοῦ παντὸς κεφαλὴν ἥτις ὁ λόγος ἐστὶν ἐν τῇ πίστει μὴ ἔχων, κἂν ἐν τοῖς ἄλλοις ἄρτιος ᾖ, ἢ ὁ τῇ κεφαλῇ τῆς πίστεως μὴ κατάλληλον ἐνδεικνύμενος τῆς πολιτείας τὸ σῶμα, ἢ δρακόντων θυμοῖς συμφυόμενος καὶ καθ᾽ ὁμοιότητα τῶν ἑρπετῶν τούτων ἐκθηριούμενος ἢ τὸ θηλυμανὲς τῶν ἵππων τῷ ἀνθρωπίνῳ χαρακτῆρι συμβάλλων καὶ διφυής τις ἱπποκένταυρος ἐκ λογικοῦ τε καὶ ἀλόγου γινόμενος. τοιούτους δὲ πολλοὺς ἔστιν ἰδεῖν ἢ ἐν μόσχου κεφαλῇ, τουτέστιν ἐν τῷ τῆς εἰδωλολατρίας δόγματι, τὸν εὐσχήμονα κατορθοῦντας βίον, οἷον τὸν Μινώταυρον γράφουσιν, ἢ Χριστιανῷ προσώπῳ θηριῶδες ὑφαρμόζοντας τῷ βίῳ τὸ σῶμα, οἵους τοὺς κενταύρους ἢ τοὺς δρακοντόποδας πλάττουσιν.

ὡς ἂν τοίνυν καθάπερ ἐπὶ σώματος ἀνθρωπίνου ὁ Χριστιανὸς δι᾽ ὅλου γνωρίζοιτο, πάντων προσήκει τῶν κατὰ τὸν Χριστὸν νοουμένων ἀγαθῶν τὸν πιστὸν ἐνσημαίνεσθαι τῷ βίῳ τοὺς χαρακτῆρας. τὸ γὰρ ἔν τινι μὲν εἶναι τοιοῦτον οἷον τὸ ὄνομα βούλεται, ἐν ἑτέροις δὲ πρὸς τὰ ἐναντία ῥέπειν οὐδέν ἐστιν ἕτερον ἢ εἰς πολεμίου τάξιν αὐτὸν πρὸς ἑαυτὸν διατέμνεσθαι, δι᾽ ἀρετῆς καὶ κακίας ἐν ἑαυτῷ στασιάζοντα, ἄσπονδον αὐτὸν ἑαυτῷ καὶ ἀσύμβατον τῷ βίῳ γινόμενον. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; φησὶν ὁ ἀπόστολος.

Ἐπειδὴ γὰρ ἄμικτος τῷ φωτὶ πρὸς τὸ σκότος καὶ ἀμεσίτευτός ἐστιν ἡ ἐναντίωσις, ὁ ἀμφοτέρων ἐχόμενος καὶ μὴ θάτερον αὐτῶν μεθιεὶς τῇ τῶν ἀντιστοιχούντων ἀλλήλοις ἐναντιότητι καὶ αὐτὸς κατ᾽ ἀνάγκην συνδιασχίζεται καὶ φῶς κατὰ ταὐτὸν καὶ σκότος ἐν τῷ συμμίκτῳ βίῳ γινόμενος, τῆς μὲν πίστεως τὸν φωτισμὸν ἐνιείσης, τοῦ δὲ σκοτεινοῦ βίου τὴν ἐκ τοῦ λόγου λαμπηδόνα καταμελαίνοντος. ἐπεὶ οὖν ἀμήχανός ἐστι καὶ ἀσύμβατος τῷ φωτὶ πρὸς τὸ σκότος ἡ κοινωνία, ὁ ἑκατέρου τῶν ἐναντίων περιεχόμενος αὐτὸς ἑαυτῷ πολέμιος γίνεται, διχῇ μερισθεὶς πρὸς ἀρετὴν καὶ κακίαν καὶ ἑαυτῷ πρὸς ἀντίπαλον τάξιν ἀντικαθιστάμενος. ὥσπερ δὲ οὐκ ἔστιν ἐν δυσὶ πολεμίοις ἀμφοτέρους νικητὰς κατ᾽ ἀλλήλων γενέσθαι (ἡ γὰρ τοῦ ἑνὸς νίκη θάνατον τοῦ ἀντικειμένου πάντως ἐργάζεται), οὕτω καὶ ἐπὶ ταύτης τῆς ἐμφυλίου μάχης τῆς διὰ τοῦ συμμίκτου βίου συνισταμένης οὐκ ἔστι νικῆσαι τὴν κρείττω παράταξιν, μὴ πανωλεθρίᾳ τῆς ἄλλης διαφθαρείσης. πῶς γὰρ ὁ τῆς εὐσεβείας στρατὸς κρείττων τῆς κακίας γενήσεται, τῆς πονηρᾶς φάλαγγος τῶν ἐναντίων ἀντιβαινούσης; ἀλλ᾽ εἰ μέλλοι νικᾶν τὸ κρεῖττον, φονευθήσεται πάντως τὸ ἀντικείμενον. καὶ οὕτως ἡ ἀρετὴ κατὰ τῆς κακίας ἕξει τὰ νικητήρια, ὅταν πᾶν τὸ πολέμιον αὐτῇ διὰ τῆς τῶν λογισμῶν σομμαχίας μεταχωρήσῃ πρὸς τὸ ἀνύπαρκτον.

καὶ τότε πληροῦται τὸ ἐκ προσώπου τοῦ θεοῦ διὰ τῆς προφητείας λεγόμενον ὅτι Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. οὐ γὰρ ἔστιν ἄλλως τὸ ἐν ἐμοὶ ἀγαθὸν ζῆσαι, μὴ τῷ θανάτῳ τοῦ πολεμίου ζωοποιούμενον. ἕως δ᾽ ἂν τῶν δύο περιεχώμεθα ἑκατέρᾳ χειρὶ τῶν ἐναντίων ἁπτόμενοι, ἀδύνατον κατὰ ταὐτὸν ἀμφοτέρων ἔχειν τὴν μετουσίαν. τοῦ γὰρ περιδραξαμένου τῆς κακίας ἡ ἀρετὴ τῆς λαβῆς ἐξωλίσθησεν.