Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν εἶναι

Γρηγόριος ὁ Νύσσης

Η χριστιανική τελειότητα και η αέναη πνευματική πρόοδος

Η πλήρης συμφωνία διανοήματος, λόγου και πράξεως, καθώς και η μεταμόρφωση της ανθρώπινης τρεπτότητας σε εργαλείο διαρκούς ανόδου προς το αγαθό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 7

Καὶ τί χρὴ περαιτέρω προάγειν τὸν λόγον πάσας τὰς φωνάς, αἷς τὸ τοῦ Χριστοῦ διερμηνεύεται ὄνομα, προτιθέντα τῇ ἀκολουθίᾳ τῆς ἐξετάσεως, δι᾽ ὧν ἔστι πρὸς τὸν κατ᾽ ἀρετὴν βίον ὁδηγηθῆναι, ἑκάστου ὀνόματος διὰ τῆς οἰκείας ἐμφάσεως συνεργοῦντός τι πάντως ἡμῖν πρὸς τὴν τοῦ βίου τελείωσιν; ἀλλὰ καλῶς ἔχειν φημὶ τὴν τῶν μνημονευθέντων ἀνακεφαλαιώσασθαι μνήμην, ὥστε τινὰ γενέσθαι χειραγωγίαν ἡμῖν πρὸς τὸν τοῦ λόγου σκοπόν, ὃν ἐξ ἀρχῆς ὑπεθέμεθα ζητοῦντες, πῶς ἄν τις τὸ τέλειον ἐν ἑαυτῷ κατορθώσειεν. οἶμαι γάρ, εἴ τις ἀεὶ τοῦτο λογίζοιτο, ὅτι κοινωνός ἐστι τοῦ προσκυνουμένου ὀνόματος κατὰ τὸ δόγμα τῶν ἀποστόλων Χριστιανὸς χρηματίζων, ἀναγκαίως καὶ τῶν ἄλλων ὀνομάτων, οἷς ὁ Χριστὸς νοεῖται, καὶ ἐφ᾽ ἑαυτοῦ δείξει τὴν δύναμιν, κοινωνὸς ἑκάστης κλήσεως διὰ τοῦ βίου γινόμενος. οἷόν τι λέγω· τρία τὰ χαρακτηρίζοντα τοῦ Χριστιανοῦ τὸν βίον ἐστί· πρᾶξις, λόγος, ἐνθύμιον. ἐκ τούτων ἀρχικώτερον τῶν ἄλλων ἐστὶ τὸ ἐνθύμιον. ἀρχὴ γὰρ γίνεται λόγου παντὸς ἡ διάνοια, δεύτερον δὲ μετὰ τὴν ἐνθύμησιν ὁ λόγος ἐστί, τὴν ἐντυπωθεῖσαν τῇ ψυχῇ διάνοιαν διὰ τῆς φωνῆς ἐκκαλύπτων, τρίτην δὲ τάξιν ἐπέχει μετὰ τὸν νοῦν καὶ τὸν λόγον ἡ πρᾶξις, τὸ νοηθὲν εἰς ἐνέργειαν ἄγουσα.

οὐκοῦν ὅταν εἴς τι τούτων ἡμᾶς ἡ ἀκολουθία τοῦ βίου προαγάγηται, καλῶς ἔχει παντὸς καὶ λόγου καὶ ἔργου καὶ ἐνθυμήματος τὰ θεῖα ταῦτα νοήματα, δι᾽ ὧν ὁ Χριστὸς νοεῖται καὶ ὀνομάζεται, δι᾽ ἀκριβείας ἐπισκοπεῖσθαι, μὴ ἔξω τῆς δυνάμεως τῶν ὑψηλῶν ἐκείνων ὀνομάτων φέρηται ἡμῶν ἢ τὸ ἔργον ἢ ὁ λόγος ἢ τὸ ἐνθύμιον. ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι πᾶν ὃ μὴ ἐκ πίστεως ἁμαρτία ἐστίν, οὕτως ἔστιν ἐκ τοῦ ἀκολούθου νοήσαντα σαφῶς ἀποφήνασθαι, ὅτι πᾶν ὃ μὴ εἰς Χριστὸν βλέπει ἢ ῥῆμα ἢ ἔργον ἢ νόημα εἰς τὸ ἀντικείμενον τῷ Χριστῷ πάντως ὁρᾷ. οὐ γὰρ ἔστι τὸν ἔξω φωτὸς ἢ ζωῆς γενόμενον μὴ ἐν σκότει πάντως ἢ ἐν θανάτῳ εἶναι. εἰ τοίνυν τὸ μὴ κατὰ Χριστὸν ἐνεργούμενόν τε καὶ λαλούμενον καὶ νοούμενον πρὸς τὸ τῷ ἀγαθῷ ἀντικείμενον οἰκείως ἔχει, παντὶ δῆλον ἂν εἴη τὸ διὰ τούτων ἀναφαινόμενον, ὅτι ἀφίησι τὸν Χριστὸν ὁ ἔξω ἐκείνου γενόμενος, δι᾽ ὧν ἢ νοεῖ τι ἢ πράττει ἢ φθέγγεται. οὐκοῦν ἀληθεύει ἡ θεία τοῦ προφήτου φωνή, ἥ φησι· Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς.

ὡς γὰρ ὁ τὸν Χριστὸν ἐν τοῖς διωγμοῖς ἀρνησάμενος παραβάτης ἐστὶ τοῦ προσκυνουμένου ὀνόματος, οὕτω καὶ εἴ τις τὴν ἀλήθειαν ἢ τὴν δικαιοσύνην ἀρνήσαιτο ἢ τὸν ἁγιασμόν τε καὶ τὴν ἀφθαρσίαν, ἢ εἴ τι ἄλλο τῶν κατ᾽ ἀρετὴν νοουμένων ἐν καιρῷ τῆς τῶν παθημάτων ἐπικρατήσεως ἀποβάλοι τοῦ βίου, παραβάτης ὀνομάζεται ὑπὸ τῆς προφητείας, δι᾽ ἑκάστου τούτων τὸν ταῦτα ὄντα παραβαίνων τῷ βίῳ. τί οὖν χρὴ πράττειν τὸν τῆς μεγάλης τοῦ Χριστοῦ ἐπωνυμίας ἀξιωθέντα; τί ἄλλο ἢ διὰ παντὸς φυλοκρινεῖν ἐν ἑαυτῷ τὰ νοήματά τε καὶ ῥήματα καὶ τὰ ἔργα, εἴτε πρὸς Χριστὸν ἕκαστον τούτων βλέπει εἴτε τοῦ Χριστοῦ ἠλλοτρίωται· πολλὴ δὲ τῆς διακρίσεως τῶν τοιούτων ἐστὶν ἡ εὐκολία. ὃ γὰρ διὰ πάθους τινὸς ἢ ἐνεργεῖται ἢ νοεῖται ἢ λέγεται, τοῦτο οὐδεμίαν ἔχει πρὸς τὸν Χριστὸν συμφωνίαν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ ἀντικειμένου φέρει, ὃς ἀντὶ βορβόρου τὰ πάθη τῷ μαργαρίτῃ τῆς ψυχῆς προσαλείφων τὴν λαμπηδόνα τοῦ τιμίου λίθου διαλυμαίνεται. τὸ δὲ καθαρεῦον πάσης ἐμπαθοῦς διαθέσεως πρὸς τὸν ἀρχηγὸν τῆς ἀπαθείας βλέπει, ὅς ἐστιν ὁ Χριστός, ἐξ οὗ καθάπερ ἐκ καθαρᾶς καὶ ἀφθάρτου πηγῆς ἀρυόμενός τις εἰς ἑαυτὸν τὰ νοήματα τοιαύτην ἑαυτῷ πρὸς τὸ πρωτότυπον δείξει τὴν ὁμοιότητα, οἵα ἐστὶ πρὸς τὸ ὕδωρ τῷ ὕδατι τῷ τε πηγαίῳ τῷ βρύοντι καὶ τῷ ἐκεῖθεν ἐν τῷ ἀμφορεῖ γεγενημένῳ.

μία γὰρ τῇ φύσει ἡ καθαρότης ἥ τε ἐν τῷ Χριστῷ καὶ ἡ ἐν τῷ μετέχοντι θεωρουμένη, ἀλλ᾽ ὁ μὲν πηγάζει, ὁ δὲ μετέχων ἀρύεται, μετάγων ἐπὶ τὸν βίον τὸ ἐν τοῖς νοήμασι κάλλος· ὥστε συμφωνίαν εἶναι τοῦ κρυπτοῦ ἀνθρώπου πρὸς τὸν φαινόμενον, συμβαινούσης τῆς τοῦ βίου εὐσχημοσύνης τοῖς κατὰ Χριστὸν κινουμένοις νοήμασι.

Τοῦτο τοίνυν ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν τὸ ἐν τῷ Χριστιανῷ βίῳ τέλειον, τὸ πάντων τῶν ὀνομάτων, οἷς τὸ τοῦ Χριστοῦ διασημαίνεται ὄνομα, τὴν κοινωνίαν ἔχειν ἐν ψυχῇ τε καὶ λόγῳ καὶ ἐν τοῖς τοῦ βίου ἐπιτηδεύμασιν, ὥστε ὁλοτελῆ τὸν ἁγιασμὸν κατὰ τὴν εὐλογίαν τοῦ Παύλου ἐφ᾽ ἑαυτοῦ ἀναδέξασθαι ἐν ὁλοκλήρῳ τῷ σώματι καὶ τῇ ψυχῇ καὶ τῷ πνεύματι ἔξω τῆς πρὸς τὸ κακὸν ἐπιμιξίας διηνεκῶς φυλασσόμενον. εἰ δέ τις λέγοι δυσκατόρθωτον εἶναι τὸ ἀγαθόν, ἐπειδὴ ἄτρεπτος μόνος ὁ τῆς κτίσεως κύριος, τρεπτὴ δὲ ἡ ἀνθρωπίνη φύσις καὶ πρὸς τὰς μεταβολὰς ἐπιτηδείως ἔχει· πῶς οὖν ἐστι δυνατὸν τὸ ἐν τῷ ἀγαθῷ πάγιόν τε καὶ ἀμετάπτωτον ἐν τῇ τρεπτῇ κατορθωθῆναι φύσει; πρὸς τοίνυν τὸν τοιοῦτον λόγον ἐκεῖνό φαμεν, ὅτι οὐκ ἔστι στεφανωθῆναί τινα τὸν μὴ νομίμως ἀθλήσαντα· οὐκ ἂν δὲ γένοιτο νόμιμος ἄθλησις μὴ ὄντος τοῦ προσπαλαίοντος. εἰ οὖν μὴ ἦν ὁ ἀντίπαλος, οὐδ᾽ ἂν ὁ στέφανος ἦν· νίκη γὰρ καθ᾽ ἑαυτὴν οὐκ ἔστιν, ἐὰν μὴ ᾖ τὸ ἡττώμενον. οὐκοῦν πρὸς αὐτὸ τὸ τρεπτὸν τῆς φύσεως ἡμῶν ἀγωνισώμεθα, οἷόν τινι ἀντιπάλῳ διὰ τῶν λογισμῶν συμπλεκόμενοι, οὐ διὰ τοῦ καταβαλεῖν αὐτὴν νικηταὶ γινόμενοι, ἀλλὰ διὰ τοῦ μὴ συγχωρῆσαι πεσεῖν.

οὐδὲ γὰρ μόνον πρὸς τὸ κακὸν ὁ ἄνθρωπος τῇ τροπῇ χρῆται· ἦ γὰρ ἂν ἀμήχανον ἦν αὐτὸν ἐν ἀγαθῷ γενέσθαι, εἰ πρὸς τὸ ἐναντίον μόνον τὴν ῥοπὴν εἶχεν ἐκ φύσεως· νυνὶ δὲ τὸ κάλλιστον τῆς τροπῆς ἔργον ἡ ἐν τοῖς ἀγαθοῖς ἐστιν αὔξησις, πάντοτε τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἐπὶ τὸ θειότερον μεταποιούσης τὸν καλῶς ἀλλοιούμενον. οὐκοῦν τὸ φοβερὸν εἶναι δοκοῦν (λέγω δὲ τὸ τρεπτὴν ἡμῶν εἶναι τὴν φύσιν) οἷόν τι πτερὸν πρὸς τὴν ἐπὶ τὰ μείζω πτῆσιν ὁ λόγος ὑπέδειξεν, ὡς ζημίαν εἶναι ἡμῖν τὸ μὴ δύνασθαι τὴν πρὸς τὸ κρεῖττον ἀλλοίωσιν δέξασθαι. μὴ τοίνυν λυπείσθω ὁ βλέπων ἐν τῇ φύσει τὸ πρὸς τὴν μεταβολὴν ἐπιτήδειον, ἀλλὰ πρὸς τὸ κρεῖττον διὰ παντὸς ἀλλοιούμενος καὶ ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμενος οὕτω τρεπέσθω, διὰ τῆς καθ᾽ ἡμέραν αὐξήσεως πάντοτε κρείττων γινόμενος καὶ ἀεὶ τελειούμενος καὶ μηδέποτε πρὸς τὸ πέρας φθάνων τῆς τελειότητος. αὕτη γάρ ἐστιν 〈ἡ〉 ὡς ἀληθῶς τελειότης τὸ μηδέποτε στῆναι πρὸς τὸ κρεῖττον αὐξανόμενον μηδέ τινι πέρατι περιορίσαι τὴν τελειότητα.