Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν ὀνομάζεσθαι

Γρηγόριος ὁ Νύσσης

Η μίμηση του Θεού και ο επίλογος

Αναλύεται η δυνατότητα μίμησης των θείων ενεργειών μέσω της κάθαρσης από τα πάθη και ακολουθεί η τελική προτροπή για πνευματικό θησαυρισμό και ένταξη στην ουράνια πολιτεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

πῶς γὰρ ἂν γένοιτο δυνατὸν πρὸς τὸν ἐν οὐρανοῖς ὁμοιωθῆναι τὸν γήϊνον, αὐτῆς τῆς κατὰ τὴν φύσιν διαφορᾶς δεικνυούσης τὸ ἀνέφικτον τῆς μιμήσεως; ἐπ᾽ ἴσης γὰρ εἶναι ἀμήχανον τῷ τε οὐρανίῳ μεγέθει καὶ τοῖς ἐν αὐτῷ κάλλεσι τὴν ὄψιν παρισάζεσθαι καὶ τὸν ἐκ γῆς ἄνθρωπον τῷ οὐρανίῳ ὁμοιοῦσθαι θεῷ. ἀλλὰ σαφὴς ὁ περὶ τούτου λόγος, ὅτι οὐ τῇ φύσει τὴν φύσιν, τὴν ἀνθρωπίνην λέγω τῇ θείᾳ, συγκρίνεσθαι κελεύει τὸ εὐαγγέλιον, ἀλλὰ τὰς ἀγαθὰς ἐνεργείας, καθὼς ἂν ᾖ δυνατόν, μιμεῖσθαι τῷ βίῳ. τίνες οὖν εἰσιν αἱ παρ᾽ ἡμῶν ἐνέργειαι πρὸς τὰς τοῦ θεοῦ ἐνεργείας ὁμοίως ἔχουσαι; τὸ πάσης κακίας ἀλλοτριοῦσθαι, καθὼς ἂν ᾖ δυνατὸν, ἔργῳ τε καὶ λόγῳ καὶ διανοίᾳ τῶν παρ᾽ αὐτῆς μολυσμῶν καθαρεύοντας, τοῦτο μίμησίς ἐστιν ὡς ἀληθῶς τῆς θείας τε καὶ τῆς περὶ τὸν οὐράνιον θεὸν τελειότητος.

Οὐ γάρ μοι δοκεῖ τὸ στοιχεῖον τοῦ οὐρανοῦ καθάπερ τι κεχωρισμένον ἐνδιαίτημα θεοῦ λέγειν τὸ εὐαγγέλιον, ἐν οἷς προστάσσει τελειοῦσθαι ἡμᾶς κατὰ τὸν ἐπουράνιον πατέρα, διότι τὸ θεῖον κατὰ τὸ ἴσον ἐν πᾶσίν ἐστι καὶ διὰ πάσης ὡσαύτως διήκει τῆς κτίσεως καὶ οὐδὲν ἂν χωρισθὲν τοῦ ὄντος ἐν τῷ εἶναι μένοι, ἀλλ᾽ ὁμοτίμως ἑκάστου τῶν ὄντων ἡ θεία φύσις ἐφάπτεται, πάντα τῇ περιεκτικῇ δυνάμει ἐντὸς ἑαυτῆς περιείργουσα· καθάπερ καὶ ὁ προφήτης τοῦτο παιδεύει λέγων, ὅτι κἂν ἐν τῷ οὐρανῷ γένωμαι τῇ διανοίᾳ, κἂν τὰ ὑπόγεια τῷ λογισμῷ καταδυεὶς ἐξετάσω, κἂν ἐπὶ τὰ πέρατα τῶν ὄντων τὸ διανοητικὸν τῆς ψυχῆς ἐπεκτείνω, πάντα ὁρῶ τῇ δεξιᾷ σου περικρατούμενα. ἔχει δὲ ἡ λέξις τοῦτον τὸν τρόπον· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου. οὐκοῦν ἐκ τούτων ἔστι μαθεῖν τὸ μὴ ἀφωρίσθαι κατ᾽ ἐξαίρετον τῷ θεῷ τὴν οὐράνιον οἴκησιν.

ἀλλ᾽ ἐπειδή γε ἐπίσταται καθαρεύειν κακίας ἡ ἄνω λῆξις, τοῦτο πολλαχῇ τῆς ἁγίας γραφῆς παρασημηναμένης ἡμῖν δι᾽ αἰνίγματος, καὶ τῇ κάτω ταύτῃ τῇ ὑλωδεστέρᾳ ζωῇ τὰ κατὰ κακίαν ἐνεργεῖται πάθη, ὧδε τοῦ εὑρετοῦ τῆς κακίας ὄφεως περὶ τὸν γήϊνον βίον ἰλυσπωμένου καὶ ἕρποντος, καθώς φησιν ὁ λόγος περὶ αὐτοῦ ἐν αἰνίγματι, ὅτι ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν πορεύεται καὶ γῆν σιτεῖται διὰ παντός, τοῦτό τε τὸ σχῆμα τῆς κινήσεως ἡμῖν ἑρμηνεύει καὶ τὸ τῆς βρώσεως εἶδος, ὅτι γήϊνος οὗτος καὶ κάτω κείμενος ὁ βίος ἐστίν, ὃς τὴν ἑρπηδόνα τῆς πολυτρόπου κακίας ἐφ᾽ ἑαυτοῦ δέχεται καὶ τροφὴ τοῦ ἐφέρποντος αὐτὸν θηρίου γίνεται· οὐκοῦν ὁ τὸν οὐράνιον μιμεῖσθαι κελεύων πατέρα τῶν γηΐνων παθῶν καθαρεύειν κελεύει, ὧν ἡ ἀπόστασις οὐ διὰ τοπικῆς μεταβάσεως, ἀλλὰ διὰ προαιρέσεως ἐνεργεῖται μόνης. εἰ οὖν ἐν μόνῃ τῇ τῆς διανοίας ὁρμῇ κατορθοῦσθαι πέφυκεν ἡ τοῦ κακοῦ ἀλλοτρίωσις, οὐδὲν ἐπίπονον ἡμῖν ὁ εὐαγγελικὸς ἐγκελεύεται λόγος. οὐδὲ γὰρ συνέζευκται κόπος τῇ τῆς διανοίας ὁρμῇ, ἀλλ᾽ ἔξεστιν ἡμῖν ἀπραγματεύτως, ὅπουπερ ἂν θέλωμεν, δι᾽ ἐνθυμήσεων παραγίνεσθαι· ὥστε τὴν οὐράνιον διαγωγὴν ῥᾳδίαν εἶναι τῷ βουλομένῳ καὶ ἐπὶ γῆς ἔχειν, καθὼς ὑφηγεῖται τὸ εὐαγγέλιον, ἐν τῷ φρονεῖν τὰ οὐράνια καὶ τοῖς ἐκεῖ θησαυροῖς τὸν τῆς ἀρετῆς πλοῦτον ἐναποτίθεσθαι.

Μὴ θησαυρίζετε γάρ φησι θησαυροὺς ἐπὶ τῆς γῆς, ἀλλὰ θησαυρίζετε θησαυροὺς ἐν οὐρανοῖς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσιν. ἐνδείκνυται δὲ διὰ τούτων τὸ μηδεμίαν τῇ ἄνω ζωῇ φθαρτικὴν τῆς μακαριότητος ἐμπολιτεύεσθαι δύναμιν. ὁ γὰρ ἐπὶ λύμῃ τοῦ τῇδε βίου πολυειδῶς τὴν ποικίλην ἑαυτοῦ κακίαν κατὰ τῆς ἀνθρωπίνης ζωῆς ἐνεργῶν ἤτοι σητὸς τρόπον ταῖς διανοίαις ἐντίκτεται, ἀχρειῶν τὸ μέρος ᾧπερ ἂν ἐμφυῇ διὰ τῆς βρωτικῆς τε καὶ ἀφανιστικῆς δυνάμεως, εἰ μὴ ταχέως ἀποτιναχθείη τοῦ μέρους, πρὸς τὰ παρακείμενα μεθέρπων, καὶ διαφθορᾶς ἴχνος, οἷς ἂν ἐμπελάσῃ, διὰ τῆς κινήσεως ἐνσημαίνεται· ἢ εἴπερ τὰ ἐντὸς ἀσφαλῶς ἔχοι, διὰ τῶν ἔξωθεν περιστάσεων ἐπιβουλεύει. ἢ γὰρ δι᾽ ἡδονῆς τὸν θησαυρὸν τῆς καρδίας ἐτοιχωρύχησεν ἢ δι᾽ ἑτέρου πάθους κενὸν τῆς ἀρετῆς τὸ τῆς ψυχῆς δοχεῖον ἐποίησε, θυμῷ ἢ λύπῃ ἢ ἄλλῳ τινὶ τοιούτῳ πάθει τὸν λογισμὸν ὑποκλέψας. ἐπεὶ οὖν ἐν τοῖς ἄνω θησαυροῖς οὔτε σῆτά φησιν οὔτε βρῶσιν ὁ κύριος γίνεσθαι οὔτε τὴν ἀπὸ τῆς κλεπτικῆς κακίαν διδάσκουσαν ταῦτα, ἅπερ ὑπενοήσαμεν, ἐκεῖ μεταθετέον τὴν ἐμπορίαν, [ἐν] ᾗ τὸ θησαυρισθὲν οὐ μόνον ἄσυλόν τε καὶ ἀμείωτον εἰς ἀεὶ διαμένει, ἀλλὰ καὶ σπερμάτων δίκην ἐπὶ τὸ πολλαπλάσιον κατεργάζεται τὴν ἐπαύξησιν. χρὴ γὰρ πάντως τῇ φύσει τοῦ τὴν παραθήκην δεχομένου μεγαλύνεσθαι τὴν ἀντίδοσιν.

ὥσπερ γὰρ ἡμεῖς κατὰ τὴν ἑαυτῶν ἐνεργοῦμεν φύσιν πτωχὰ προσάγοντες διὰ τὸ πεφυκέναι τοιοῦτοι, οὕτως εἰκὸς τὸν ἐν παντὶ πλούσιον ὄντα, ἃ πέφυκεν ἔχειν, ταῦτα τοῖς προδεδωκόσιν ἀντιχαρίζεσθαι. μηδεὶς οὖν ἀθυμείτω τὰ κατὰ τὴν ἑαυτοῦ δύναμιν τοῖς θείοις θησαυροῖς συνεισφέρων; ὡς πρὸς τὸ μέτρον ὧν δέδωκε κομιούμενος, ἀλλ᾽ ἀναμενέτω κατὰ τὴν ἐπαγγελίαν τοῦ εἰπόντος ὅτι μεγάλα τῶν μικρῶν ἀντικαταλλάξεται, οὐράνια μὲν τῶν γηΐνων, ἀΐδια δὲ τῶν ὠκυμόρων διαμειβόμενος· ἃ τοιαῦτα τῇ φύσει ἐστίν, ὡς μήτε διανοίᾳ δυνατὸν εἶναι ληφθῆναι μήτε εἰς ἑρμηνείαν λόγου ἐλθεῖν, περὶ ὧν ἡ θεόπνευστος διδάσκει γραφὴ ὅτι οὔτε ὁ ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ταῦτά σοι, ὦ τιμία κεφαλή, οὐ μόνον ὑπὲρ τῶν ἐλλειφθέντων γραμμάτων ἀνεπληρώσαμεν, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα γενησόμενα ἐλλείμματα διὰ τῆς ὑποθέσεως προεξετίσαμεν. σὺ δέ μοι πράττοις ἐν κυρίῳ καταθυμίως. τοῦτο δέ σοι εἴη διὰ παντὸς καταθύμιον, ὃ καὶ τῷ θεῷ κεχαρισμένον ἐστὶ καὶ ἡμῖν καταθύμιον.