Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἄρειον καὶ Σαβέλλιον περὶ τῆς θεότητος

Γρηγόριος ὁ Νύσσης

Ανασκευή των αιρετικών παρερμηνειών περί κτίσεως και υποταγής του Υιού

Ορθόδοξη ερμηνεία των γραφικών όρων περί δημιουργίας και υποταγής, προβολή της αιώνιας κυριότητας του Χριστού και αναίρεση των αρειανικών και σαβελλιανικών αντιλήψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Ἵνα δὲ μὴ καὶ τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ ἐμποιῇ λογισμοὺς τοῖς διεφθορόσι τὴν διάνοιαν, οὐδὲ τοῦτο παριτέον. οἱ γὰρ ἑρμηνεῖς βραχύ τι τῆς Ἑβραΐδος ἀκριβείας τῶν γραφῶν εἰς τὴν Ἑλληνίδα παρατραπέντες εἶπον μὲν ἔκτισέ με, εὕροις δ᾽ ἂν ἐρευνήσας ἐποίησέ με. ὅμως δὲ καὶ τὸ ἔκτισέ με ἀκριβῶς νοούμενον οὐδὲν ἀπᾷδον τοῦ ἐποίησέ με δείκνυται. εἰ γὰρ κύριος ἔκτισέ με εἰρήκει μόνον, ζήτημα ἄν τισι καταλελοίπει· ἐπεὶ δὲ προσέθηκεν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, σαφῶς ἂν νοοῖτο εἰρηκυῖα κύριος ἐποίησέ με ἐπιστατεῖν τῶν ἔργων αὐτοῦ καὶ ἀρχὴν τῶν ὁδῶν αὐτοῦ ἐνεχείρισέ μοι. πότε γὰρ ἔσχεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ πατὴρ ἢ πότε οὐκ ἦν ἐνεργὴς ἢ παρὰ τίνος τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν εἴληφε; τὸ γὰρ μὴ ἀεὶ τὰ πάντα ἔχειν παρ᾽ ἑαυτῷ ἐμφαντικόν ἐστι τοῦ παρ᾽ ἄλλου τινὸς εἰληφέναι, ὡς ἕτερόν τινα θεὸν πρεσβύτερον αὐτοῦ νοεῖσθαι.

Τίς δὲ προέδωκε καὶ ἀνταποδοθήσεται αὐτῷ; φησὶν ἡ γραφή. εἰ δὲ παρ᾽ αὐτοῦ τὰ πάντα, οὐδέποτε ἄρα ἀρχὴ ὁδῶν αὐτοῦ καὶ ἔργων αὐτοῦ εὑρεθήσεται, ἀλλ᾽ ἀεὶ ἐνεργής. εἰ δὲ πάντα διὰ τοῦ υἱοῦ γέγονε καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ἀεὶ ἄρα τὴν ἐργαζομένην σοφίαν παρ᾽ ἑαυτῷ ἔχειν ἀναφανδὸν δείκνυται. εἰ δὲ ἀεὶ ἐργάζεται ὁ πατήρ, χωρὶς δὲ τοῦ υἱοῦ οὐδὲν εἴργασται, μάτην τὸ ἐκτίσθαι ὑπειλήφασιν ὕστερόν ποτε δεδημιουργῆσθαι, ἵνα ἐργάζηται. ἀλλὰ τὸ Ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ σημαίνει ὅτι ἐνεχείρισέ μοι τὰς ὁδοὺς αὐτοῦ, ἵν᾽ ὦσιν ὑπὸ τὴν ἐμὴν ἀρχήν· ἀρχὴν γὰρ οὐ χρονικὴν λέγει, ἀλλὰ τὴν κρατητικήν. καὶ γὰρ καὶ οἱ ἀπόστολοί φασιν, ὅτι καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν. εἰ δὲ τὸ ἐποίησε ποίημα καὶ κτίσμα ὀνομάζοιτο, δύο ἂν εἶέν τινες οὓς ἐποίησεν, ἕτερον μὲν κύριον, ἕτερον δὲ Χριστόν. Χριστὸς δὲ ὅτι βασιλεὺς προσαγορεύεται, οὐδενὶ τοῦτο ἄγνωστον· ἀλλὰ τὸ ἐποίησε σημαίνει δύο ἀρχὰς ἐγκεχειρίσθαι αὐτῷ παρὰ τοῦ πατρός, τὴν μὲν κυριακήν, τὴν δὲ βασιλικήν, μᾶλλον δὲ μίαν ἀρχὴν δυσὶ προσηγορίαις γεραιρομένην [πλείοσιν].

ἑκάτεροι τοίνυν πεπείσθωσαν οἱ ταῖς ἑκατέραις ἐνειλημμένοι πλάναις, ὡς ἀεὶ σὺν τῷ πατρὶ ὁ υἱὸς γεννητὸς ἅμα καὶ ἄναρχός ἐστιν· ἄναρχος μὲν τῷ ἀεὶ συνεῖναι τῷ πατρί, γεννητὸς δὲ τῷ τὸν πατέρα 〈αἴτιον〉 ἐσχηκέναι τοῦ εἶναι· ὡς ἔφημεν ἐπὶ τοῦ λύχνου εἰπόντες ὅτι αἴτιος μὲν αὐτὸς τοῦ φέγγους, οὐ μέντοι πρότερος τοῦ φέγγους, ἀλλ᾽ ὁμόχρονος τυγχάνει· οὕτως καὶ εἰς τὸν αἰῶνα ἔσται καὶ οὐδέποτε παύσεται βασιλεύων, ἐπειδήπερ οὐδὲ ἤρξατο, ἀλλ᾽ ἀεὶ συνηργηκὼς τῷ πατρὶ ἑαυτὸν συνεμφαίνει διὰ τοῦ εἰρηκέναι· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι· ἐπιζητεῖ δὲ τὸ ἕως ἄρτι τὸ ἀφ᾽ οὗ· ἐπειδὴ δὲ τὸ ἀφ᾽ οὗ ἐν χρόνῳ τυγχάνει, παρεὶς τὸ ἀφ᾽ οὗ τὸ ἕως ἄρτι μόνον εἰπὼν ἐνέφηνεν ἀεὶ τὰ πάντα αὐτῷ συνειργάσθαι· ἐργάζεται γὰρ ἕως ἄρτι φύων, ζωογονῶν, αὔξων, τὰ πάντα ἡνιοχῶν, καὶ οὐδέποτε παύσεται· οὐ γὰρ ἁρμόσει θεῷ τὸ ἀργεῖν οὐδ᾽ ἀποκαμεῖται ἐργαζόμενος, ἵνα παύσηται.

Οἶμαι μὲν οὖν τοὺς ἀρειοπλανεῖς ὥσπερ συνηγορίᾳ κεχρῆσθαι τῇ εὐαγγελικῇ φωνῇ λεγούσῃ Ὁ πέμψας με μείζων μού ἐστιν ἀφ᾽ οὗ κτίσμα καὶ ποίημα αὐτὸν ὑπειλήφασι, καὶ τὸ ἀντειπεῖν τῷ προσαγορεύσαντι διδάσκαλον ἀγαθὸν Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὑπόνοιαν ἐμπεποιηκέναι αὐτοῖς ἄνθρωπον ὄντα καταχρηστικὴν προσηγορίαν ἐσχηκέναι τὸ υἱὸς καὶ τὸ Οὐδεὶς οἶδε τὴν συντελεστικὴν ἡμέραν καὶ τὴν ὥραν οὐδ᾽ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱὸς ἐν τοῖς κατὰ Μάρκον εἰρημένοις, εἰ μὴ ὁ πατὴρ μόνος, ἀλλότριον τῆς πατρικῆς οὐσίας γεγονέναι τὸν υἱὸν ὑπόνοιαν αὐτοῖς ἐμποιεῖν οἴομαι. οἱ δὲ κατὰ Σαβέλλιον Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα καὶ τὸ Ὅτε παραδιδῷ τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ οὐ μετὰ ἀκριβοῦς κρίσεως ἀνεγνωκότες εἰς τὴν μεγίστην τῆς ἀσεβείας ἐκπεπτώκασι πλάνην, οἰόμενοι διὰ μὲν λειποταξίαν ἀνθρωπίνην προεληλυθέναι τὸν υἱὸν ἐκ τοῦ πατρὸς προσκαίρως, αὖθις δὲ μετὰ τὴν διόρθωσιν τῶν ἀνθρωπίνων πλημμελημάτων ἀναλελυκότα ἐνδῦναί τε καὶ ἀναμεμίχθαι τῷ πατρί. οὐκ ἀνέγνωκας, ὦ Σαβελλιόφρον, καὶ τόδε τὸ χωρίον τῆς ἀποστολικῆς γραφῆς, ὃ ἀντισταίη σου τῇ δοκήσει;

φησὶ γὰρ μεθ᾽ ἕτερα· Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. οὐδ᾽ ἡ εὐαγγελικὴ φωνή σε πείθει οὐ πρόσκαιρον εἶναι τὸν υἱόν, ἀλλ᾽ ὅτι καὶ ἡ ἐν τῷ μέλλοντι αἰῶνι κατὰ πάντων δίκη ἐγκεχείρισται τῷ υἱῷ; Ὁ γὰρ πατήρ, φησί, κρίνει οὐδένα· τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα· καὶ ἑτέρωθί που ὁ ἀπόστολος Ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ, φησίν, ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν φλογὶ πυρὸς διδοὺς ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὅρα πῶς οἱ μὴ ὑπακούοντες δίκην τίσουσι, φησίν, ὄλεθρον αἰώνιον, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ. τίσουσι δὲ τῷ υἱῷ, ὃν σὺ μηκέτι εἶναι ὑπείληφας. Εἰ δὲ βούλει γνῶναι ὅ τί ποτέ ἐστι τὸ Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ, οὐκ ἀποκρυπτέον σοι, εἰ καὶ δυσεπίδεκτος τῆς ἀληθείας τετύχηκας. καί μοι δοκεῖ ἀνθεστάναι τῷ παρὰ τοῦ Χριστοῦ προστάγματι Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἀλλὰ θεὸν μιμησάμενος ἐλπίδων μεθέξω καλῶν οὐδὲ τοῖς δυσσεβέσιν ἀποκρύψω τὴν ἀλήθειαν· βρέχει γὰρ ὁμοίως καὶ τὸ φῶς τῆς ἡμέρας ἴσον ἐκτέταται δικαίοις καὶ ἀδίκοις. εἶθ᾽ οὕτω φιλανθρωπούμενος οὐ πεύσῃ τὴν ἀλήθειαν; οὐχ ὑφέξεις τὰς τοῦ νοῦ ἀκοάς, ἵνα πεισθῇς μηδ᾽ ὁτιοῦν πρὸς ἕτερόν τι τῶν ἐν ταῖς γραφαῖς εἰρημένων ἐναντίωσιν εἶναι, ἀλλὰ συνῳδὸν καὶ σύμφωνον τὸ πᾶν τῷ παντὶ τυγχάνειν; διόπερ οὐ νοητέον κατὰ τὴν σὴν ὑπόληψιν τὸ Τότε ὑποταγήσεται αὐτὸς τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· καὶ Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ.

εἰ γὰρ κατὰ πάντα ὡμοίωτο τῇ ἀνθρωπότητι καὶ συνεπάθησε κατὰ τὸν προφήτην· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν, ἐπεὶ καὶ τὴν δεκτικὴν τούτων σάρκα περιβέβληται· καὶ Ὑπὲρ ἡμῶν, φησίν, ἁμαρτίαν ἐποίησεν, οὐ πεποιηκὼς ἀλλ᾽ ὡς πεποιηκώς, ἵν᾽ ἡμεῖς δικαιωθῶμεν· καὶ Γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τῆς κατάρας ἡμᾶς ἐξαγοράσῃ, καὶ ἐπικατάρατος ὠνόμασται τῇ συμπαθείᾳ συνωνυμῆσαι ἡμῖν ἑλόμενος· εἰ ἐν πᾶσι τούτοις γενόμενος ὡμοιώθη τῇ ἀνθρωπότητι, αὐτὴν τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν ὡς αὐτὸς ἠνομηκὼς ὑπὲρ τῆς ἀνθρωπότητος τὸ ἴδιον πρόσωπον προβαλλόμενος, ἐνέτρεπε τὸν πατέρα πρὸς ἔλεον ἐπικαλῶν. καὶ ὡς οὐχ ὑποτέτακτο τῷ υἱῷ πᾶσα ἡ ἀνθρωπότης, καὶ αὐτὸς ὡς μὴ ὑποτεταγμένος ἐδόκει τε καὶ διείληπτο τὴν ἀνυποταξίαν τοῦ λαοῦ ἐν ὄψεσι τοῦ πατρὸς ἐπιγραφόμενος· εἰ δέ ποτε πάνθ᾽ ὑποταχθείη τῷ υἱῷ (νῦν γὰρ οὐδέπω ὁρῶμεν πάνθ᾽ ὑποτεταγμένα αὐτῷ), ἐρεῖ· Πάνθ᾽ ὑποτέτακταί μοι. πάντων δὲ αὐτῷ ὑποταγέντων τότε αὐτὸς φανήσεται ὑποτεταγμένος τῷ ὑποτεταχότι αὐτῷ τὰ πάντα· εἰ γὰρ πάντες ἡμεῖς εἴημεν Χριστοῦ, καὶ Χριστὸς θεοῦ ἂν εἴη τε καὶ ὑποταχθείη. εἰ δ᾽ ἡμεῖς μήπω Χριστοῦ, οὐδέπω καὶ Χριστὸς θεοῦ, ὁ δι᾽ ἡμᾶς ὀδυνώμενος.

ὅταν οὖν πάντες Χριστοῦ γενώμεθα, τότε ἔσται καὶ Χριστὸς θεοῦ δι᾽ ἑαυτοῦ τοὺς πάντας ὑποτάττων τῷ πατρὶ οὓς πρότερον παρ᾽ αὐτοῦ εἰλήφει, Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. ἐπεὶ δὲ δοκεῖ πως μὴ ὑποτετάχθαι τῷ πατρί, τῶν ἐγγεγυημένων ὑπ᾽ αὐτοῦ καὶ ὧν τὴν εἰκόνα φέρει μηδέπω ὑποτεταγμένων αὐτῷ. ὁπότε δὲ ὑποταχθείη αὐτῷ τὰ πάντα, τότε φανήσεται παραδιδοὺς τὴν βασιλείαν τῷ πατρὶ καὶ θεῷ. βασιλείαν δὲ νοητέον οὐ τὸ ἀξίωμα τῆς σκηπτουχίας· οὐδὲ γὰρ ἔτι δεῖται ἀξιώματος βασιλικοῦ ὁ πατήρ, ἵνα παραλάβῃ τοῦ υἱοῦ ὃ πρότερον ὡς εἰς χρῆσιν αὐτῷ συγκεχωρηκὼς ἐτύγχανε τοῦτο ἀνακαλούμενος. τοιοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖς. ἔτι μὴν ἀσεβεῖς οὐ μόνον εἰς τὸν υἱὸν ἀναιρῶν αὐτοῦ τὴν ὑπόστασιν, ἀλλὰ καὶ εἰς τὸν πατέρα ἀποφαίνων αὐτὸν οὐκ ὄντα βασιλέα ποτὲ συγκεχωρηκότα τῷ υἱῷ τὴν βασιλείαν, εἶτα ἀποληψόμενον παρ᾽ αὐτοῦ ὡς δεόμενον τοῦ ἀξιώματος. παραδώσει δὲ αὐτῷ οὐ τὸ ἀξίωμα, ὡς προέφημεν, τῆς βασιλείας, ἀλλὰ τοὺς βασιλευθέντας ὑπ᾽ αὐτοῦ καὶ ὑποταγέντας αὐτῷ. ταύτην τὴν βασιλείαν προσενηνοχὼς καὶ παραδεδωκὼς ἐρεῖ· Τοῦτο βασίλειον, τοῦτο ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησίν μοι καὶ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός· αὐτὸς γὰρ ἔδωκεν αὐτῷ ὑποτάξας αὐτῷ πάντα τὰ ἔθνη· Δώσω γάρ σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.