Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν ὀνομάζεσθαι

Γρηγόριος ὁ Νύσσης

Η αναγκαιότητα συνέπειας βίου και ονόματος

Αναδεικνύεται η ανάγκη ταύτισης της χριστιανικής ιδιότητας με τις πράξεις, με τη χρήση του παραδείγματος ενός εκπαιδευμένου πιθήκου που αποκάλυψε την αληθινή του φύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

ὥσπερ γὰρ εἴ τις ἰατρὸς ἢ ῥήτωρ ἢ γεωμέτρης καλεῖσθαι ποθήσειεν, οὐκ ἂν δέξαιτο τῇ ἀπαιδευσίᾳ τὴν ἐπωνυμίαν ἐλέγχεσθαι, μὴ εὑρισκόμενος ἐπὶ τῆς πείρας ὃ ὀνομάζεται, ἀλλ᾽ ὁ κατὰ ἀλήθειάν τι τούτων προσαγορεύεσθαι θέλων, ὡς ἂν μὴ ψευδώνυμος ἡ κλῆσις ἐλέγχοιτο, αὐτῷ τῷ ἐπιτηδεύματι τὴν προσηγορίαν πιστώσεται· τὸν αὐτὸν καὶ ἡμεῖς τρόπον, εἴπερ τὸν ἀληθῆ σκοπὸν τοῦ Χριστιανοῦ ἐπαγγέλματος ἐξετάζοντες εὕροιμεν, οὐκ ἂν ἑλοίμεθα μὴ εἶναι τοῦτο, ὅπερ τὸ ὄνομα ὑπὲρ ἡμῶν ἐπαγγέλλεται, ὡς ἂν μὴ τὸ περὶ τοῦ πιθήκου διήγημα τὸ παρὰ τοῖς ἔξω περιφερόμενον καὶ ἡμῖν ἐφαρμόσειε. φασὶ γάρ τινα τῶν θαυματοποιῶν ἐπὶ τῆς Ἀλεξάνδρου πόλεως ἀσκήσαντα πίθηκον διά τινος εὐστροφίας ὀρχηστικῶς σχηματίζεσθαι, περιθεῖναι δὲ αὐτῷ πρόσωπόν τε ὀρχηστικὸν καὶ ἐσθῆτα τῷ ἐπιτηδεύματι πρόσφορον καὶ χορὸν αὐτῷ περιστήσαντα ἐνευδοκιμεῖν τῷ πιθήκῳ πρὸς τὸν τοῦ μέλους ῥυθμὸν ἑαυτὸν ἐκλυγίζοντι καὶ διὰ πάντων ἐπικρυπτομένῳ τὴν φύσιν, οἷς ἐποίει τε καὶ ἐφαίνετο. κατεχομένου δὲ τοῦ θεάτρου πρὸς τὸ καινοπρεπὲς τοῦ θεάματος παρόντα τινὰ τῶν ἀστειοτέρων παιδιᾷ τινι δεῖξαι τοῖς προσκεχηνόσι τῷ θεάματι πίθηκον ὄντα τὸν πίθηκον.

ἐπιβοώντων γὰρ πάντων καὶ ἐπικροτούντων ταῖς τοῦ πιθήκου περιστροφαῖς εὐρύθμως πρὸς τὴν ᾠδὴν καὶ τὸ μέλος συγκινουμένου, ῥίψαι φασὶν αὐτὸν ἐπὶ τῆς ὀρχήστρας τῶν τραγημάτων ἐκεῖνα ὅσα τὴν λιχνείαν τῶν τοιούτων θηρίων ἐφέλκεται· τὸν δὲ μηδὲν μελλήσαντα, ἐπειδὴ διασπαρέντα εἶδε πρὸ τοῦ χοροῦ τὰ ἀμύγδαλα, ἐκλαθόμενον τῆς τε ὀρχήσεως καὶ τῶν κρότων καὶ τῶν τῆς ἐσθῆτος καλλωπισμῶν ἐπιδραμεῖν τε αὐτοῖς καὶ ταῖς τῶν χειρῶν παλάμαις ἐγκρατεῖν τὰ εὑρισκόμενα· καὶ ὡς ἂν μὴ ἐμποδὼν εἴη τὸ προσωπεῖον τῷ στόματι, περιαιρεῖσθαι κατὰ σπουδὴν ἑαυτοῦ τοῖς ὄνυξι τὴν σεσοφισμένην μορφὴν περιθρύπτοντα, ὥστε αὐτὸν ἀθρόως γέλωτα κινῆσαι τοῖς θεαταῖς ἀντὶ τῶν ἐπαίνων τε καὶ τοῦ θαύματος, εἰδεχθῶς καὶ γελοίως ἐκ τῶν τοῦ προσωπείου λειψάνων διαφαινόμενον. ὥσπερ οὖν οὐκ ἐπήρκεσεν ἐκείνῳ τὸ σεσοφισμένον σχῆμα πρὸς τὸ νομισθῆναι ἄνθρωπον, ἀπελεγχθείσης ἐν τῇ λιχνείᾳ τῶν τραγημάτων τῆς φύσεως, οὕτως οἱ μὴ ἀληθῶς αὐτὴν τὴν φύσιν ἑαυτῶν τῇ πίστει μορφώσαντες ῥᾳδίως ἐν ταῖς τοῦ διαβόλου λιχνείαις ἀπελεγχθήσονται ἄλλο τι ὄντες παρ᾽ ὃ ἐπαγγέλλονται.

ἀντὶ γὰρ ἰσχάδος ἢ ἀμυγδάλης ἢ τῶν τοιούτων τινὸς τὸ κενόδοξον καὶ φιλότιμον καὶ τὸ φιλοκερδὲς καὶ φιλήδονον καὶ ὅσα ἄλλα τοιαῦτα ἡ κακὴ τοῦ διαβόλου ἀγορὰ τοῖς λίχνοις τῶν ἀνθρώπων ἀντὶ τραγημάτων προτιθεῖσα ῥᾳδίως εἰς ἔλεγχον ἄγει τὰς πιθηκώδεις ψυχάς, οἳ διὰ μιμήσεως ἐσχηματισμένης τὸν χριστιανισμὸν ὑποκρίνονται, τὸ τῆς σωφροσύνης ἢ τὸ τῆς πραότητος ἤ τινος ἄλλης ἀρετῆς προσωπεῖον ἐν τῷ καιρῷ τῶν παθημάτων ἑαυτοῖς ἀφανίζοντες. οὐκοῦν ἀναγκαῖον ἂν εἴη νοῆσαι τοῦ χριστιανισμοῦ τὸ ἐπάγγελμα· τάχα γὰρ ἂν τοῦτο γενοίμεθα, ὅπερ τὸ ὄνομα βούλεται, ἵνα μὴ ψιλῇ τῇ ὁμολογίᾳ καὶ τῷ προσχήματι τοῦ ὀνόματος μόνου μεταμορφούμενοι, ἄλλο τι παρὰ τὸ φαινόμενον ὄντες, τῷ τὰ κρυπτὰ καθορῶντι ἐπιδειχθείημεν.